τόν τε γὰρ πρῶτον προσελθόντα τῶν ῥαβδούχων παίων εἰς τὸ πρόσωπον ἐναντίαις πυγμαῖς νεανίας καὶ ἐρρωμένος ἀνὴρ ἀνατρέπει καὶ τὸν ἐπὶ τούτῳ. ἀγανακτησάντων δὲ τῶν ὑπάτων καὶ πᾶσιν ἅμα τοῖς ὑπηρέταις προσελθεῖν κελευσάντων δεινόν τι τοῖς παροῦσι τῶν δημοτικῶν ἐφάνη· καὶ αὐτίκα συστραφέντες ἀθρόοι καὶ ἀναβοήσαντες τὸ παρακλητικὸν τῆς ἀλλήλων ὀργῆς τόν τε νεανίσκον ἐξήρπασαν καὶ τοὺς ῥαβδούχους ἀπέστησαν παίοντες καὶ τελευτῶντες ἐπὶ τοὺς ὑπάτους ὥρμησαν, καὶ εἰ μὴ καταλιπόντες ἐκεῖνοι τὴν ἀγορὰν ἔφυγον,ἀνήκεστον ἄν τι κακὸν ἐξειργάσαντο. ἐκ δὲ τούτου διειστήκει πᾶσα ἡ πόλις, καὶ οἱ τέως ἡσυχάζοντες δήμαρχοι τότʼ ἠγριοῦντο καὶ τῶν ὑπάτων κατηγόρουν. περιειστήκει τε ἡ περὶ τῆς κληρουχίας στάσις εἰς ἕτερον μείζονα διὰ τὸν ὑπὲρ τοῦ κόσμου τῆς πολιτείας ἀγῶνα. οἱ μέν γε πατρίκιοι τοῖς ὑπάτοις ὡς καταλυομένης αὐτῶν τῆς ἐξουσίας συναγανακτοῦντες τὸν ἐπιβαλεῖν χεῖρας τοῖς ὑπηρέταις τολμήσαντα κατὰκρημνοῦ βαλεῖν ἠξίουν. οἱ δὲ δημοτικοὶ συστρέψαντες αὑτοὺς κατεβόων τε καὶ παρεκελεύοντο μὴ προδιδόναι σφῶν τὴν ἐλευθερίαν, ἀλλʼ ἐπὶ τὴν βουλὴν τὸ πρᾶγμα ἄγειν καὶ τῶν ὑπάτων κατηγορεῖν καὶ δίκης τινὸς παρʼ αὐτῶν ἠξίουν τυχεῖν, ὅτι τὸν ἐπικαλεσάμενον τὴν ἐκ τῶν δημάρχων βοήθειαν, καὶ ἐν τῷ δήμῳ κρίσιν ὑπέχειν, εἴ τι πλημμελεῖ, βουλόμενον, οὐδετέρου τυχεῖν εἴασαν τῶν δικαίων, ἀλλʼ ἐν ἀνδραπόδου μοίρᾳ τὸν ἐλεύθερον καὶ πολίτην ἔθεντο παίειν ἐπικελευόμενοι.ἀντιτεταγμένων δὴ τούτων καὶ οὐδετέρων εἶξαι βουλομένων τοῖς ἑτέροις, ἅπας ὁ λοιπὸς τῆς ὑπατείας ἐκείνης ἐδαπανήθη χρόνος, οὔτε πολεμικαῖς πράξεσι κοσμηθεὶς καλαῖς οὔτε πολιτικαῖς λόγου ἀξίαις.ἐπιστάντων δὲ τῶν ἀρχαιρεσίων ὕπατοι μὲν ἀπεδείχθησαν Λεύκιος Πινάριος καὶ Πόπλιος Φούριος. ἐν ἀρχῇ δὲ τοῦ ἔτους εὐθὺς ὀττείας τινὸς ἡ πόλις ἐπληρώθη καὶ φόβου δαιμονίου τεράτων τε καὶ σημείων πολλῶν γινομένων. καὶ οἵ τε μάντεις ἅπαντες καὶ οἱ τῶν ἱερῶν ἐξηγηταὶ χόλου δαιμόνων μηνύματα εἶναι τὰ γινόμενα ἀπέφαινον, ἱερῶν τινων οὐχ ὁσίως οὐδὲ καθαρῶς ἐπιτελουμένων.καὶ μετʼ οὐ πολὺ νόσος ἐνέσκηψεν εἰς τὰς γυναῖκας ἡ καλουμένη λοιμική, καὶ θάνατος, ὅσος οὔπω πρότερον, μάλιστα δʼ εἰς τὰς ἐγκύμονας. ὠμοτοκοῦσαί τε γὰρ καὶ νεκρὰ τίκτουσαι συναπέθνησκον τοῖς βρέφεσι, καὶ οὔτε λιτανεῖαι πρὸς ἕδεσι καὶ βωμοῖς γινόμεναι θεῶν, οὔτε καθαρτήριοι θυσίαι περί τε πόλεως καὶ οἴκων ἰδίων ἐπιτελούμεναι παῦλαν αὐταῖς ἔφερον τῶν κακῶν.ἐν τοιαύτῃ δὲ συμφορᾷ τῆς πόλεως οὔσης τοῖς ἐξηγηταῖς τῶν ἱερῶν γίνεται μήνυσις ὑπὸ δούλου τινός, ὅτι μία τῶν ἱεροποιῶν παρθένων τῶν φυλαττουσῶν τὸ ἀθάνατον πῦρ Ὀρβινία τὴν παρθενίαν ἀπολώλεκε καὶ τὰ ἱερὰ θύει τὰ τῆς πόλεως οὐκ οὖσα καθαρά. κἀκεῖνοι μεταστήσαντες αὐτὴν ἀπὸ τῶν ἱερῶν καὶ προθέντες δίκην, ἐπειδὴ καταφανὴς ἐγένετο ἐλεγχθεῖσα, ῥάβδοις τʼ ἐμαστίγωσαν καὶ πομπεύσαντες διὰ τῆς πόλεως ζῶσαν κατώρυξαν.τῶν δὲ διαπραξαμένων τὴν ἀνοσίαν φθορὰν ὁ μὲν ἕτερος ἑαυτὸν διεχρήσατο, τὸν δʼ ἕτερον οἱ τῶν ἱερῶν ἐπίσκοποι συλλαβόντες ἐν ἀγορᾷ μάστιξιν αἰκισάμενοι καθάπερ ἀνδράποδον ἀπέκτειναν. ἡ μὲν οὖν νόσος ἡ κατασκήψασα εἰς τὰς γυναῖκας καὶ ὁ πολὺς αὐτῶν φθόρος μετὰ τοῦτο τὸ ἔργον εὐθὺς ἐπαύσατο.ἡ δʼ ἐκ πολλοῦ χρόνου διαμένουσα ἐν τῇ πόλει στάσις, ἣν οἱ δημόται πρὸς τοὺς πατρικίους ἐστασίαζον, ἀνίστατο πάλιν. ὁ δʼ ἐξεγείρων αὐτὴν δήμαρχος ἦν Πόπλιος Βολέρων, ὁ τῷ πρόσθεν ἐνιαυτῷ τοῖς περὶ Αἰμίλιόν τε καὶ Ἰούλιον ὑπάτοις ἀπειθήσας, ὅτʼ αὐτὸν ἀντὶ λοχαγοῦ στρατιώτην κατέγραφον, οὐ διʼ ἄλλο τι μᾶλλον ἀποδειχθεὶς ὑπὸ τῶν πενήτων τοῦ δήμου προστάτης — γένος τε γὰρ ἐκ τῶν ἐπιτυχόντων ἦν καὶ τεθραμμένος ἐν πολλῇ ταπεινότητι καὶ ἀπορίᾳ — ἀλλʼ ὅτι τὴν ἀρχὴν τῶν ὑπάτων βασιλικὸν ἔχουσαν ἀξίωμα τέως πρῶτος ἔδοξεν ἰδιώτης ἀνὴρ ἀπειθείᾳ ταπεινῶσαι, καὶ ἔτι μᾶλλον διὰ τὰς ὑποσχέσεις, ἃς ἐποιεῖτο μετιὼν τὴν ἀρχὴν κατὰ τῶν πατρικίων,ὡς ἀφαιρησόμενος αὐτῶν τὴν ἰσχύν. ὃς ἐπειδὴ τάχιστα ἐξεγένετο αὐτῷ λωφήσαντος τοῦ δαιμονίου χόλου τὰ πολιτικὰ πράττειν, συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν νόμον εἰσφέρει περὶ τῶν δημαρχικῶν ἀρχαιρεσίων, μετάγων αὐτὰ ἐκ τῆς φρατριακῆς ψηφοφορίας, ἣν οἱ Ῥωμαῖοι καλοῦσιν κουριᾶτιν, ἐπὶ τὴν φυλετικήν. τίς δὲ τούτων διαφορὰ τῶν ἀρχαιρεσίων, ἐγὼ σημανῶ.τὰς μὲν φρατριακὰς ψηφοφορίας ἔδει προβουλευσαμένης τῆς βουλῆς καὶ τοῦ πλήθους κατὰ φράτρας τὰς ψήφους ἐπενέγκαντος, καὶ μετʼ ἀμφότερα ταῦτα τῶν παρὰ τοῦ δαιμονίου σημείων τε καὶ οἰωνῶν μηδὲν ἐναντιωθέντων, τότε κυρίας εἶναι· τὰς δὲ φυλετικὰς μήτε προβουλεύματος γενομένου μήτε τῶν ἱερέων τε καὶ οἰωνοσκόπων ἐπιθεσπισάντων, ἐν ἡμέρᾳ μιᾷ τελεσθείσας ὑπὸ τῶν φυλετῶν τέλος ἔχειν. καὶ ἦσαν ἐκ τῶν λοιπῶν τεττάρων δημάρχων οἱ συνεισφέροντες αὐτῷ δύο δήμαρχοι τὸν νόμον· οὓς προσεταιρισάμενος ἐλαττόνων ὄντων τῶν μὴ ταὐτὰ βουλομένων περιῆν.οἱ δʼ ὕπατοι καὶ ἡ βουλὴ καὶ πάντες οἱ πατρίκιοι κωλύειν ἐπεχείρουν τὸν νόμον· ἀφικόμενοί τε κατὰ πλῆθος εἰς τὴν ἀγοράν, ἐν ᾗ προεῖπον οἱ δήμαρχοι κυρώσειν τὸν νόμον ἡμέρᾳ, παντοδαποὺς διῆλθον λόγους, τῶν θʼ ὑπάτων καὶ τῶν πρεσβυτάτων ἐκ τῆς βουλῆς καὶ ἄλλου παντός, ὅτῳ βουλομένῳ ἦν, τὰς ἐνούσας ἐν τῷ νόμῳ διεξιόντος ἀτοπίας. ἀντιλεξάντων δὲ τῶν δημάρχων καὶ αὖθις τῶν ὑπάτων, καὶ μέχρι πολλοῦ τῆς ἁψιμαχίας τῶν λόγων ἐκμηκυνθείσης, ἐκείνην μὲν τὴν ἐκκλησίαν διέλυσεν εἰς νύκτα συγκλεισθεὶς ὁ χρόνος. προθέντων δὲ πάλιν τῶν δημάρχων εἰς τρίτην ἀγορὰν τὴν περὶ τοῦ νόμου διάγνωσιν, καὶ συνελθόντος ἔτι πλείονος εἰς αὐτὴν ὄχλου τὸ παραπλήσιον τῷ προτέρῳ