ἀδημονούσης δʼ αὐτῆς ἐπʼ ἀμφοτέροις τούτοις συγκαλέσαντες οἱ δύο Φάβιοι τοὺς μετέχοντας τοῦ σφετέρου γένους καὶ βουλευσάμενοι μετʼ αὐτῶν ὑπέσχοντο τῇ βουλῇ τοῦτο τὸ κινδύνευμα αὐτοὶ περὶ πάντων ἑκόντες ὑπομενεῖν, πελάτας τε τοὺς ἑαυτῶν ἐπαγόμενοι καὶ φίλους καὶ τέλεσι τοῖς ἰδίοις, ὅσον ἂν χρόνον ὁ πόλεμος διαμένῃ, στρατευόμενοι.ἀγασθέντων δʼ αὐτοὺς ἁπάντων τοῦ γενναίου τῆς προθυμίας καὶ τὸ νικᾶν παρʼ ἓν τοῦτο τὸ ἔργον τιθεμένων, κλεινοὶ καὶ περιβόητοι καθʼ ὅλην τὴν πόλιν ὄντες ἐξῄεσαν ἀναλαβόντες τὰ ὅπλα σὺν εὐχαῖς καὶ θυσίαις. ἡγεῖτο δʼ αὐτῶν Μάρκος Φάβιος ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει καὶ νικήσας τοὺς Τυρρηνοὺς τῇ μάχῃ, τετρακισχιλίους μάλιστα ἐπαγόμενος, ὧν τὸ μὲν πλεῖον πελατῶν τε καὶ ἑταίρων ἦν, ἐκ δὲ τοῦ Φαβίων γένους ἓξ καὶ τριακόσιοι ἄνδρες. εἵπετο δʼ αὐτοῖς μετʼ οὐ πολὺ καὶ ἡ Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Καίσων Φάβιος ὁ ἕτερος τῶν ὑπάτων.γενόμενοι δὲ ποταμοῦ Κρεμέρας πλησίον, ὃς οὐ μακρὰν ἀπέχει τῆς Οὐιεντανῶν πόλεως, ὑπὲρ ὄχθου τινὸς ἀποτόμου καὶ περιρρῶγος ἐπετείχιζον αὐτοῖς φρούριον ἱκανὸν φυλάττεσθαι τοσαύτῃ στρατιᾷ τάφρους τʼ ὀρυξάμενοι περὶ αὐτὸ διπλᾶς καὶ πύργους ἐγείραντες πυκνούς· καὶ ὠνομάσθη τὸ φρούριον ἐπὶ τοῦ ποταμοῦ Κρεμέρα. οἷα δὲ πολυχειρίας τʼ ἐργαζομένης καὶ ὑπάτου συλλαμβάνοντος,θᾶττον ἢ κατὰ δόξαν ἐτελέσθη τὸ ἔργον. καὶ μετὰ τοῦτʼ ἐξαγαγὼν τὴν δύναμιν παρήλασεν ἐπὶ θάτερα τὰ μέρη τῆς Οὐιεντανῶν χώρας τὰ πρὸς τὴν ἄλλην ἐστραμμένα Τυρρηνίαν, ἔνθα ἦν τοῖς Οὐιεντανοῖς τὰ βοσκήματα, οὐδέποτε στρατὸν ἥξειν Ῥωμαίων ἐκεῖ προσδεχομένοις. περιβαλόμενος δὲ πολλὴν λείαν ἀπῆγεν ἐπὶ τὸ νεόκτιστον φρούριον, χαίρων ἐπὶ τῇ ἄγρᾳ κατʼ ἀμφότερα, τῆς τʼ οὐ διὰ μακροῦ τῶν πολεμίων τιμωρίας ἕνεκα, καὶ ὅτι τοῖς φρουροῖς τοῦ χωρίου πολλὴν ἔμελλε παρέξειν εὐπορίαν. οὐδὲν γὰρ οὔτʼ εἰς τὸ δημόσιον ἀνήνεγκεν, οὔτε τοῖς στρατευομένοις ἰδιώταις ἀπένειμεν, ἀλλὰ καὶ πρόβατα καὶ ὑποζύγια καὶ ζεύγη βοεικὰ καὶ σίδηρον καὶ τἆλλα, ὅσα εἰς γεωργίαν ἐπιτήδεια ἦν, τοῖς περιπόλοις τῆς χώρας ἐχαρίσατο.ταῦτα διαπραξάμενος ἀπῆγεν ἐπʼ οἴκου τὴν στρατιάν. τοῖς δὲ Οὐιεντανοῖς μετὰ τὸν ἐπιτειχισμὸν τοῦ χωρίου κακῶς πάνυ τὰ πράγματʼ εἶχεν, οὔτε τὴν γῆν ἔτι δυναμένοις ἀσφαλῶς γεωργεῖν οὔτε τὰς ἔξωθεν εἰσαγομένας ἀγορὰς δέχεσθαι.νείμαντες γὰρ εἰς τέτταρα μέρη τὴν στρατιὰν οἱ Φάβιοι, τῷ μὲν ἑνὶ διεφύλαττον τὸ χωρίον, τοῖς δὲ τρισὶ τὴν χώραν τῶν πολεμίων ἄγοντές τε καὶ φέροντες ἀεὶ διετέλουν· καὶ πολλάκις τῶν Οὐιεντανῶν ἐκ τοῦ φανεροῦ τʼ αὐτοῖς ἐπιθεμένων χειρὶ οὐκ ὀλίγῃ καὶ εἰς χωρία ἐνέδραις κατεχόμενα ὑπαγομένων, περιῆσαν ἀμφοτέρως καὶ πολλοὺς νεκροὺς ποιήσαντες ἀσφαλῶς ἀπῄεσαν εἰς τὸ χωρίον. ὥστʼ οὐδʼ ὁμόσε χωρεῖν αὐτοῖς ἔτι οἱ πολέμιοι ἐτόλμων, ἀλλὰ τειχήρεις μένοντες τὰ πολλὰ καὶ κλέπτοντες τὰς ἐξόδους διετέλουν, καὶ ὁ μὲν χειμὼν ἐκεῖνος οὕτως ἐτελεύτα.τῷ δὲ κατόπιν ἔτει Λευκίου τʼ Αἰμιλίου καὶ Γαίου Σερουιλίου τὴν ὑπατείαν παρειληφότων ἀπηγγέλη Ῥωμαίοις, ὅτι Οὐολοῦσκοι καὶ Αἰκανοὶ συνθήκας πεποίηνται στρατιὰς κατʼ αὐτῶν ἅμα ἐξάγειν, καὶ οὐ διὰ μακροῦ εἰς τὴν χώραν ἐμβαλοῦσι· καὶ ἦν ἀληθῆ τὰ λεγόμενα. θᾶττον γοῦν ἢ προσεδόκα τις ἀμφότεροι τὰς δυνάμεις ἔχοντες ἐδῄουν τὴν κατὰ σφᾶς ἕκαστοι χώραν, ὡς οὐχ ἱκανῶν ἐσομένων Ῥωμαίων τῷ τε Τυρρηνικῷ πολέμῳ ἀντέχειν καὶ σφᾶς ἐπιόντας δέχεσθαι.καὶ ἕτεροι αὖθις ἥκοντες ἐκπεπολεμῶσθαι πρὸς αὐτοὺς Τυρρηνίαν ἀπήγγελλον ὅλην καὶ παρεσκευάσθαι Οὐιεντανοῖς κοινὴν ἀποστέλλειν συμμαχίαν. κατέφυγον γὰρ ὡς αὐτοὺς ἀδύνατοι ὄντες ἐξελεῖν διʼ ἑαυτῶν τὸ φρούριον Οὐιεντανοί, συγγενείας τε ὑπομιμνῄσκοντες καὶ φιλίας καὶ ὅσους μετʼ αὐτῶν ἤραντο πολέμους διεξιόντες· ἀντὶ πάντων δὲ τούτων ἀξιοῦντες συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων πολέμου, ὡς σφῶν τε προκαθημένων Τυρρηνίας ὅλης καὶ τὸν πόλεμον ἀνακωχευόντων τὸν ἀπὸ Ῥώμης ῥέοντα κατὰ πάντων τῶν ὁμοεθνῶν. καὶ οἱ Τυρρηνοὶ πεισθέντες ὑπέσχοντο πέμψειν αὐτοῖςὅσην ἠξίουν σημμαχίαν. ταῦθʼ ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο τρισσὰς ἐκπέμψειν στρατιάς, καὶ γενομένων ἐν τάχει τῶν καταλόγων Λεύκιος μὲν Αἰμίλιος ἐπὶ Τυρρηνοὺς ἐπέμφθη· συνήρατο δʼ αὐτῷ τῆς ἐξόδου Καίσων Φάβιος, ὁ νεωστὶ τὴν ἀρχὴν ἀποθέμενος, δεηθεὶς τῆς βουλῆς ἐπιτρέψαι αὐτῷ τοῖς ἐν Κρεμέρᾳ συγγενέσιν, οὓς ὁ ἀδελφὸς αὐτοῦ φρουρήσοντας τὸ χωρίον ἐξήγαγε, συνεῖναί τε καὶ τῶν αὐτῶν ἀγώνων μετέχειν· καὶ ἐξῆλθε σὺν τοῖς ἀμφʼ αὐτὸν ἐξουσίᾳ κοσμηθεὶς ἀνθυπάτῳ.Γάιος δὲ Σερουίλιος ὁ ἕτερος τῶν ὑπάτων ἐπὶ Οὐολούσκους ἐστράτευσε· Σερούιος δὲ Φούριος ἀνθύπατος ἐπὶ τὸ Αἰκανῶν ἔθνος. ἑκάστῳ δʼ αὐτῶν δύο μὲν τάγματα Ῥωμαίων εἵπετο, Λατίνων δὲ καὶ Ἑρνίκων καὶ τῶν ἄλλων συμμάχων οὐκ ἐλάττω τῆς Ῥωμαικῆς δυνάμεως. τῷ μὲν οὖν ἀνθυπάτῳ Σερουίῳ κατὰ νοῦν ὁ πόλεμος ἐχώρησε καὶ σὺν τάχει. μιᾷ γὰρ ἐτρέψατο τοὺς Αἰκανοὺς μάχῃ καὶ ταύτῃ δίχα πόνου, τῇ πρώτῃ τοὺς πολεμίους ἐκπλήξας ἐφόδῳ, καὶ τὸ λοιπὸν ἐδῄου τὴν γῆν αὐτῶν καταπεφευγότων εἰς τὰ ἐρύματα.