ἔπειτα κατὰ μικρὸν οἱ Οὐολοῦσκοι ὑπεχώρουν ἐν κόσμῳ τε καὶ τάξει δεχόμενοι τοὺς Ῥωμαίους. στρατήγημα δὲ τοῦτʼ ἦν, ἵνα διασπάσωσί τʼ αὐτῶν τὰς τάξεις καὶ ἐξ ὑπερδεξιοῦ γένωνται χωρίου.οἱ δʼ ὑπολαβόντες αὐτοὺς ἄρχειν φυγῆς ἠκολούθουν βάδην μὲν ἀπιοῦσι καὶ αὐτοὶ σὺν κόσμῳ ἑπόμενοι, ἐπειδὴ δὲ δρόμῳ χωροῦντας ἐπὶ τὸν χάρακα ἐθεάσαντο, ταχείᾳ καὶ αὐτοὶ διώξει καὶ ἀσυντάκτῳ χρώμενοι. οἱ δὲ δὴ τελευταῖοί τε καὶ ὀπισθοφυλακοῦντες λόχοι νεκρούς τʼ ἐσκύλευον, ὡς κεκρατηκότες ἤδη τῶν πολεμίων, καὶ ἐφʼ ἁρπαγὴν τῆς χώρας ἐτράποντο.μαθόντες δʼ οἱ Οὐολοῦσκοι ταῦτʼ οἵ τε δόξαν παρασχόντες φυγῆς, ἐπειδὴ τοῖς ἐρύμασι τοῦ χάρακος ἐπλησίασαν, ὑποστραφέντες ἔστησαν, καὶ οἱ καταλειφθέντες ἐν τῷ στρατοπέδῳ τὰς πύλας ἀναπετάσαντες ἐξέδραμον ἀθρόοι κατὰ πολλὰ μέρη· γίνεταί τʼ αὐτῶν παλίντροπος ἡ μάχη· οἱ μὲν γὰρ διώκοντες ἔφευγον, οἱ δὲ φεύγοντες ἐδίωκον. ἔνθα πολλοὶ καὶ ἀγαθοὶ Ῥωμαίων θνήσκουσιν οἷα εἰκὸς ὠθούμενοι κατὰ πρανοῦς χωρίου καὶ ὑπὸ πολλῶν ὀλίγοι κυκλωθέντες.ἀδελφὰ δὲ τούτοις ἔπασχον, ὅσοι πρὸς σκῦλά τε καὶ ἁρπαγὰς τραπόμενοι τὸ ἐν κόσμῳ τε καὶ τάξει ὑποχωρεῖν ἀφῃρέθησαν· καὶ γὰρ καὶ οὗτοι καταληφθέντες ὑπὸ τῶν πολεμίων οἱ μὲν ἐσφάγησαν, οἱ δʼ αἰχμάλωτοι ἐλήφθησαν. ὅσοι δὲ τούτων τε καὶ τῶν ἀπὸ τοῦ ὄρους ἀπαραχθέντων διεσώθησαν, ὀψὲ τῆς ὥρας τῶν ἱππέων αὐτοῖς ἐπιβοηθησάντων, ἀπῆλθον ἐπὶ τὸν χάρακα. ἐδόκει τʼ αὐτοῖς συλλαβέσθαι τοῦ μὴ πασσυδὶ διαφθαρῆναι χειμὼν πολὺς ἐξ οὐρανοῦ καταρραγεὶς καὶ σκότος, οἷον ἐν ταῖς βαθείαις ὁμίχλαις γίνεται, ὃ τοῖς πολεμίοις ὄκνον τῆς ἐπὶ πλέον διώξεως παρέσχεν οὐ δυναμένοις τὰ πόρρω καθορᾶν.τῇ δʼ ἐπιούσῃ νυκτὶ ἀναστήσας τὴν στρατιὰν ὁ ὕπατος ἀπῆγε σιγῇ καὶ ἐν κόσμῳ, λαθεῖν τοὺς πολεμίους προνοούμενος· καὶ κατεστρατοπέδευσε παρὰ πόλει λεγομένῃ Λογγόλᾳ περὶ δείλην ὀψίαν, γήλοφον ἱκανὸν ἐρύκειν τοὺς ἐπιόντας ἐκλεξάμενος. ἔνθα ὑπομένων τούς τε ὑπὸ τραυμάτων κάμνοντας ἀνεκτᾶτο θεραπείαις, καὶ τοὺς ἀδημονοῦντας ἐπὶ τῇ παραδόξῳ τοῦ πάθους αἰσχύνῃ παραμυθούμενος ἀνελάμβανε.Ῥωμαῖοι μὲν οὖν ἐν τούτοις ἦσαν· Οὐολοῦσκοι δʼ, ἐπειδὴ ἡμέρα τʼ ἐγένετο καὶ ἔγνωσαν τοὺς πολεμίους ἐκλελοιπότας τὸν χάρακα, προσελθόντες κατεστρατοπέδευσαν. σκυλεύσαντες δὲ τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἡμιθνῆτας, οἷς σωθήσεσθαι ἐλπὶς ἦν, ἀνελόμενοι ταφάς τε ποιησάμενοι τῶν σφετέρων νεκρῶν, εἰς τὴν ἐγγυτάτω πόλιν Ἄντιον ἀνέζευξαν· ἔνθα παιανίζοντες ἐπὶ τῇ νίκῃ καὶ θύοντες ἐν ἅπασιν ἱεροῖς εἰς εὐπαθείας καὶ ἡδονὰς ταῖς ἑξῆς ἡμέραις ἐτράποντο.εἰ μὲν οὖν ἐπὶ τῆς τότε νίκης διέμειναν καὶ μηδὲν ἐπεξειργάσαντο, καλὸν ἂν αὐτοῖς εἰλήφει τέλος ὁ ἀγών. Ῥωμαῖοι γὰρ οὐκ ἂν ὑπέμειναν ἔτι προελθεῖν ἐκ τοῦ χάρακος ἐπὶ πολέμῳ, ἀγαπητὸν δʼ ἂν ἦν, εἰ ἀπῆλθον ἐκ τῆς πολεμίας, κρείττονα τοῦ προδήλου θανάτου τὴν ἄδοξον ἡγησάμενοι φυγήν. νῦν δὲ τοῦ πλείονος ὀρεγόμενοι καὶ τὴν ἐκ τῆς προτέρας νίκης δόξαν ἀπέβαλον.ἀκούοντες γὰρ παρά τε κατασκόπων καὶ τῶν ἐκ τοῦ χάρακος ἀποδεδρακότων, ὅτι κομιδῇ τʼ εἰσὶν οἱ σωθέντες Ῥωμαίων ὀλίγοι καὶ τούτων οἱ πλείους τραυματίαι, πολλὴν αὐτῶν ἐποιήσαντο καταφρόνησιν, καὶ αὐτίκα τὰ ὅπλα ἁρπάσαντες ἔθεον ἐπʼ αὐτούς. πολὺ δὲ καὶ τὸ ἄνοπλον αὐτοῖς ἐκ τῆς πόλεως εἵπετο κατὰ θέαν τοῦ ἀγῶνος καὶ ἅμα ἐφʼ ἁρπαγήν τε καὶ ὠφέλειαν.ἐπεὶ δὲ προσβαλόντες τῷ λόφῳ τόν τε χάρακα περιέστησαν καὶ τὰ περισταυρώματα διασπᾶν ἐπεχείρουν, πρῶτοι μὲν οἱ τῶν Ῥωμαίων ἱππεῖς πεζοὶ μαχόμενοι διὰ τὴν τοῦ χωρίου φύσιν ἐξέδραμον ἐπʼ αὐτούς, ἔπειτα τούτων κατόπιν οἱ καλούμενοι τριάριοι πυκνώσαντες τοὺς λόχους· οὗτοι δʼ εἰσὶν οἱ πρεσβύτατοι τῶν στρατευομένων, οἷς τὰ στρατόπεδα ἐπιτρέπουσι φυλάττειν, ὅταν ἐξίωσιν εἰς τὴν μάχην, καὶ ἐφʼ οὓς τελευταίους, ὅταν ἀθρόα γένηται τῶν ἐν ἀκμῇ φθορά, σπανίζοντες ἑτέρας ἐπικουρίας καταφεύγουσι διὰ τὴν ἀνάγκην. οἱ δʼ Οὐολοῦσκοικατʼ ἀρχὰς μὲν ἐδέξαντο τὴν ἔφοδον αὐτῶν καὶ μέχρι πολλοῦ διέμενον ἐκθύμως ἀγωνιζόμενοι, ἔπειτα διὰ τὴν τοῦ χωρίου φύσιν μειονεκτοῦντες ὑπεχώρουν, καὶ τέλος ὀλίγα μὲν τοὺς πολεμίους καὶ οὐκ ἄξια λόγου ἐργασάμενοι, πλείω δʼ αὐτοὶ παθόντες κακὰ ὑπεχώρησαν εἰς τὸ πεδίον. ἔνθα καταστρατοπεδευσάμενοι ταῖς ἑξῆς ἡμέραις ἐξέταττον τὴν δύναμιν καὶ προὐκαλοῦντο τοὺς Ῥωμαίους εἰς μάχην, οἱ δʼ οὐκ ἀντεξῄεσαν.ὡς δὲ τοῦτʼ εἶδον καταφρονήσαντες αὐτῶν οἱ Οὐολοῦσκοι συνεκάλουν ἐκ τῶν πόλεων δυνάμεις καὶ παρεσκευάζοντο ὡς ἐξελοῦντες πολυχειρίᾳ τὸ φρούριον· ῥᾳδίως τʼ ἂν ἐξειργάσαντο μέγα ἔργον ὑπάτου τε καὶ Ῥωμαϊκῆς δυνάμεως ἢ βίᾳ κρατήσαντες ἢ καὶ ὁμολογίαις· οὐδὲ γὰρ τῶν ἐπιτηδείων ἔτι εὐπόρει τὸ χωρίον· ἔφθη δὲ πρότερον ἐπικουρία Ῥωμαίοις ἐλθοῦσα, ὑφʼ ἧς ἐκωλύθησαν οἱ Οὐολοῦσκοι τὸ κάλλιστον ἐπιθεῖναι τῷ πολέμῳ τέλος.ὁ γὰρ ἕτερος τῶν ὑπάτων Καίσων Φάβιος μαθών, ἐν αἷς ἦν τύχαις ἡ παραταξαμένη Οὐολούσκοις δύναμις, ἐβούλετο μὲν ὡς εἶχε τάχους ἅπασαν ἄγων τὴν δύναμιν εὐθὺς ἐπιέναι τοῖς πολιορκοῦσι τὸ φρούριον. ὡς δʼ οὐκ ἐγίνετο αὐτῷ θυομένῳ τε καὶ οἰωνοῖς χρωμένῳ τὰ ἱερὰ καλά, ἀλλʼ ἠναντιοῦτο πρὸς τὰς ἐξόδους αὐτοῦ τὸ δαιμόνιον, αὐτὸς μὲν ὑπέμεινε, τὰς δὲ κρατίστας ἐπιλεξάμενος σπείρας ἀπέστειλε τῷ συνάρχοντι.