φέρε δή, τί ποιήσειν οἴεσθε Ῥωμαίους ταῦθʼ ὑμῶν προελομένων; πότερον ἀποδώσειν τὰ χωρία ὑμῖν; καὶ τί κωλύσει πάντων αὐτοὺς ἀποστῆναι τῶν ἀλλοτρίων; ἥξουσι γὰρ Αἰκανοί τε καὶ Ἀλβανοὶ καὶ Τυρρηνοὶ καὶ πολλοὶ ἄλλοι τὴν ἑαυτῶν ἕκαστοι γῆν ἀποληψόμενοι. ἢ καθέξειν τὰ χωρία καὶ μηθὲν τῶν δικαίων ποιήσειν; ὅπερ ἐγὼ νομίζω. οὐκοῦν ἀδικεῖσθαι πρότεροι λέγοντες ὑπʼ αὐτῶν κατὰ τὸ ἀναγκαῖον ἐπὶ τὰ ὅπλα χωρήσετε καὶ συμμάχους ἕξετε, ὅσοι τὰ ἑαυτῶν ἀφαιρεθέντες ἀπεγνώκασιν ἄλλως ἂν ἔτι αὐτὰἢ πολεμοῦντες οὐκ ἀπολήψεσθαι. κράτιστος δʼ ὁ καιρὸς καὶ οἷος οὐκ ἕτερος ἐπιθέσθαι Ῥωμαίοις, ὃν ἡ τύχη τοῖς ἀδικουμένοις οὐδʼ ἂν ἐλπισθέντα παρεσκεύασεν, ἐν ᾧ στασιάζουσι καὶ ὑποπτεύουσιν ἀλλήλους καὶ ἡγεμόνας ἔχουσιν ἀπείρους πολέμου. ἃ μὲν οὖν ὑποτίθεσθαι ἔδει λόγοις καὶ παραινεῖν φίλοις, μετὰ πάσης εὐνοίας καὶ πίστεως εἰρημένα ὑπʼ ἐμοῦ, ταῦτʼ ἐστίν, ἃ δὲ παρʼ αὐτὰ τὰ ἔργα ἑκάστοτε προορᾶσθαί τε καὶ μηχανᾶσθαι δεήσει, τοῖς ἡγεμόσι τῆς δυνάμεως ἐπιτρέψατε διανοεῖσθαι.πρόθυμον γὰρ καὶ τοὐμὸν ἔσται, ἐν ᾧ ἄν με τάττητε τόπῳ, καὶ πειράσομαι μηδενὸς εἶναι χείρων μήτε στρατιώτου μήτε λοχαγοῦ μήτε ἡγεμόνος· ἀλλὰ καταχρῆσθέ μοι λαβόντες, ὅπου ἂν μέλλω τι ὑμᾶς ὠφελήσειν, καὶ εὖ ἴστε ὅτι, εἰ πολεμῶν ὑμῖν μεγάλα βλάπτειν δυνατὸς ἦν, καὶ σὺν ὑμῖν ἀγωνιζόμενος μεγάλα δυνήσομαι ὠφελεῖν.τοιαῦτα μὲν ὁ Μάρκιος εἶπεν. οἱ δὲ Οὐολοῦσκοι λέγοντός τε τοῦ ἀνδρὸς ἔτι δῆλοι ἦσαν ἀγάμενοι τοὺς λόγους, καὶ ἐπειδὴ ἐπαύσατο μεγάλῃ βοῇ πάντες ἐπεσήμηναν ὡς τὰ κράτιστα ὑποθεμένῳ λόγον τʼ οὐθενὶ προθέντες ἐπικυροῦσι τὴν γνώμην. γραφέντος δὲ τοῦ δόγματος εὐθὺς ἐξ ἑκάστης πόλεως τοὺς ἐπιφανεστάτους ἄνδρας ἑλόμενοι πρεσβευτὰς εἰς τὴν Ῥώμην ἀπέστειλαν· τῷ δὲ Μαρκίῳ ψηφίζονται βουλῆς τε μετουσίαν ἐν ἁπάσῃ πόλει καὶ ἀρχὰς ἐξεῖναι πανταχόσε μετιέναι καὶ τῶν ἄλλων, ὁπόσα τιμιώτατα ἦν παρʼαὐτοῖς, μετέχειν. καὶ πρὶν ἢ τὰς Ῥωμαίων ἀποκρίσεις ἀναμεῖναι, πάντες ἔργου εἴχοντο παρασκευαζόμενοι τὰ πολέμια· ὅσοι τʼ ἦσαν αὐτῶν ἄθυμοι τέως κακωθέντες ἐν ταῖς προτέραις μάχαις, τότε πάντες ἐπερρώσθησαν ὡς τὴν Ῥωμαίων καθαιρήσοντες ἰσχύν.οἱ δʼ εἰς τὴν Ῥώμην ἀποσταλέντες ὑπʼ αὐτῶν πρέσβεις καταστάντες ἐπὶ τὴν βουλὴν ἔλεγον· ὅτι Οὐολούσκοις περὶ πολλοῦ ἐστι καταλύσασθαι τὰ πρὸς Ῥωμαίους ἐγκλήματα καὶ τὸν λοιπὸν χρόνον εἶναι φίλοις καὶ συμμάχοις ἄνευ δόλου καὶ ἀπάτης. ἔσεσθαι δὲ τὸ πιστὸν αὐτοῖς τῆς φιλίας βέβαιον ἀπέφαινον, εἰ κομίσαιντο γῆν τε τὴν ἑαυτῶν καὶ πόλεις, ἃς ὑπὸ Ῥωμαίων ἀφῃρέθησαν· ἄλλως δʼ οὔτʼ εἰρήνην οὔτε φιλότητα βεβαίαν ὑπάρξειν αὐτοῖς· τὸ γὰρ ἀδικούμενον ἀεὶ πολέμιον εἶναι τῷ πλημμελοῦντι φύσει. ἠξίουν τε μὴ καταστῆσαι σφᾶς εἰς ἀνάγκην πολέμου τῶν δικαίων ἀποτυγχάνοντας.ὡς δὲ ταῦτʼ εἶπον οἱ πρέσβεις, ἐβουλεύοντο κατὰ σφᾶς οἱ σύνεδροι μεταστησάμενοι τοὺς ἄνδρας, καὶ ἐπειδὴ ἔκριναν ἃς χρὴ ἀποκρίσεις ποιήσασθαι, καλέσαντες αὐτοὺς πάλιν ἐπὶ τὸν σύλλογον ταύτην ἔδοσαν τὴν ἀπόφασιν. οὐ λανθάνετε ἡμᾶς, ὦ Οὐολοῦσκοι, φιλίας μὲν οὐδὲν δεόμενοι, πρόφασιν δʼ εὐπρεπῆ λαβεῖν βουλόμενοι τοῦ πολέμου. ἃ γὰρ ἥκετε παρʼ ἡμῶν ἀπαιτοῦντες, καλῶς ἐπίστασθε οὐδέποτε ληψόμενοι· χρῄζετε γὰρ ἀδίκων τε καὶ ἀδυνάτων.εἰ μὲν οὖν δόντες ἡμῖν τὰ χωρία ἔπειτα μεταδόξαν ὑμῖν νῦν ἀπαιτεῖτε, ἀδικεῖσθε μὴ κομιζόμενοι, εἰ δὲ πολέμῳ ἀφαιρεθέντες οὐκέτι αὐτῶν ὄντες κύριοι, ἀδικεῖτε τῶν ἀλλοτρίων ἐφιέμενοι. ἡμεῖς δὲ κρατίστας ἡγούμεθα κτήσεις, ἃς ἂν πολέμῳ κρατήσαντες λάβωμεν, οὔτε πρῶτοι καταστησάμενοι νόμον τόνδε οὔτε αὐτὸν ἀνθρώπων ἡγούμενοι εἶναι μᾶλλον ἢ οὐχὶ θεῶν· ἅπαντάς τε καὶ Ἕλληνας καὶ βαρβάρους εἰδότες αὐτῷ χρωμένους οὐκ ἂν ἐνδοίημεν ὑμῖν μαλακὸν οὐδὲν οὐδʼ ἂν ἀποσταίημεν ἔτι τῶν δορικτήτων.πολλὴ γὰρ ἂν εἴη κακότης, εἴ τις ἃ μετʼ ἀρετῆς καὶ ἀνδρείας ἐκτήσατο, ταῦθʼ ὑπὸ μωρίας τε καὶ δειλίας ἀφαιρεθείη. πολεμεῖν τʼ οὔτε μὴ βουλομένους ὑμᾶς ἀναγκάζομεν, οὔτε προθυμουμένους παραιτούμεθα, ἂν δʼ ἄρξησθε ἀμυνούμεθα. ταῦτα Οὐολούσκοις ἀπαγγέλλετε καὶ λέγετε, ὅτι λήψονται μὲν πρότεροι τὰ ὅπλʼ ἐκεῖνοι, θήσομεν δʼ ἡμεῖς ὕστεροι.ταύτας οἱ πρέσβεις τὰς ἀποκρίσεις λαβόντες ἀπήγγειλαν τῷ πλήθει τῶν Οὐολούσκων. συναχθείσης οὖν αὖθις ἐκκλησίας μετὰ τοῦτο κυροῦται δόγμα κοινὸν τοῦ ἔθνους προειπεῖν Ῥωμαίοις τὸν πόλεμον. ἔπειθʼ αἱροῦνται στρατηγοὺς αὐτοκράτορας τοῦ πολέμου Τύλλον τε καὶ Μάρκιον δυνάμεις τε ψηφίζονται καταγράφειν καὶ χρήματʼ εἰσφέρειν καὶ τἆλλα παρασκευάσασθαι,ὅσων ὑπελάμβανον δεήσειν τῷ πολέμῳ. μελλούσης δὲ διαλύεσθαι τῆς ἐκκλησίας ἀναστὰς ὁ Μάρκιος ἔφησεν· α μὲν ἐψήφισται τὸ κοινὸν ὑμῶν, ἔχει καλῶς καὶ γινέσθω κατὰ τὸν οἰκεῖον ἕκαστα καιρόν· ἐν ὅσῳ δὲ τὰ στρατεύματα μέλλετε καταγράφειν καὶ τἆλλα εὐτρεπίζειν ἕξοντά τινας ὥσπερ εἰκὸς ἀσχολίας καὶ διατριβάς, ἐγὼ καὶ Τύλλος ἔργου ἐχώμεθα. ὅσοις οὖν ὑμῶν βουλομένοις ἐστὶ προνομεῦσαι τὴν τῶν πολεμίων καὶ πολλὴν ἀποτεμέσθαι λείαν, ἴτε σὺν ἡμῖν. ὑποδέχομαι δʼ ὑμῖν, ἐὰν θεὸς συλλάβῃ, πολλὰς καὶ καλὰς δώσειν ὡφελείας.