ἀλλὰ μὴ μετὰ τοῦ βιάζεσθαι. αἱ γὰρ ἑκούσιοι δωρεαὶ τοῖς τε προεμένοις ἡδίους τῶν ἠναγκασμένων εἰσί, καὶ τοῖς λαμβάνουσι βεβαιότεραι τῶν μὴ τοιούτων. ὃ μὰ τοὺς θεοὺς οὐ λογίζεσθε ὑμεῖς, ἀλλʼ ὑπὸ τῶν δημαγωγῶν, ὥσπερ θάλαττα ὑπʼ ἀνέμων ἄλλων ἐπʼ ἄλλοις ἐπανισταμένων, ἀνακινούμενοί τε καὶ ἀγριαινόμενοι οὐδὲ τὸν ἐλάχιστον χρόνον ἐν ἡσυχίᾳ καὶ γαλήνῃ διακεῖσθαι τὴν πόλιν ἐᾶτε. τοιγάρτοι παρέστη ἡμῖν κρείττονα ἡγεῖσθαι τῆς εἰρήνης τὸν πόλεμον· ὅταν μέν γε πολεμῶμεν, τοὺς ἐχθροὺς κακῶς ποιοῦμεν, ὅταν δʼ εἰρήνην ἄγωμεν, τοὺς φίλους. καίτοι, ὦ δημόται, εἰ μὲν ἅπαντα τὰ βουλεύματα τοῦ συνεδρίου καλὰ καὶ συμφέροντα ἡγεῖσθʼ εἶναι, ὥσπερ ἐστί, τί οὐχὶ καὶτοῦθʼ ἓν ἐξ αὐτῶν ὑπολαμβάνετʼ εἶναι; εἰ δὲ μηδὲν ἁπλῶς τὴν βουλὴν τῶν δεόντων οἴεσθε φρονεῖν, ἀλλʼ αἰσχρῶς καὶ κακῶς τὴν πόλιν ἐπιτροπεύειν, τί δή ποτʼ οὐχὶ μεταστησάμενοι αὐτὴν ἀθρόαν, αὐτοὶ ἄρχετε καὶ βουλεύετε καὶ τοὺς ὑπὲρ τῆς ἡγεμονίας πολέμους ἐκφέρετε, ἀλλὰ περικνίζετε αὐτὴν καὶ κατὰ μικρὰ διαλύετε τοὺς ἐπιφανεστάτους ἀναρπάζοντες ἐν ταῖς δίκαις; ἄμεινον γὰρ ἦν ἅπασιν ἡμῖν κοινῇ πολεμεῖσθαι, ἢκαθʼ ἕνα ἕκαστον ἰδίᾳ συκοφαντεῖσθαι. ἀλλὰ γὰρ οὐχ ὑμεῖς αἴτιοι τούτων, ὥσπερ ἔφην, ἀλλʼ οἱ συνταράττοντες ὑμᾶς δημαγωγοὶ οὔτʼ ἄρχεσθαι ὑπομένοντες οὔτʼ ἄρχειν εἰδότες. καὶ ὅσον μὲν ἐπὶ τῇ τούτων ἀφροσύνῃ τε καὶ ἀπειρίᾳ πολλάκις ἂν ὑμῖν τόδε τὸ σκάφος ἀνετράπη, νῦν δʼ ἡ τὰ τούτων σφάλματα ἐπανορθοῦσα καὶ ἐν ὀρθῇ παρέχουσα ὑμῖν τῇ πόλει πλεῖν, ἡ πλεῖστα δεινὰ ὑπʼ αὐτῶν ἀκούουσά ἐστι βουλή.ταῦτʼ εἴθʼ ἡδέα ἐστὶν ὑμῖν ἀκούειν εἴτʼ ἀνιαρά, μετὰ πάσης ἀληθείας εἴρηταί μοι καὶ τετόλμηται· καὶ μᾶλλον αἱροίμην ἂν παρρησίᾳ συμφερούσῃ τῷ κοινῷ χρώμενος ἀποθανεῖν, ἢ τὰ πρὸς ἡδονὴν ὑμῖν λέγων σεσῶσθαι.τοιούτους εἰπὼν λόγους καὶ οὔτε πρὸς ὀλοφυρμοὺς καὶ ἀνακλαύσεις τῆς συμφορᾶς τραπόμενος, οὔτʼ ἐν δεήσεσι καὶ προκυλισμοῖς ἀσχήμοσι ταπεινὸς φανείς, οὔτʼ ἄλλην ἀγεννῆ διάθεσιν ἀποδειξάμενος οὐδεμίαν παρέδωκε τὸν λόγον τοῖς συναγορεύειν ἢ μαρτυρεῖν βουλομένοις. πολλοὶ μὲν οὖν καὶ ἄλλοι παριόντες ἀπέλυον αὐτὸν τῆς αἰτίας, μάλιστα δὲ Οὐεργίνιος ὁ κατὰ τὸν αὐτὸν ὑπατεύσας χρόνον καὶ τῆς νίκης αἴτιος εἶναι δοκῶν· ὃς οὐ μόνον ἀναίτιον αὐτὸν ἀπέφαινεν, ἀλλὰ καὶ ὡς κράτιστον ἀνδρῶν τὰ πολέμια καὶ στρατηγῶν φρονιμώτατον ἐπαινεῖσθαίτε καὶ τιμᾶσθαι ὑπὸ πάντων ἠξίου. ἔφη δὲ δεῖν, εἰ μὲν ἀγαθὸν οἴονται τέλος εἰληφέναι τὸν πόλεμον ἀμφοτέροις σφίσι τὴν χάριν εἰδέναι· εἰ δὲ πονηρὸν ἀμφοτέρους ζημιοῦν· κοινὰ γὰρ αὐτοῖς καὶ τὰ βουλεύματα καὶ τὰ ἔργα καὶ τὰς ἐκ τοῦ δαιμονίου τύχας γεγονέναι. ἦν δʼ οὐ μόνον ὁ λόγος τοῦ ἀνδρός, ἀλλὰ καὶ ὁ βίος πείθων, ἐν ἅπασιν ἐξητασμένος ἔργοις ἀγαθοῖς.προσῆν δὲ τούτοις, ὃ πλεῖστον ἐκίνησεν οἶκτον, ὄψεως σχῆμα συμπαθές, οἷον περὶ αὐτοὺς τοὺς πεπονθότας ἢ μέλλοντας πάσχειν τὰ δεινὰ γίνεσθαι φιλεῖ. ὥστε καὶ τοὺς προσήκοντας τοῖς ἀπολωλόσι καὶ δοκοῦντας ἀδιαλλάκτως ἔχειν πρὸς τὸν αἴτιον σφίσι τῆς συμφορᾶς, μαλακωτέρους γενέσθαι καὶ ἀποθέσθαι τὴν ὀργήν, ὡς ἐδήλωσαν. ἀναδοθεισῶν γὰρ τῶν ψήφων οὐδεμία φυλὴ τοῦ ἀνδρὸς κατεψηφίσατο. ὁ μὲν οὖν τὸν Σερουίλιον καταλαβὼν κίνδυνος τοιούτου τέλους ἔτυχεν.οὐ πολλῷ δʼ ὕστερον χρόνῳ στρατιὰ Ῥωμαίων ἐξῆλθεν ἐπὶ Τυρρηνοὺς ἄγοντος θατέρου τῶν ὑπάτων Ποπλίου Οὐαλερίου. συνέστη γὰρ αὖθις ἡ Οὐιεντανῶν δύναμις προσθεμένων αὐτοῖς Σαβίνων, οἳ τέως ὀκνοῦντες αὐτοῖς συνάρασθαι τοῦ πολέμου ὡς ἀδυνάτων ἐφιεμένοις, τότʼ, ἐπειδὴ τήν τε Μενηνίου φυγὴν ἔγνωσαν καὶ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον τῆς Ῥώμης ὄρους, τεταπεινῶσθαι νομίσαντες τάς τε δυνάμεις τὰς Ῥωμαίων καὶ τὸ φρόνημα τῆς πόλεως ἡττῆσθαι, συνελάμβανον τοῖς Τυρρηνοῖς πολλὴν ἀποστείλαντες δύναμιν.οἱ δὲ Οὐιεντανοὶ τῇ τε σφετέρᾳ δυνάμει πεποιθότες καὶ τῇ Σαβίνων νεωστὶ ἡκούσῃ καὶ τὰς παρὰ τῶν ἄλλων Τυρρηνῶν ἐπικουρίας περιμένοντες προθυμίαν μὲν εἶχον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν τῇ πλείονι τῆς σφετέρας στρατιᾶς, ὡς οὐδενὸς αὐτοῖς ὁμόσε χωρήσοντος, ἀλλὰ δυεῖν θάτερον, ἢ ἐκ τειχομαχίας αἱρήσοντες τὴν πόλιν ἢ λιμῷ κατεργασόμενοι.ἔφθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν ὁ Οὐαλέριος, ἐν ᾧ ἔτι ἔμελλον ἐκεῖνοι καὶ τοὺς ὑστερίζοντας συμμάχους ἀνέμενον, αὐτὸς ἀγαγὼν Ῥωμαίων τὴν κρατίστην ἀκμὴν καὶ τὸ παρὰ τῶν συμμάχων ἐπικουρικόν, οὐκ ἐκ τοῦ φανεροῦ ποιησάμενος τὴν ἔξοδον, ἀλλʼ ὡς μάλιστα λήσεσθαι αὐτοὺς ἔμελλε. προελθὼν γὰρ ἐκ τῆς Ῥώμης περὶ δείλην ὀψίαν καὶ διαβὰς τὸν Τέβεριν οὐ μακρὰν ἀποσχὼν τῆς πόλεως κατεστρατοπέδευσεν· ἔπειτʼ ἀναστήσας τὴν στρατιὰν περὶ μέσας νύκτας ἦγεν ἐν τάχει, καὶ πρὶν ἡμέραν γενέσθαι θατέρῳ χάρακι τῶν πολεμίων ἐπέβαλε.δύο γὰρ ἦν στρατόπεδα χωρὶς μὲν τὸ Τυρρηνῶν, ἑτέρωθι δὲ τὸ Σαβίνων, οὐ διὰ μακροῦ ἀλλήλων ἀπέχοντα. πρώτῃ δὲ προσαγαγὼν τὴν δύναμιν τῇ Σαβίνων στρατοπεδείᾳ, καθυπνωμένων ἔτι τῶν πλείστων καὶ οὐδεμιᾶς οὔσης ἀξιολόγου φυλακῆς, οἷα ἐν φιλίᾳ τε γῇ καὶ κατὰ πολλὴν ὑπεροψίαν τῶν πολεμίων οὐδαμῇ ἀγγελλομένων, ἐξ ἐφόδου γίνεται ταύτης ἐγκρατής. τῶν δʼ ἀνθρώπων οἱ μὲν ἐν ταῖς κοίταις ἔτι ὄντες κατεσφάγησαν, οἱ δʼ ἀνιστάμενοι ἀρτίως καὶ τὰ ὅπλα ἐνδυόμενοι, οἱ δʼ ὡπλισμένοι μέν, σποράδες δὲ καὶ οὐκ ἐν τάξει ἀμυνόμενοι, οἱ δὲ πλεῖστοι φεύγοντες ἐπὶ τὸν ἕτερον χάρακα ὑπὸ τῶν ἱππέων καταλαμβανόμενοι διεφθάρησαν.