ἀμοιβὴν δʼ οὐδεμίαν ἐκομίσαντο παρὰ τῶν πατρικίων, οὐδʼ ἀπήλαυσαν οὐδενὸς τῶν κοινῶν ἀγαθῶν, ἀλλʼ ὡς πολέμῳ ἁλόντες ἀφῃρέθησαν ὑπʼ αὐτῶν καὶ τὴν ἐλευθερίαν, ἣν ἀνασώσασθαι βουλόμενοι καταλιπεῖν ἠναγκάσθησαν τὴν πατρίδα πόθῳ γῆς ἑτέρας, ἐν ᾗ τὸ μὴ ὑβρίζεσθαι αὐτοῖς ἐλευθέροις οὖσιν ὑπάρξει· καὶ οὔτε βιασάμενοι τὴν βουλὴν οὔτε πολέμῳ προσαναγκάσαντες εὕροντο τὴν ἐπὶ τὰ σφέτερα κάθοδον, ἀξιούσῃ δὲ καὶ δεομένῃ τὰ ἐκλειφθέντα ἀπολαβεῖν εἴξαντες ἔδωκαν.τούς θʼ ὅρκους διεξῄει καὶ τὰς συνθήκας τὰς ἐπὶ τῇ καθόδῳ γενομένας ἀνεκαλεῖτο· ἐν αἷς ἦν ἀμνηστία μὲν πρῶτον ἁπάντων, ἔπειτʼ ἐξουσία τοῖς πένησιν ἀρχὰς ἀποδεικνύναι, τιμωροὺς μὲν ἐσομένας σφίσιν αὐτοῖς,τοῖς δὲ κατισχύειν βουλομένοις ἀντιπάλους. διεξελθὼν δὲ ταῦτα τοὺς νόμους ἐπεδείκνυτο, οὓς ὁ δῆμος ἐπεκύρωσεν οὐ πρὸ πολλοῦ, τόν τε περὶ τῶν δικαστηρίων τῆς μεταγωγῆς, ὡς ἔδωκεν ἡ βουλὴ τῷ δήμῳ τὴν ἐξουσίαν κρίνειν οὓς ἂν αὐτοῖς δόξειε τῶν πατρικίων, καὶ τὸν ὑπὲρ τῆς ψηφοφορίας, ὃς οὐκ ἔτι τὴν λοχῖτιν ἐκκλησίαν, ἀλλὰ τὴν κουριᾶτιν ἐποίει τῶν ψήφων κυρίαν.διεξελθὼν δὲ τὸν ὑπὲρ τοῦ δήμου λόγον, ἐπιστρέψας ἐπὶ τὸν Ἄππιον· ἔπειτα σὺ τολμᾷς, εἶπε, λοιδορεῖσθαι τούτοις, διʼ οὓς μεγάλη μὲν ἐκ μικρᾶς, ἐπιφανὴς δʼ ἐξ ἀδόξου γέγονεν ἡ πόλις; καὶ στασιαστὰς ἑτέρους ἀποκαλεῖς καὶ φυγαδικήν τινα τύχην ὀνειδίζεις, ὥσπερ οὐχ ἁπάντων ἔτι τούτων μεμνημένων τὸ καθʼ ὑμᾶς, ὅτι στασιάσαντες οἱ σοὶ πρόγονοι πρὸς τοὺς ἐν τέλει καὶ τὴν ἑαυτῶν πατρίδα καταλιπόντες ἐνθάδʼ ἱδρύθησαν ἱκέται; εἰ μὴ ἄρα ὑμεῖς μὲν ἐκλιπόντες τὴν ἑαυτῶν πατρίδα πόθῳ τῆς ἐλευθερίας καλὸν ἔργον ἐπράττετε, Ῥωμαῖοι δὲ τὰὅμοια ὑμῖν δεδρακότες οὐ καλόν. τολμᾷς δὲ καὶ τὴν τῶν δημάρχων ἐξουσίαν ὡς ἐπὶ κακῷ παρεληλυθυῖαν εἰς τὴν πόλιν λοιδορεῖν, καὶ πείθεις τουτουσὶ καταλῦσαι τὴν τῶν πενήτων ἐπικουρίαν τὴν ἱερὰν καὶ ἀκίνητον καὶ μεγάλαις ἠσφαλισμένην ἐκ θεῶν τε καὶ ἀνθρώπων ἀνάγκαις, ὦ μισοδημότατε καὶ τυραννικώτατε; καὶ οὐδὲ τοῦτʼ ἄρα ἐδυνήθης μαθεῖν, ὅτι τῇ τε βουλῇ καὶ τῇ σεαυτοῦ ἀρχῇ ταῦτα λέγων λοιδορῇ; καὶ γὰρ ἡ βουλὴ διαναστᾶσα πρὸς τοὺς βασιλεῖς, ὧν οὐκέτι τὰς ὑπερηφανίας καὶ τὰς ὕβρεις ὑποφέρειν ἠξίου, τὸ τῶν ὑπάτων ἀρχεῖον κατεστήσατο, καὶ πρὶν ἐκείνους ἐξελάσαι τῆς πόλεως ἑτέρους ἐποίησε τῆς βασιλικῆς ἐξουσίας κυρίους.ὥσθʼ ἃ περὶ τῆς δημαρχίας λέγεις, ὡς ἐπὶ κακῷ παρεληλυθυίας, ἐπειδὴ τὴν ἀρχὴν ἀπὸ διχοστασίας ἔλαβε, ταῦτα καὶ κατὰ τῆς ὑπατείας λέγεις. οὐδὲ γὰρ ἐκείνην ἄλλη τις εἰσήγαγε πρόφασις, ἀλλʼ ἡπρὸς τοὺς βασιλεῖς τῶν πατρικίων στάσις. ἀλλὰ τί ταῦτά σοι διαλέγομαι, ὡς χρηστῷ καὶ μετρίῳ πολίτῃ, ὃν ἅπαντες ἴσασιν οὗτοι σκαιὸν ὄντα διὰ γένος καὶ πικρὸν καὶ μισόδημον καὶ τὸ θηριῶδες ὑπὸ φύσεως οὐδέποτʼ ἐξημερῶσαι δυνάμενον, ἀλλʼ οὐχ ὁμόσε χωρῶ σοι τὰ ἔργα ἐπίπροσθεν ποιησάμενος τῶν λόγων, καὶ δείκνυμι, ὅσην ἰσχὺν ὁ δῆμος ἔχων λέληθέ σε, ὃν οὐκ ᾐσχύνθης ἀνέστιον καὶ ῥυπαρὸν καλῶν, καὶ ὅσον ἥδε ἡ ἀρχὴ δυναμένη, ἥν δε ὁ νόμος ἐκτρέπεσθαι καὶ εἴκειν ἀναγκάζει; παρεὶς δὲ καὶ αὐτὸς ἅπασαν εἰρωνείαν ἔργου ἕξομαι.ταῦτʼ εἰπὼν ὅρκον, ὅσπερ μέγιστος αὐτοῖς ἦν, διομοσάμενος ἢ τὸν νόμον ἐπικυρώσειν ἢ τοῦ ζῆν μεθήσεσθαι, σιωπῆς γενομένης ἐκ τοῦ πλήθους καὶ ἐναγωνίου προσδοκίας, ἐφʼ ᾧ μέλλει δρᾶν, ἐκέλευσε μεταχωρεῖν ἐκ τῆς ἐκκλησίας τὸν Ἄππιον. ὡς δʼ οὐκ ἐπείθετο, ἀλλὰ τοὺς ῥαβδούχους παραστησάμενος καὶ τὸν ὄχλον, ὃν ἦγε παρασκευασάμενος οἴκοθεν, ἀπεμάχετο μὴ παραχωρῆσαι τῆς ἀγορᾶς, σιωπὴν ὑποκηρυξάμενος ὁ Λαιτώριος ἀνεῖπεν, ὅτι τὸν ὕπατον εἰς φυλακὴν κελεύουσιν ἀπάγειν οἱ δήμαρχοι.καὶ ὁ μὲν ὑπηρέτης κελευσθεὶς ὑπʼ αὐτοῦ προσῆγεν ὡς τοῦ σώματος ἐπιληψόμενος· τῶν δὲ ῥαβδούχων ὁ πρῶτος ἐπιτυχὼν παίων αὐτὸν ἀπήλασε. κραυγῆς δʼ ἐκ τῶν παρόντων γενομένης μεγάλης καὶ ἀγανακτήσεως ἵεται αὐτὸς ὁ Λαιτώριος παρακελευσάμενος τοῖς ὄχλοις ἀμύνειν, καὶ οἱ περὶ τὸν Ἄππιον στῖφος ἔχοντες νέων πολὺ καὶ καρτερὸν ὑφίστανται. καὶ μετὰ τοῦτο λόγοι τʼ ἀσχήμονες ἐγένοντο εἰς ἀλλήλους καὶ καταβοαὶ καὶ σωμάτων ὠθισμοί· καὶ τελευτῶσα εἰς χεῖρας ἀπέσκηψεν ἡ ἔρις, καὶ εἰς λίθων ἤρξατο προβαίνειν βολάς.ἐπέσχε δὲ ταῦτα καὶ τοῦ μὴ προσωτέρω χωρῆσαι τὰ δεινὰ Κοίντιος ἅτερος τῶν ὑπάτων αἴτιος ἐγένετο, δεόμενός τε πάντων καὶ λιπαρῶν σὺν τοῖς πρεσβυτάτοις τῶν ἐκ τοῦ συνεδρίου καὶ εἰς μέσους τοὺς ἁψιμαχοῦντας ὠθούμενος. ἦν δὲ καὶ τῆς ἡμέρας τὸ λειπόμενον βραχὺμέρος, ὥστʼ ἀκούσιοι ἀπʼ ἀλλήλων διελύθησαν. ταῖς δʼ ἑξῆς ἡμέραις αἵ τʼ ἀρχαὶ ἀλλήλαις ἐνεκάλουν, ὁ μὲν ὕπατος τοῖς δημάρχοις, ὅτι καταλύειν αὐτοῦ τὴν ἀρχὴν ἠξίουν ἐς τὸ δεσμωτήριον τὸν ὕπατον ἀπάγειν κελεύσαντες, τῷ δʼ ὑπάτῳ οἱ δήμαρχοι, ὡς ἐμβεβληκότι πληγὰς σώμασιν ἱεροῖς καὶ καθωσιωμένοις ὑπὸ τοῦ νόμου — καὶ ὁ Λαιτώριος τὰ ἴχνη τῶν πληγῶν εἶχεν ἐπὶ τῆς ὄψεως ἔτι φανερά — ἥ τε πόλις ὅλη διοιδοῦσα καὶ ἀγριαινομένη διειστήκει.