Σερουιλίῳ δὲ θατέρῳ τῶν ὑπάτων ὑπὸ σπουδῆς τε καὶ αὐθαδείας ἐπὶ τὸν ἀγῶνα χωρήσαντι πολὺ τὸ παρὰ γνώμην ἀπήντησε, καρτερῶς πάνυ τῶν Οὐολούσκων ἀντιταξαμένων, ὥστʼ ἠναγκάσθη πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας ἀπολέσας μηκέτι χωρεῖν ὁμόσε τοῖς πολεμίοις, ἀλλʼ ἐν τῷ χάρακι ὑπομένων ἀκροβολισμοῖς καὶ ψιλῶνσυμπλοκαῖς διαφέρειν ἔγνω τὸν πόλεμον. Λεύκιος δʼ Αἰμίλιος, ὁ πεμφθεὶς ἐπὶ Τυρρηνούς, εὑρὼν ἐξεστρατευμένους πρὸ τῆς πόλεως τοὺς Οὐιεντανοὺς καὶ σὺν αὐτοῖς πολὺ τὸ παρὰ τῶν ὁμοεθνῶν ἐπικουρικόν, οὐδὲν ἔτι μελλήσας ἔργου εἴχετο· ἡμέραν δʼ, ἀφʼ ἧς τὸν χάρακα ἔθετο, διαλιπὼν ἐξῆγε τὰς δυνάμεις εἰς μάχην, θρασέως πάνυ τῶν Οὐιεντανῶν ὁμόσε χωρούντων. ἰσορρόπου δὲ τοῦ ἀγῶνος γινομένου τοὺς ἱππεῖς ἀναλαβὼν ἐνσείει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας, καί, ἐπειδὴ τοῦτο διεσάλευσεν, ἐπὶ θάτερον ἐχώρει, ὅπου μὲν ἱππάσιμον εἴη χωρίον ἀπὸ τῶν ἵππων μαχόμενος, ὅπου δʼ ἄνιππον ἀποκαταβαίνων τε καὶ πεζὸς ἀγωνιζόμενος. πονούντων δὲ τῶν κεράτων ἀμφοτέρων οὐδʼ οἱ κατὰ μέσον ἔτι ἀντεῖχον, ἀλλʼ ἐξεώσθησαν ὑπὸ τῶν πεζῶν, καὶ μετὰ τοῦτο πάντες ἔφυγον ἐπὶ τὸν χάρακα.ὁ δʼ Αἰμίλιος ἠκολούθει τοῖς φεύγουσι συντεταγμένην τὴν δύναμιν ἔχων καὶ πολλοὺς διέφθειρε. γενόμενος δὲ πλησίον τοῦ χάρακος καὶ προσβαλὼν ἐκ διαδοχῆς ἐκείνην τε παρέμεινε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα, τῇ δʼ ἑξῆς ἡμέρᾳ κόπῳ τε καὶ τραύμασι τῶν πολεμίων καὶ ἀγρυπνίᾳ ἀπειρηκότων ἐγκρατὴς γίνεται τοῦ χάρακος. οἱ δὲ Τυρρηνοί, ὡς εἶδον ἐπιβαίνοντας ἤδη τοὺς Ῥωμαίους τοῖς περισταυρώμασιν, ἐκλιπόντες τὸ στρατόπεδον ἔφευγον, οἱ μὲν εἰς τὴν πόλιν, οἱ δʼ εἰς τὰ πλησίον ὄρη.ταύτην μὲν οὖν τὴν ἡμέραν ἐν τῷ χάρακι τῶν πολεμίων ἔμεινεν ὁ ὕπατος, τῇ δʼ ἑξῆς ἡμέρᾳ στεφανώσας τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις ταῖς ἐκπρεπεστάταις δωρεαῖς, πάντα τὰ ἐγκαταληφθέντα ἐν τῷ χάρακι ὑποζύγιά τε καὶ ἀνδράποδα καὶ σκηνὰς πολλῶν ἀγαθῶν γεμούσας τοῖς στρατιώταις ἐχαρίσατο. καὶ ἐγένετο ἐν πολλῇ εὐπορίᾳ τὸ τῶν Ῥωμαίων στράτευμα ὡς ἐξ οὐδεμιᾶς ἑτέρας πώποτε μάχης. ἁβροδίαιτον γὰρ δὴ καὶ πολυτελὲς τὸ τῶν Τυρρηνῶν ἔθνος ἦν οἴκοι τε καὶ ἐπὶ στρατοπέδου, περιαγόμενον ἔξω τῶν ἀναγκαίων πλούτου τε καὶ τέχνης ἔργα παντοῖα πρὸς ἡδονὰς μεμηχανημένα καὶ τρυφάς.ταῖς δʼ ἑξῆς ἡμέραις ἀπειρηκότες ἤδη τοῖς κακοῖς οἱ Οὐιεντανοὶ τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἱκετηρίας φέροντας ἀπέστειλαν ὡς τὸν ὕπατον ὑπὲρ τῆς εἰρήνης διαλεξομένους. καὶ οἱ ἄνδρες ὀλοφυρόμενοί τε καὶ ἀντιβολοῦντες καὶ τἆλλʼ, ὅσα ἐπαγωγὰ ἦν εἰς ἔλεον, μετὰ πολλῶν δακρύων διεξιόντες πείθουσι τὸν ὕπατον ἐπιτρέψαι σφίσι τοὺς πρεσβευτὰς εἰς Ῥώμην ἀποστεῖλαι τοὺς ὑπὲρ τῆς καταλύσεως τοῦ πολέμου πρὸς τὴν βουλὴν διαλεξομένους, ἕως δʼ ἂν οἱ πρέσβεις ἀφίκωνται φέροντες τὰς ἀποκρίσεις, μηδὲν αὐτῶν κακουργεῖν τὴν χώραν. ἵνα δʼ αὐτοῖς ἐγγένηται ταῦτα πράττειν, σῖτόν τε ὡμολόγησαν τῇ Ῥωμαίων στρατιᾷ διμήνου παρέξειν, καὶ χρήματα εἰς ὀψωνιασμὸνἓξ μηνῶν, ὡς ὁ κρατῶν ἔταξε. καὶ ὁ μὲν ὕπατος λαβὼν τὰ κομισθέντα καὶ διαδοὺς τῇ στρατιᾷ ποιεῖται τὰς πρὸς αὐτοὺς ἀνοχάς. ἡ δὲ βουλὴ τῆς πρεσβείας ἀκούσασα καὶ τὰ τοῦ ὑπάτου γράμματʼ ἀναλεξαμένη πολλὴν ποιουμένου παράκλησιν καὶ παραινοῦντος ὡς τάχιστα καταθέσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον, δόγμα ἐξήνεγκε διδόναι τὴν εἰρήνην, ὡς ᾐτοῦντο οἱ πολέμιοι· ἐφʼ οἷς δὲ δικαίοις αὕτη γενήσεται, τὸν ὕπατον καταστήσασθαι Λεύκιον Αἰμίλιον, ὡς ἂν αὐτῷφανῇ κράτιστα ἕξειν. ταύτας λαβὼν τὰς ἀποκρίσεις ὁ ὕπατος σπένδεται πρὸς τοὺς Οὐιεντανούς, ἐπιεικεστέραν μᾶλλον ἢ συμφορωτέραν τοῖς κεκρατηκόσι ποιησάμενος εἰρήνην, οὔτε χώραν αὐτῶν ἀποτεμόμενος οὔτε χρημάτων ἄλλων ἐπιθεὶς ζημίαν, οὔτε ὁμήρων δόσει τὸ πιστὸν ἐν τοῖς συγκειμένοις βεβαιωσάμενος.τοῦτʼ αὐτῷ μέγαν ἤνεγκε φθόνον, καὶ τοῦ μὴ λαβεῖν παρὰ τῆς βουλῆς τὰς ἐπὶ τοῖς κατωρθωμένοις χάριτας αἴτιον ἐγένετο. ἐνέστησαν γὰρ αὐτῷ τὸν θρίαμβον αἰτουμένῳ τὴν αὐθάδειαν αἰτιώμενοι τῶν συνθηκῶν, ὅτι οὐ μετὰ κοινῆς γνώμης αὐτὰς ἔπραξεν. ἵνα δὲ μὴ πρὸς ὕβριν ἢ πρὸς ὀργὴν λάβῃ τὸ πρᾶγμα, ἐπὶ Οὐολούσκους αὐτὸν ἐψηφίσαντο τὴν δύναμιν ἀπάγειν ἐπικουρίας τοῦ συνάρχοντος ἕνεκα, εἰ δύναιτο κατορθώσας τὸν ἐκεῖ πόλεμον — ἦν γὰρ ἐν αὐτῷ πολὺ τὸ ἀνδρεῖον — ἀφανίσαι τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ὀργάς. ὁ δʼ ἀνὴρ ἀγανακτῶν ἐπὶ τῇ ἀτιμίᾳ πολλὴν ἐποιήσατο τῆς βουλῆς ἐν τῷ δήμῳ κατηγορίαν, ὡς ἀχθομένης ἐπὶ τῷ λελύσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον. ἔφη δὲ τοῦτʼ αὐτοὺς ἐξ ἐπιβουλῆς καὶ ὑπεροψίας τῶν πενήτων ποιεῖν, ἵνα μὴ τῶν ὑπερορίων ἀπαλλαγέντες πολέμων ἀπαιτῶσι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις,πολλοστὸν ἔτος ἤδη φενακιζόμενοι πρὸς αὐτῶν. ταῦτα καὶ πολλὰ τούτοις ὅμοια εἰπὼν καὶ διʼ ὀργῆς ἀκράτου τῶν πατρικίων ὀνείδη κατασκεδάσας, τήν τε συστρατευσαμένην αὐτῷ δύναμιν ἀπέλυσε τῶν σημείων καὶ τὴν μετὰ Φουρίου τοῦ ἀνθυπάτου διατρίβουσαν ἐν Αἰκανοῖς μεταπεμψάμενος ἀφῆκεν ἐπὶ τὰ σφέτερα· ἐξ ὧν πολλὴν πάλιν ἐποίησεν ἐξουσίαν τοῖς δημάρχοις κατηγορεῖν τῶν βουλευτῶν ἐν ταῖς ἐκκλησίαις καὶ διιστάναι τοὺς πένητας ἀπὸ τῶν εὐπόρων.