ταῦτα τῆς βουλῆς ψηφισαμένης ἀναστρέψας εἰς τὴν πόλιν ὁ Κάσσιος θρίαμβον κατάγειν ἠξίου δεύτερον ὡς τὰ μέγιστα τῶν ἐθνῶν κεχειρωμένος, χάριτι μᾶλλον ἁρπάζων τὸ τίμιον ἢ τῷ δικαίῳ λαμβάνων, ὃς οὔτε πόλεις κατὰ κράτος ἑλὼν ἐκ τειχομαχίας, οὔτʼ ἐν ὑπαίθρῳ μάχῃ στρατιὰν πολεμίων τρεψάμενος αἰχμάλωτα καὶ σκῦλα, οἷς κοσμεῖται θρίαμβος, ἔμελλε κατάγειν. τοιγάρτοι δόξαν αὐθαδείας καὶ τοῦ μηδὲν ἔτι τῶν ὁμοίων τοῖς ἄλλοις φρονεῖν τοῦτο τὸ ἔργον αὐτῷ πρῶτον φθόνον ἤνεγκε.διαπραξάμενος δὲ τὸν θρίαμβον αὑτῷ δοθῆναι τὰς πρὸς Ἕρνικας ἐξήνεγκεν ὁμολογίας· αὗται δʼ ἦσαν ἀντίγραφοι τῶν πρὸς Λατίνους γενομένων, ἐφʼ αἷς πάνυ ἤχθοντο οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι καὶ διʼ ὑποψίας αὐτὸν ἐλάμβανον οὐκ ἀξιοῦντες τῆς ἴσης τιμῆς τοῖς συγγενέσι Λατίνοις τοὺς ἀλλοεθνεῖς Ἕρνικας τυγχάνειν, οὐδὲ τοῖς πολλὰ εὐνοίας ἔργα ἐπιδειξαμένοις τοὺς μηδʼ ὁτιοῦν ἀγαθὸν δεδρακότας τῶν αὐτῶν φιλανθρώπων μετέχειν, τῇ τε ὑπεροψίᾳ τοῦ ἀνδρὸς ἀχθόμενοι, ὃς ὑπὸ τῆς βουλῆς τιμηθεὶς οὐκ ἀντετίμησεν αὐτὴν τοῖς ἴσοις, οὐδὲ μετὰ κοινῆς γνώμης τῶν συνέδρων, ἀλλʼ ὡς αὐτῷ ἐδόκει γράψας ἐξήνεγκε τὰς ὁμολογίας.ἦν τʼ ἄρα τὸ ἐν πολλοῖς εὐτυχεῖν σφαλερὸν ἀνθρώπῳ χρῆμα καὶ ἀσύμφορον· αὐχήματός τε γὰρ ἀνοήτου πολλοῖς αἴτιον γενόμενον λανθάνει καὶ ἐπιθυμιῶν ἀρχηγὸν ἐκβαινουσῶν τὴν ἀνθρωπίνην φύσιν· ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη. τρισὶ γὰρ ὑπατείαις καὶ δυσὶ θριάμβοις μόνος τῶν τότε ἀνθρώπων ὑπὸ τῆς πόλεως τετιμημένος σεμνότερον ἑαυτὸν ἦγε καὶ μοναρχικῆς ἐξουσίας ἐλάμβανε πόθον· ἐνθυμούμενος δʼ ὅτι τοῖς βασιλείας ἢ τυραννίδος ἐφιεμένοις ῥᾴστη τε καὶ ἀσφαλεστάτη πασῶν ἐστιν ὁδὸς ἡ τὸ πλῆθος εὐεργεσίαις τισὶν ὑπαγομένη καὶ ἐκ τῶν χειρῶν τοῦ διδόντος τὰ κοινὰ σιτεῖσθαι ἐθίζουσα, ταύτην ἐτράπετο· καὶ αὐτίκα οὐθενὶ προειπών· ἦν γάρ τις χώρα δημοσία πολλὴ παρημελημένη τε καὶ ὑπὸ τῶν εὐπορωτάτων κατεχομένη, ταύτην ἔγνω τῷ δήμῳ διανέμειν.καὶ εἰ μὲν ἄχρι τοῦδʼ ἐλθὼν ἠρκέσθη, τάχʼ ἂν αὐτῷ κατὰ νοῦν τὸ ἔργον ἐχώρησε· νῦν δὲ πλειόνων ὀρεγόμενος στάσιν οὐ μικρὰν ἤγειρεν, ἐξ ἧς οὐκ εὐτυχὲς τὸ τέλος αὐτῷ συνέβη. Λατίνους τε γὰρ ἠξίου τῇ καταγραφῇ τῆς χώρας συμπεριλαμβάνειν καὶ τοὺς νεωστὶ προσληφθέντας εἰς τὴν πολιτείαν Ἕρνικας οἰκεῖα ἑαυτῷ παρασκευάσας τὰ ἔθνη.ταῦτα διανοηθεὶς τῇ μετὰ τὸν θρίαμβον ἡμέρᾳ συνεκάλεσε τὸ πλῆθος εἰς ἐκκλησίαν· καὶ παρελθὼν ἐπὶ τὸ βῆμα, ὡς ἔθος ἐστὶ ποιεῖν τοῖς τεθριαμβευκόσι, πρῶτον μὲν ἀπέδωκε τὸν ὑπὲρ τῶν πραχθέντων αὐτῷ λόγον, οὗ κεφάλαια ἦν ταῦτα·ὅτι τῆς μὲν πρώτης ὑπατείας τυχὼν τὸ Σαβίνων ἔθνος ἀντιποιούμενον τῆς ἡγεμονίας μάχῃ νικήσας ὑπήκοον ἠνάγκασε Ῥωμαίοις γενέσθαι· ἀποδειχθεὶς δὲ τὸ δεύτερον ὕπατος τὴν ἐμφύλιον ἔπαυσε τῆς πόλεως στάσιν καὶ κατήγαγε τὸν δῆμον εἰς τὴν πατρίδα, Λατίνους δὲ συγγενεῖς μὲν ὄντας τῆς Ῥωμαίων πόλεως, ἀεὶ δὲ τῆς ἡγεμονίας καὶ τῆς δόξης αὐτῇ φθονοῦντας, εἰς φιλότητα συνήγαγε τῆς ἰσοπολιτείας μεταδούς, ὥστε μηκέτι ἀντίπαλον, ἀλλὰ πατρίδα τὴν Ῥώμην νομίζειν.τρίτον δὲ καταστὰς ἐπὶ τὴν αὐτὴν ἀρχὴν Οὐολούσκους τʼ ἠνάγκασε φίλους ἀντὶ πολεμίων γενέσθαι καὶ τὸ Ἑρνίκων ἔθνος μέγα τε καὶ ἄλκιμον καὶ πλησίον σφῶν κείμενον βλάπτειν τε καὶ ὠφελεῖν τὰ μέγιστα ἱκανώτατον ἑκούσιον ὑπηγάγετο.ταῦτά τε δὴ καὶ τὰ ὅμοια τούτοις διεξελθὼν ἠξίου τὸν δῆμον ἑαυτῷ προσέχειν τὸν νοῦν, ὡς παρὰ πάντας τοὺς ἄλλους πρόνοιαν ἔχοντι τοῦ κοινοῦ καὶ εἰς τὸν λοιπὸν ἕξοντι χρόνον. τελευτῶν δὲ τοῦ λόγου τοσαῦτʼ ἔφη καὶ τηλικαῦτʼ ἀγαθὰ ποιήσειν τὸν δῆμον, ὥστε πάντας ὑπερβαλέσθαι τοὺς ἐπαινουμένους ἐπὶ τῷ φιλεῖν καὶ σώζειν τὸ δημοτικόν· καὶ ταῦτʼ ἔφη ποιήσειν οὐκ εἰς μακράν.διαλύσας δὲ τὴν ἐκκλησίαν καὶ χρόνον οὐδὲ ἀκαριαῖον διαλιπὼν τῇ κατόπιν ἡμέρᾳ συνεκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ὀρθὴν καὶ περίφοβον οὖσαν ἐπὶ τοῖς ῥηθεῖσιν ὑπʼ αὐτοῦ λόγοις· καὶ πρὶν ἑτέρου τινὸς ἄρξασθαι λόγου τὴν ἀπόρρητον ἐν τῷ δήμῳ φυλαχθεῖσαν γνώμην εἰς μέσον ἔφερεν, ἀξιῶν τοὺς βουλευτάς, ἐπειδὴ πολλὰ ὁ δῆμος τῇ πόλει χρήσιμος γέγονε τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δʼ εἰς τὸ ἑτέρων ἄρχειν συλλαβόμενος, πρόνοιαν αὐτοῦ ποιήσασθαι, τήν τε χώραν αὐτῷ νείμαντας, ὅση πολέμῳ κρατηθεῖσα λόγῳ μὲν ἦν δημοσία, ἔργῳ δὲ τῶν ἀναιδεστάτων τε καὶ σὺν οὐδενὶ δικαίῳ κατεσχηκότων πατρικίων, καὶ τῆς ὑπὸ Γέλωνος τοῦ Σικελίας τυράννου πεμφθείσης σφίσι δωρεᾶς σιτικῆς, ἣν προῖκα δέον ἅπαντας διανείμασθαι τοὺς πολίτας ὠνητὴν ἐλάμβανον οἱ πένητες, ἀποδοθῆναι τὰς τιμὰς τοῖς ὠνησαμένοις ἐξ ὧν εἶχε τὸ κοινὸν χρημάτων.εὐθὺς μὲν οὖν ἔτι λέγοντος αὐτοῦ θόρυβος ἦν πολύς, ἀχθομένων ἁπάντων καὶ οὐχ ὑπομενόντων τὸν λόγον. ἐπειδὴ δʼ ἐπαύσατο ὅ τε συνύπατος αὐτοῦ Οὐεργίνιος πολλὴν ἐποιήσατο κατηγορίαν ὡς στάσιν εἰσάγοντος, καὶ τῶν ἄλλων βουλευτῶν οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι, μάλιστα δʼ Ἄππιος Κλαύδιος· καὶ μέχρι πολλῆς ὥρας ἠγριωμένοι τε καὶ τὰ αἴσχιστα κατʼ ἀλλήλων ὀνείδη λέγοντες οὗτοι διετέλεσαν.