συνέβη γενέσθαι πάθος. τοῦτο συνιδὼν ὁ Πόπλιος ἔγνω μήτε τοῖς ὑπάτοις ἐπιτρέπειν ἔτι τοῦ νόμου κατηγορεῖν μήτε πατρικίους ἐᾶν τῇ ψηφοφορίᾳ παρεῖναι· καθʼ ἑταιρείας γὰρ ἐκεῖνοι καὶ κατὰ συστροφὰς ἄμα τοῖς ἑαυτῶν πελάταις οὐκ ὀλίγοις οὖσι πολλὰ μέρη τῆς ἀγορᾶς κατεῖχον, ἐπικελεύοντές τε τοῖς κατηγοροῦσι τοῦ νόμου καὶ θορυβοῦντες τοὺς ἀπολογουμένους καὶ ἄλλα πολλὰ πράττοντες, ἀκοσμίας τε καὶ βίας τῆς ἐν ταῖς ψήφοις ἐχομένης μηνύματα.ἐπέσχε δʼ αὐτοῦ τὰ βουλεύματα ὄντα τυραννικὰ ἑτέρα συμπεσοῦσα θεήλατος συμφορά. νόσος γὰρ ἥψατο λοιμικὴ τῆς πόλεως, γενομένη μὲν καὶ κατὰ τὴν ἄλλην Ἰταλίαν, μάλιστα δὲ πλεονάσασα κατὰ τὴν Ῥώμην· καὶ οὔτʼ ἀνθρωπίνη βοήθεια ἤρκει τοῖς κάμνουσιν οὐδεμία, ἀλλʼ ἐν τῷ ἴσῳ οἵ τε σὺν πολλῇ θεραπευόμενοι φροντίδι, καὶ οἷς μηδὲν ἐγίνετο τῶν δεόντων, ἀπέθνησκον· οὔτε λιτανεῖαι θεῶν καὶ θυσίαι καὶ ἐφʼ οὓς ἄνθρωποι τελευταίους ἐν ταῖς τοιαῖσδε ἀναγκάζονται καταφεύγειν συμφοραῖς, οἱ κατʼ ἄνδρα τε γινόμενοι καὶ ὑπὲρ τοῦ κοινοῦ καθαρμοὶ τότε προσωφέλουν, διέκρινέ τε τὸ πάθος οὐχ ἡλικίαν, οὐ φύσιν, οὐ ῥώμην ἢ ἀσθένειαν σωμάτων, οὐ τέχνην οὐκ ἄλλο τι τῶν δοκούντων κουφίζειν τὴν νόσον, ἀλλὰ γυναιξί τʼ ἐνέπιπτε καὶ ἀνδράσι καὶ γηραιοῖς καὶ νέοις.οὐ μὴν πολὺν κατέσχε χρόνον, ὅπερ αἴτιον ἐγένετο τοῦ μὴ σύμπασαν διαφθαρῆναι τὴν πόλιν· ἀλλὰ ποταμοῦ δίκην ἢ πυρὸς ἀθρόα τοῖς ἀνθρώποις ἐμπεσοῦσα τήν τε προσβολὴν ὀξεῖαν καὶ τὴν ἀπαλλαγὴν ταχεῖαν ἔλαβεν. ὡς δὲ τὸ δεινὸν ἐλώφησεν, ἐπʼ ἐξόδῳ τῆς ἀρχῆς ὢν ὁ Πόπλιος, ἐπειδὴ οὐκ ἐδύνατο κυρῶσαι τὸν νόμον ἐν τῷ περιόντι χρόνῳ τῶν ἀρχαιρεσίων ἐπιστάντων, μετῄει πάλιν τὴν δημαρχίαν εἰς τὸν ἐπιόντα ἐνιαυτόν, πολλὰ καὶ μεγάλα τοῖς δημόταις ὑπισχνούμενος· καὶ ἀποδείκνυται πάλιν δήμαρχος ὑπʼ αὐτῶν καὶ δύο τῶν συναρχόντων.οἱ δὲ πατρίκιοι πρὸς τοῦτʼ ἀντεμηχανήσαντο πικρὸν ἄνδρα καὶ μισόδημον καὶ μηδὲν ἐλαττώσοντα τῆς ἀριστοκρατίας ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν, Ἄππιον Κλαύδιον, υἱὸν Ἀππίου, τοῦ πλεῖστα τῷ δήμῳ περὶ τὴν κάθοδον ἐναντιωθέντος. καὶ αὐτὸν πολλὰ ἀντειπόντα καὶ οὐδʼ εἰς τὸ πεδίον ἐλθεῖν βουληθέντα ἕνεκα τῶν ἀρχαιρεσίων, οὐδὲν ἧττον προὐβούλευσάν τε καὶ ἐψηφίσαντʼ ἀπόντα ὕπατον.τελεσθέντων δὲ τῶν ἀρχαιρεσίων κατὰ πολλὴν εὐπέτειαν — οἱ γὰρ πένητες ἐξέλιπον τὸ πεδίον, ἐπειδὴ τὸν ἄνδρα τόνδε ὀνομασθέντα ἤκουσαν — παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Ἄππιος Κλαύδιος Σαβῖνος, οὔτε τὰς φύσεις οὔτε τὰς προαιρέσεις ἔχοντες ὁμοίας.Ἀππίου μὲν γὰρ ἦν γνώμη περισπᾶν περὶ τὰς ἔξω στρατείας τὸν ἀργὸν καὶ πένητα δῆμον, ἵνα τῶν τε καθʼ ἡμέραν ἀναγκαίων ἐκ τῆς πολεμίας εὐπορῶν τοῖς αὑτοῦ πόνοις, ὧν ἐν χρείᾳ μάλιστα ὑπῆρχε, καὶ τὰ συμφέροντα τῇ πόλει διαπραττόμενος, ἥκιστα τοῖς ἐκ τοῦ συνεδρίου διοικοῦσι τὰ κοινὰ δυσμενής τε καὶ χαλεπὸς ᾖ· πολέμου δὲ πᾶσαν ἔσεσθαι πρόφασιν εὔλογον ἀπέφαινεν ἡγεμονίας ἀντιποιουμένῃ πόλει καὶ ὑπὸ πάντων ἐπιφθονουμένῃ, κατά τε τὸ εἰκὸς τοῖς γεγονόσιν ἤδη τὰ μέλλοντα εἰκάζειν ἠξίου, ἐπιλεγόμενος, ὅσαι ἤδη κινήσεις ἐγένοντο ἐν τῇ πόλει, ὅτι πᾶσαι κατὰ τὰς ἀναπαύλας ἐγένοντο τῶν πολέμων.Κοιντίῳ δʼ οὐκ ἐδόκει πόλεμον ἐκφέρειν οὐδένα, ἀγαπητὸν ἀποφαίνοντι, εἰ πρὸς τοὺς ἀναγκαίους τε καὶ ἔξωθεν ἐπαγομένους κινδύνους καλούμενος ὁ δῆμος εὐπειθὴς γένοιτο, καὶ διδάσκοντι, ὡς εἰ βίαν προσάξουσι τοῖς μὴ πειθομένοις εἰς ἀπόνοιαν ἀναγκάσουσιν ἐλθεῖν τὸ δημοτικόν, ὥσπερ καὶ οἱ πρὸ αὐτῶν ἐποίησαν ὕπατοι· ἐξ ὧν κινδυνεύσειν αὐτοὺς δυεῖν θάτερον, ἢ διʼ αἵματος καὶ φόνων καταπαῦσαι τὴν στάσιν, ἢ θεραπεύειν αἰσχρῶς ὑπομεῖναιτὸ δημοτικόν. ἦν δʼ ἡ τοῦ μηνὸς ἐκείνου ἡγεμονία τῷ Κοιντίῳ προσήκουσα, ὥστʼ ἀναγκαῖον ἦν τὸν ἕτερον τῶν ὑπάτων μηδὲν ἄκοντος ἐκείνου ποιεῖν. οἱ δὲ περὶ τὸν Πόπλιον δήμαρχοι οὐθὲν ἔτι διαμελλήσαντες τὸν ἐν τῷ πρόσθεν ἐνιαυτῷ οὐ δυνηθέντα νόμον ἐπικυρωθῆναι πάλιν εἰσέφερον, προσγράψαντες αὐτῷ καὶ τὸ τῶν ἀγορανόμων ἀρχεῖον ἐν ταῖς αὐταῖς ψηφοφορεῖσθαι ἐκκλησίαις, καὶ πάντα τἆλλα, ὅσα ἐν τῷ δήμῳ πράττεσθαί τε καὶ ἐπικυροῦσθαι δεήσει, ὑπὸ τῶν φυλετῶν ἐπιψηφίζεσθαι κατὰ ταὐτόν· ὅπερ ἦν ἄρα τῆς μὲν βουλῆς κατάλυσις φανερά, τοῦ δὲ δήμου δυναστεία.τοῦτο μαθοῦσι τοῖς ὑπάτοις φροντὶς εἰσῄει καὶ λογισμός, ὅπως ἂν ἐν τάχει καὶ σὺν τῷ ἀσφαλεῖ τὸ παρακινοῦν καὶ στασιάζον ἐξαιρεθῇ. ὁ μὲν οὖν Ἄππιος ἐπὶ τὰ ὅπλα καλεῖν γνώμην ἐδίδου τοὺς βουλομένους σώζεσθαι τὴν πάτριον πολιτείαν· εἰ δέ τινες ἐνατία θήσονται σφίσι τὰ ὅπλα, τούτους ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ.ὁ δὲ Κοίντιος λόγῳ πείθειν ᾤετο δεῖν τοὺς δημοτικοὺς καὶ μεταδιδάσκειν ὡς δι’ ἄγνοιαν τοῦ συμφέροντος εἰς ὀλέθρια βουλεύματα φερομένους· ἐσχάτης μανίας ἔργον εἶναι λέγων, ἃ παρʼ ἑκόντων ἔξεστι φέρεσθαι τῶν συμπολιτευομένων, ταῦτα παρʼ ἀκόντων βούλεσθαι λαμβάνειν.ἐπαινεσάντων δὲ καὶ τῶν ἄλλων τῶν συμπαραληφθέντων εἰς τὸ συνέδριον τὴν Κοιντίου γνώμην παρελθόντες εἰς τὴν ἀγορὰν οἱ ὕπατοι λόγον ᾐτοῦντο παρὰ τῶν δημάρχων καὶ χρόνον. μόλις δʼ ἀμφοῖν τυχόντες, ἐπειδὴ καθῆκεν ἣν ᾐτήσαντο παρʼ αὐτῶν ἡμέραν, ὄχλου παντοδαποῦ συνεληλυθότος εἰς τὴν ἀγοράν, ὃν ἀμφότεραι παρεσκευάσαντο σύμμαχον ἑαυταῖς ἐκ παρακλήσεως αἱ