ἔπειθʼ οἱ μὲν εἰσακοντίζοντες τὰς λόγχας, οἱ δὲ τοὺς ὁμόσε χωροῦντας τοῖς ἱππικοῖς ξίφεσι μακροτέροις οὖσι κατὰ βραχιόνων παίοντες καὶ παρὰ τὰς ἀγκύλας καταφέροντες, πολλῶν μὲν τὰς ἀμυνομένας, ἢ σκεπούσας τὰ σώματα χεῖρας αὐτοῖς σκεπάσμασί τε καὶ ἀμυντηρίοις ἀπέκοπτον, πολλοὺς δὲ γονάτων τε καὶ ἀστραγάλων πληγαῖς βαθείαις ἀπὸ κρατίστης βάσεως ἐρρίπτουν ἡμιθανεῖς.περιειστήκει τε πάντοθεν τοῖς Οὐολούσκοις τὸ δεινόν· ἐκ μὲν γὰρ τῶν κατὰ πρόσωπον οἱ πεζοὶ αὐτοῖς ἐνέκειντο, ἐκ δὲ τῶν πλαγίων τε καὶ τῶν κατόπιν οἱ ἱππεῖς, ὥστε ὑπὲρ δύναμιν ἀγαθοὶ γενόμενοι καὶ πολλὰ ἔργα τόλμης τε καὶ ἐμπειρίας ἀποδειξάμενοι, μικροῦ δεῖν πάντες οἱ τὸ δεξιὸν κέρας ἔχοντες κατεκόπησαν. οἱ δʼ ἐν μέσῃ τε τῇ φάλαγγι τεταγμένοι καὶ ἐπὶ τοῦ ἑτέρου κέρως ἐπειδὴ τὸ δεξιόν τε παρερρηγμένον εἶδον καὶ τὸν αὐτὸν τρόπον ἐπιόντας σφίσι τοὺς τῶν Ῥωμαίων ἱππεῖς, ἐξελίξαντες τοὺς λόχους βάδην ἀπεχώρουν ἐπὶ τὸν χάρακα, καὶ οἱ τῶν Ῥωμαίωνἱππεῖς ἐν τάξει ἠκολούθουν. ἐπεὶ δὲ πρὸς τῷ ἐρύματι ἦσαν, ἑτέρα γίνεται μάχη τῶν ἱππέων ἐπιβαινόντων τοῖς περισταυρώμασι κατὰ πολλὰ μέρη τοῦ χάρακος ὀξεῖα καὶ παλίντροπος. πονουμένων δὲ τῶν Ῥωμαίων ὁ ὕπατος κελεύσας τοῖς πεζοῖς ὕλην προσενέγκαντας ἀποχῶσαι τὰς τάφρους, πρῶτος ἐχώρει κατὰ τὸ ἐπίβατον ἔχων τοὺς ἀρίστους τῶν ἱππέων ἐπὶ τὰς ἐχυρωτάτας τοῦ χάρακος πύλας· ἀναστείλας δὲ τοὺς πρὸ αὐτῶν μαχομένους καὶ τοὺς καταρράκτας τῶν πυλῶν διακόψας ἐντὸς ἐγεγόνει τῶν ἐρυμάτων, καὶ τοὺς ἐπιόντας τῶν σφετέρων πεζῶν ἐδέχετο.Τύλλος δʼ Ἄττιος ἔχων τοὺς ἐρρωμενεστάτους καὶ εὐτολμοτάτους Οὐολούσκων ὁμόσε αὐτῷ χωρεῖ καὶ πολλὰ ἔργα γενναῖα ἀποδειξάμενος· ἦν γὰρ ἀγωνιστὴς μὲν πολέμων σφόδρʼ ἄλκιμος, στρατηγῆσαι δʼ οὐχ ἱκανός· ὑπὸ κόπου τε καὶ πλήθους τραυμάτων καταπονηθεὶς ἀποθνήσκει. τῶν δʼ ἄλλων Οὐολούσκων, ἐπειδὴ ὁ χάραξ ἡλίσκετο, οἱ μὲν ἀγωνιζόμενοι κατεκόπησαν, οἱ δὲ τὰ ὅπλα ῥίψαντες πρὸς ἱκεσίας τῶν κεκρατηκότων ἐτράποντο, ὀλίγοι δέ τινες ἐπὶ τὰ οἰκεῖα φεύγοντες ἀπεσώθησαν.ἀφικομένων δʼ εἰς τὴν Ῥώμην ἀγγέλων, οὓς ἀπέστειλαν οἱ ὕπατοι, μεγίστη χαρὰ τὸν δῆμον κατέσχε, καὶ αὐτίκα τοῖς μὲν θεοῖς χαριστηρίους ἐψηφίσαντο θυσίας, τοῖς δʼ ὑπάτοις τὴν τῶν θριάμβων τιμὴν προσέθεσαν. οὐ μέντοι τὴν αὐτήν γʼ ἀμφοτέροις· ἀλλὰ Σικκίῳ μέν, ἐπειδὴ φόβου μείζονος ἠλευθερωκέναι ἐδόκει τὴν πόλιν τὸν Οὐολούσκων ὑβριστὴν καθελὼν στρατὸν καὶ τὸν ἡγεμόνα αὐτῶν ἀποκτείνας τὴν μείζονα πομπὴν ἐψηφίσαντο· καὶ εἰσήλασεν ὁ ἀνὴρ ἄγων τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους καὶ τὴν συναγωνισαμένην δύναμιν ἅρματι παρεμβεβηκὼς χρυσοχαλίνων ἵππων τὴν βασιλικὴν ἠμφιεσμένος ἐσθῆτα, ὡς περὶ τοὺς μείζονας θριάμβους νόμος. Ἀκυλλίῳ δὲ τὸν ἐλάττονα θρίαμβον ἀπέδοσαν, ὃν αὐτοὶ καλοῦσιν οὐαστήν· δεδήλωται δέ μοι διὰ τῶν προτέρων, ἣν ἔχει διαφορὰν οὗτος πρὸς τὸν μείζονα·καὶ εἰσῆλθεν ὁ ἀνὴρ πεζὸς τὰ λοιπὰ τῆς πομπῆς ἐπαγόμενος. καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα.οἱ δὲ παρὰ τούτων τὴν ὑπατείαν παραλαβόντες Πόπλιος Οὐεργίνιος καὶ Σπόριος Κάσσιος τρίτον τότʼ ἀποδειχθεὶς ὕπατος, τάς τε πολιτικὰς καὶ τὰς συμμαχικὰς ἀναλαβόντες δυνάμεις ἐξῆγον εἰς τὴν ὕπαιθρον, Οὐεργίνιος μὲν ἐπὶ τὰς Αἰκανῶν πόλεις, Κάσσιος δʼ ἐπὶ τὰς Ἑρνίκων τε καὶ Οὐολούσκων, κλήρῳ διαλαχόντες τὰς ἐξόδους. Αἰκανοὶ μὲν οὖν ὀχυρώσαντες τὰς πόλεις καὶ τὰ πλείστου ἄξια ἐκ τῶν ἀγρῶν ἀνασκευασάμενοι τήν τε γῆν περιεώρων δῃουμένην καὶ τὰς αὐλὰς ἐμπιμπραμένας, ὥστε κατὰ πολλὴν εὐπέτειαν ὁ Οὐεργίνιος ὅσην ἐδύνατο πλείστην αὐτῶν γῆν κείρας τε καὶ λωβησάμενος, ἐπειδὴ οὐδεὶς ὑπὲρ αὐτῆς ἐξῄει μαχούμενος ἀπῆγε τὴν στρατιάν.Οὐολοῦσκοι δὲ καὶ Ἕρνικες, ἐφʼ οὓς ὁ Κάσσιος ἐστράτευσε, γνώμην μὲν ἐποιήσαντο δῃουμένης τῆς χώρας περιορᾶν καὶ συνέφυγον εἰς τὰς πόλεις· οὐ μὴν ἔμεινάν γʼ ἐν τοῖς ἐγνωσμένοις χώρας τʼ ἀγαθῆς κειρομένης, ἣν οὐ ῥᾳδίως ἀνακτήσεσθαι ἔτι ἤλπισαν, οἴκτῳ ὑπαχθέντες, καὶ τοῖς ἐρύμασιν οὐ σφόδρα ἐχυροῖς οὖσιν, εἰς ἃ κατεπεφεύγεσαν, ἀπιστοῦντες, ἀλλὰ πρέσβεις ἀπέστειλαν πρὸς τὸν ὕπατον ὑπὲρ καταλύσεως τοῦ πολέμου δεησομένους· Οὐολοῦσκοι μὲν πρότεροι, καὶ θᾶττον οὗτοι τῆς εἰρήνης ἔτυχον ἀργύριόν τε δόντες, ὅσον αὐτοῖς ὁ ὕπατος ἔταξε, καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, πάντα ὑπηρετήσαντες· καὶ οὗτοι μὲν ὑπήκοοι Ῥωμαίοις ἔσεσθαι ὡμολόγησαν οὐθενὸς ἔτι μεταποιούμενοι τῶν ἴσων.Ἕρνικες δʼ ὕστεροι, ἐπειδὴ μεμονωμένους ἑαυτοὺς εἶδον, ὑπὲρ εἰρήνης τε καὶ φιλίας διελέγοντο πρὸς τὸν ὕπατον. ὁ δὲ Κάσσιος πολλὴν κατηγορίαν πρὸς τοὺς πρέσβεις κατʼ αὐτῶν διαθέμενος πρῶτον ἔφη δεῖν αὐτοὺς τὰ τῶν κεκρατημένων τε καὶ ὑπηκόων ποιήσαντας, τότε διαλέγεσθαι περὶ φιλίας· τῶν δὲ πρεσβευτῶν εἰπόντων ποιήσειν τὰ δυνατὰ καὶ μέτρια ἐκέλευσεν αὐτοῖς ἀργύριόν τε, ὃ κατʼ ἄνδρα τοῖς στρατιώταις εἰς ὀψωνιασμὸν ἔθος ἦν ἓξ μηνῶν δίδοσθαι καὶ διὰ μηνὸς τροφὰς ἀποφέρειν.ἕως δʼ ἂν ταῦτʼ εὐπορήσωσι, τάξας τινὰ χρόνον ἡμερῶν ἀνοχὰς αὐτοῖς ἐδίδου τοῦ πολέμου. ὑπηρετησάντων δʼ αὐτοῖς ἅπαντα τῶν Ἑρνίκων διὰ τάχους καὶ μετὰ προθυμίας, καὶ τοὺς περὶ τῆς φιλίας διαλεξομένους ἀποστειλάντων αὖθις, ἐπαινέσας αὐτοὺς ὁ Κάσσιος ἀνέπεμψεν ἐπὶ τὴν βουλήν. τοῖς δʼ ἐκ τοῦ συνεδρίου πολλὰ βουλευσαμένοις ἔδοξε δέχεσθαι μὲν τοὺς ἄνδρας εἰς φιλίαν, ἐφʼ οἷς δὲ γενήσονται δικαίοις αἱ πρὸς αὐτοὺς συνθῆκαι, Κάσσιον τὸν ὕπατον γνῶναί τε καὶ στῆσαι, ὅ τι δʼ ἂν ἐκείνῳ δόξῃ, τοῦτʼ εἶναι σφίσι κύριον.