ὥστε μεριζομένων εἰς τρεῖς κλήρους τῶν λαφύρων τοὺς μὲν ὑπηκόους τε καὶ ἐπήλυδας διμοιρίας λαμβάνειν, τοὺς δʼ αὐθιγενεῖς καὶ ἡγεμόνας τρίτην μερίδα. ἐκ δὲ τούτου δυεῖν τῶν ἀτοπωτάτων θάτερον ἐπεδείκνυσαν αὐτοῖς συμβησόμενον, ἐάν τινας ἑτέρους διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας προέλωνται ταῖς αὐταῖς τιμῆσαι δωρεαῖς, αἷς Λατίνους τʼ ἐτίμησαν καὶ τοὺς μηδʼ ὁτιοῦν ἀγαθὸν ἀποδειξαμένους Ἕρνικας. μιᾶς γὰρ καταλειπομένης αὐτοῖς τρίτης μερίδος, ἢ οὐχ ἕξειν, ὅ τι δώσουσιν ἐκείνοις μέρος ἢ τὰ ὅμοια ψηφισαμένους μηδὲν ἑαυτοῖς καταλείψειν.πρὸς δὲ τούτοις διεξῄεσαν, ὅτι δημεῦσαι τὰ κοινὰ τῆς πόλεως ἐπιβαλόμενος οὔτε τῆς βουλῆς ψηφισαμένης οὔτε τῷ συνυπάτῳ δοκοῦν, βίᾳ κυροῦν ἐμέλλησε τὸν νόμον, ὃς οὐ καθʼ ἓν τοῦτο μόνον ἦν ἀσύμφορός τε καὶ ἄδικος, ὅτι προβουλεῦσαι δέον τὸ συνέδριον καὶ εἰ δόξειεν ἐκείνῳ κοινὴν ἁπάντων εἶναι τῶν ἐν τέλει τὴν φιλανθρωπίαν ἑνὸς ἀνδρὸς ἐποίει τὴν χάριν·ἀλλὰ καὶ κατʼ ἐκεῖνο τὸ πάντων σχετλιώτατον, ὅτι λόγῳ μὲν δόσις ἦν τοῖς πολίταις τῆς δημοσίας χώρας, ἔργῳ δʼ ἀφαίρεσις, Ῥωμαίων μὲν τῶν κτησαμένων αὐτὴν μίαν μοῖραν ληψομένων, Ἑρνίκων δὲ καὶ Λατίνων, ἧς οὐθὲν αὐτοῖς μετῆν, τὰς δύο· καὶ ὡς οὐδὲ τοῖς δημάρχοις ἐναντιωθεῖσι καὶ παραλύειν ἐκ τοῦ νόμου θάτερον ἀξιοῦσι μέρος τὸ κατὰ τὴν ἰσομοιρίαν τῶν ἐπηλύδων, ἐπείσθη, ἀλλὰ καὶ δημάρχοις καὶ συνυπάτῳ καὶ βουλῇ καὶ πᾶσι τοῖς ὑπὲρ τοῦ κοινοῦ τὰ κράτιστα βουλευομένοις τἀναντία πράττων διετέλεσε.διεξελθόντες δὲ ταῦτα καὶ μάρτυρας αὐτῶν ἅπαντας τοὺς πολίτας ποιησάμενοι, μετὰ τοῦτʼ ἤδη καὶ τὰς ἀπορρήτους τῆς τυραννίδος παρείχοντο πίστεις, ὡς χρήματά τε συνενέγκαιεν αὐτῷ Λατῖνοι καὶ Ἕρνικες καὶ ὅπλα παρασκευάσαιντο καὶ συμπορεύοιντο ὡς αὐτὸν οἱ θρασύτατοι τῶν ἐν ταῖς πόλεσι νέων ἀπόρρητά τε ποιούμενοι βουλευτήρια καὶ πολλὰ πρὸς τούτοις ἕτερα ὑπηρετοῦντες, καὶ παρείχοντο τοὺς τούτων μάρτυρας πολλοὺς μὲν ἀστούς, πολλοὺς δʼ ἐκ τῶν ἄλλων συμμαχίδων πόλεων, οὔτε φαύλους οὔτʼἀφανεῖς. οἷς ἐπίστευσεν ὁ δῆμος, καὶ οὔτε λόγοις ἔτι ὑπαχθείς, οὓς ὁ ἀνὴρ ἐκ πολλῆς παρασκευῆς συγκειμένους διέθετο, οὔτʼ οἴκτῳ ἐνδοὺς τριῶν μὲν αὐτῷ παίδων μεγάλην παρεχόντων εἰς ἔλεον ἐπικουρίαν, πολλῶν δʼ ἄλλων συγγενῶν τε καὶ ἑταίρων συνολοφυρομένων, οὔτε τῶν κατὰ πολέμους ἔργων, διʼ οὓς ἐπὶ μήκιστον ἦλθε τιμῆς φειδὼ λαβών τινα, καταψηφίζεται τὴν δίκην.οὕτως τʼ ἄρα ἦν πικρὸς πρὸς τὸ τῆς τυραννίδος ὄνομα, ὥστʼ οὐδʼ ἐν τῷ τιμήματι τῆς δίκης μετρίᾳ ὀργῇ ἐχρήσατο πρὸς αὐτόν, ἀλλὰ θανάτου ἐτίμησεν. εἰσῄει γὰρ αὐτὸν δέος, μὴ φυγὰς ἐλασθεὶς ἐκ τῆς πατρίδος ἀνὴρ στρατηγῆσαι πολέμους τῶν τότε δεινότατος ὅμοια δράσῃ Μαρκίῳ τά τε φίλια διαβάλλων καὶ τὰ ἐχθρὰ συνιστὰς καὶ πόλεμον ἄσπειστον ἐπαγάγῃ τῇ πατρίδι. τοῦτο τὸ τέλος τῆς δίκης λαβούσης ἀγαγόντες οἱ ταμίαι τὸν ἄνδρα ἐπὶ τὸν ὑπερκείμενον τῆς ἀγορᾶς κρημνόν, ἁπάντων ὁρώντων ἔρριψαν κατὰ τῆς πέτρας. αὕτη γὰρ ἦν τοῖς τότε Ῥωμαίοις ἐπιχώριος τῶν ἐπὶ θανάτῳ ἁλόντων ἡ κόλασις.ὁ μὲν οὖν πιθανώτερος τῶν παραδεδομένων ὑπὲρ τοῦ ἀνδρὸς λόγων τοιόσδε ἐστίν· δεῖ δὲ καὶ τὸν ἧσσον πιθανόν, ἐπειδὴ κἀκεῖνος πεπίστευται ὑπὸ πολλῶν καὶ ἐν γραφαῖς ἀξιοχρέοις φέρεται, μὴ παρελθεῖν. λέγεται δή τισιν, ὡς ἀδήλου πᾶσιν οὔσης ἔτι τῆς ὑπʼ αὐτοῦ συσκευαζομένης τυραννίδος, πρῶτος ὑποπτεύσας ὁ πατὴρ τοῦ Κασσίου καὶ διὰ τῆς ἀκριβεστάτης βασάνου τὸ πρᾶγμα ἐξετάσας ἧκεν ἐπὶ τὴν βουλήν· ἔπειτα κελεύσας ἐλθεῖν τὸν υἱὸν μηνυτής τε καὶ κατήγορος αὐτοῦ ἐγένετο· καταγνούσης δὲ καὶ τῆς βουλῆς ἀγαγὼν αὐτὸν εἰς τὴν οἰκίαν ἀπέκτεινε.τὸ μὲν οὖν πικρὸν καὶ ἀπαραίτητον τῆς τῶν πατέρων ὀργῆς εἰς υἱοὺς ἀδικοῦντας καὶ μάλιστʼ ἐν τοῖς τότε Ῥωμαίοις οὐδὲ ταύτην ἀπωθεῖται τὴν πρόφασιν· ἐπεὶ καὶ πρότερον Βροῦτος ὁ τοὺς βασιλεῖς ἐκβαλὼν ἀμφοτέρους τοὺς υἱοὺς ἐδικαίωσε κατὰ τὸν τῶν κακούργων νόμον ἀποθανεῖν, καὶ πελέκεσι τοὺς αὐχένας ἀπεκόπησαν, ὅτι συμπράττειν τοῖς βασιλεῦσιν ἐδόκουν τὴν κάθοδον. καὶ μετὰ ταῦτα Μάλλιος τὸν Γαλατικὸν πόλεμον στρατηγῶν τὸν υἱὸν ἀριστεύοντα κατὰ πόλεμον τῆς μὲν ἀνδρείας ἕνεκα τοῖς ἀριστείοις στεφάνοις ἐκόσμησεν, ἀπείθειαν δʼ ἐπικαλῶν, ὅτι οὐκ ἐν ᾧ ἐτάχθη φρουρίῳ ἔμεινεν, ἀλλὰ παρὰ τὴν ἐπιταγὴν τοῦ ἡγεμόνος ἐξῆλθεν ἀγωνιούμενος, ὡς λιποτάκτην ἀπέκτεινε.καὶ ἄλλοι πολλοὶ πατέρες, οἱ μὲν ἐπὶ μείζοσιν αἰτίαις, οἱ δʼ ἐπʼ ἐλάττοσιν, οὔτε φειδὼ τῶν παίδων οὔτʼ ἔλεον ἔσχον. κατὰ μὲν δὴ τοῦτʼ οὐκ ἀξιῶ, ὥσπερ ἔφην, προβεβλῆσθαι τὸν λόγον ὡς ἀπιθανόν· ἐκεῖνα δέ με ἀνθέλκει τεκμηρίων ὄντα οὔτʼ ἐλάχιστα οὔτʼ ἀπίθανα καὶ πρὸς τὴν ἑτέραν ἄγει συγκατάθεσιν, ὅτι μετὰ τὸν θάνατον τοῦ Κασσίου ἥ τʼ οἰκία κατεσκάφη, καὶ μέχρι τοῦδε ἀνεῖται ὁ τόπος αὐτῆς αἴθριος ἔξω τοῦ νεὼ τῆς Γῆς, ὃν ὑστέροις ἡ πόλις κατεσκεύασε χρόνοις ἐν μέρει τινὶ αὐτῆς κατὰ τὴν ἐπὶ Καρίνας φέρουσαν ὁδόν, καὶ τὰ χρήματα αὐτοῦ τὸ κοινὸν ἀνέλαβεν· ἐξ ὧν ἀπαρχὰς ἐν ἄλλοις τε ἱεροῖς ἀνέθηκε, καὶ δὴ καὶ τῇ Δήμητρι τοὺς χαλκέους ἀνδριάντας ἐπιγραφαῖς δηλοῦντας,