ὁ γὰρ Ἀκύλλιος τοὺς ἀρίστους τῶν νέων ἐπαγόμενος παρεβοήθει κἀκεῖ παραθαρρύνων τε καὶ ἐξ ὀνόματος ἀνακαλῶν τοὺς εἰωθότας ἐν ταῖς πρὶν ἀριστεύειν μάχαις, τά τε σημεῖα τῶν λόχων, ὅσοι μὴ ἐρρωμένως ἐδόκουν ἀμύνεσθαι, παρὰ τῶν σημειοφόρων ἁρπάζων εἰς μέσους ἐρρίπτει τοὺς πολεμίους, ἵνα τὸ δέος αὐτοὺς τῆς ἐννόμου τιμωρίας, εἰ μὴ ἀνασώσαιντο τὰς σημαίας, ἄνδρας ἀγαθοὺς εἶναι ἀναγκάσῃ· τῷ τε κάμνοντι αὐτὸς παρεβοήθει μέρει ἀεί, τέως ἐξέωσε τῆς στάσεως καὶ θάτερον κέρας. ψιλωθέντων δὲ τῶν ἄκρων οὐδὲ τὰ μέσα παρέμεινε.φυγὴ δὴ τῶν Ἑρνίκων τὸ μετὰ τοῦτʼ ἐγίνετο ἐπὶ τὸν χάρακα τεταραγμένη τε καὶ ἄκοσμος, καὶ οἱ Ῥωμαῖοι αὐτοῖς κτείνοντες ἠκολούθουν. τοσαύτη δʼ ἄρα προθυμία παρὰ τὸν τότʼ ἀγῶνα τῇ Ῥωμαίων στρατιᾷ ἐνέπεσεν, ὥστε καὶ τοῦ χάρακος τῶν πολεμίων πειρᾶσθαί τινας ἐπιβαίνειν ὡς ἐξ ἐφόδου χειρωσομένους· ὧν οὐκ ἀσφαλῆ τὴν προθυμίαν οὐδʼ ἐν τῷ συμφέροντι γιγνομένην ὁρῶν ὁ ὕπατος, σημαίνειν κελεύσας τὸ ἀνακλητικὸν κατεβίβασε τοὺς ὁμόσε χωροῦντας ἄκοντας ἀπὸ τῶν ἐρυμάτων, δείσας, μὴ ἐξ ὑπερδεξιῶν βαλλόμενοι σὺν αἰσχύνῃ τε καὶ μετὰ μεγάλης βλάβης ἀναγκασθῶσιν ὑποχωρεῖν, ἔπειτα καὶ τὴν ἐκ τῆς προτέρας νίκης εὔκλειαν ἀφανίσωσι. τότε μὲν οὖν ἤδη καὶ γὰρ ἦν περὶ δύσιν ἡλίου· χαίροντές τε καὶ παιανίζοντες οἱ Ῥωμαῖοι κατεστρατοπέδευσαν.τῇ δʼ ἐπιούσῃ νυκτὶ ψόφος τʼ ἠκούετο πολὺς ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων καὶ βοή, καὶ πολλὰ ἐφαίνετο σέλα λαμπάδων. ἀπογνόντες γὰρ ἔτι ἀνθέξειν ἑτέρᾳ μάχῃ καταλιπεῖν τὸν χάρακα ἔγνωσαν αὐτοκέλευστοι· καὶ τὸ ποιῆσαν αὐτῶν τὴν ἀταξίαν καὶ βοὴν τοῦτʼ ἦν. ὡς γὰρ ἕκαστοι δυνάμεως εἶχον καὶ τάχους, ἔφευγον ἐπιβοῶντές τʼ ἀλλήλους καὶ ἐπιβοώμενοι, τῶν δʼ ὑπολειπομένων διὰ τραύματα ἢ νόσουςοἰμωγὰς καὶ λιτανείας ἐν οὐδενὶ λόγῳ τιθέμενοι. τοῦτ ἀγνοοῦντες οἱ Ῥωμαῖοι, πεπυσμένοι δὲ παρὰ τῶν αἰχμαλώτων πρότερον, ὅτι δύναμις Ἑρνίκων ἑτέρα μέλλοι βοηθὸς ἥξειν τοῖς σφετέροις, καὶ τὴν βοήν τε καὶ ταραχὴν ἐπὶ τῇ ἐκείνων ἀφίξει γεγονέναι νομίζοντες, τά τʼ ὅπλα ἀνέλαβον καὶ τὸν χάρακα περιστεφανώσαντες, μή τις ἔφοδος αὐτοῖς γένοιτο νύκτωρ, τοτὲ μὲν ὅπλων κτύπον ἐποίουν ἀθρόοι, τοτὲ δʼ ὥσπερ εἰς μάχην ὁρμώμενοι θαμινὰ ἐπηλάλαζον. τοῖς δʼ Ἕρνιξι καὶ ταῦτα δέος μέγα παρεῖχε, καὶ ὡς διωκόμενοι πρὸς τῶν πολεμίων σποράδες ἄλλοι κατʼ ἄλλας ὁδοὺς ἔθεον.ἡμέρας δὲ γενομένης, ἐπειδὴ ἀπήγγειλαν αὐτοῖς οἱ πεμφθέντες ἐπὶ τὴν κατασκοπὴν ἱππεῖς, ὡς οὔτε δύναμις ἑτέρα παρῄει σύμμαχος τοῖς πολεμίοις, οἵ τε τῇ προτέρᾳ παραταξάμενοι μάχῃ πεφεύγασιν, ἐξαγαγὼν τὴν δύναμιν ὁ Ἀκύλλιος τόν τε χάρακα τῶν πολεμίων αἱρεῖ μεστὸν ὄντα ὑποζυγίων τε καὶ ἀγορᾶς καὶ ὅπλων, καὶ τοὺς τραυματίας αὐτῶν οὐκ ἐλάττους ὄντας τῶν πεφευγότων λαμβάνει, τήν τε ἵππον ἐκπέμψας ἐπὶ τοὺς ἐσκεδασμένους ἀνὰ τὰς ὁδούς τε καὶ τὰς ὕλας πολλῶν γίνεται σωμάτων ἐγκρατής· καὶ τὸ λοιπὸν ἤδη τὴν Ἑρνίκων γῆν ἐπῄει λεηλατῶν ἀδεῶς, οὐδενὸς ἔτι ὑπομένοντος εἰς χεῖρας ἰέναι. ταῦτα μὲν Ἀκύλλιος ἔδρασεν.ὁ δʼ ἕτερος τῶν ὑπάτων Τῖτος Σίκκιος, ὁ πεμφθεὶς ἐπὶ Οὐολούσκους, ὅσον ἦν κράτιστον τῆς δυνάμεως μέρος ἀναλαβὼν εἰς τὴν Οὐελιτρανῶν χώραν εἰσέβαλεν. ἐνταῦθα γὰρ ἦν Τύλλος Ἄττιος ὁ τῶν Οὐολούσκων ἡγεμὼν τὴν ἀκμαιοτάτην συσκευασάμενος στρατιάν, γνώμην ἔχων τὰ συμμαχικὰ Ῥωμαίων κακῶσαι πρῶτον, ὥσπερ ὁ Μάρκιος ἔδρασεν, ὅτʼ ἤρχετο τοῦ πολέμου, δόξας ἐν τῷ αὐτῷ φόβῳ Ῥωμαίους ἔτι διαμένειν καὶ μηδεμίαν τοῖς ὑπὲρ αὐτῶν κινδυνεύουσι πέμψειν ἐπικουρίαν. ὡς δʼ ὤφθησάν τε καὶ εἶδον ἀλλήλας αἱ δυνάμεις, οὐδὲν ἔτι ἀναβαλόμεναι συνῄεσαν εἰς ταὐτόν.ἦν δʼ ὁ χῶρος ὁ μεταξὺ τῶν στρατοπέδων, ἐν ᾧ τὴν μάχην ἔδει γενέσθαι, λόφος πετρώδης πολλαχῇ περικατεαγώς, ἔνθα οὐδετέροις ἡ ἵππος ἔμελλεν ἔσεσθαι χρησίμη. μαθόντες δὲ τοῦθʼ οἱ τῶν Ῥωμαίων ἱππεῖς καὶ ἐν αἰσχύνῃ θέμενοι, εἰ παρόντες τῷ ἀγῶνι μηδὲν προσωφελήσουσιν, ἐδέοντο τοῦ ὑπάτου προσελθόντες ἀθρόοι, ἐᾶσαι σφᾶς καταβάντας ἀπὸ τῶν ἵππων μάχεσθαι πεζούς, εἰ τοῦτʼ αὐτῷ δοκεῖ κράτιστον εἶναι.κἀκεῖνος πολλὰ ἐπαινέσας αὐτοὺς καταβιβάζει τʼ ἀπὸ τῶν ἵππων, καὶ σὺν ἑαυτῷ τεταγμένους εἶχεν ἐπισκόπους τε καὶ ἐπανορθωτὰς τοῦ κάμνοντος ἐσομένους· καὶ ἐγένοντο τῆς τότε νίκης λαμπρᾶς σφόδρα γενομένης οὗτοι Ῥωμαίοις αἴτιοι. τὸ μὲν γὰρ πεζὸν ἀμφοτέρων πλήθει τʼ ἀνθρώπων ὡς μάλιστα ἦν καὶ ὁπλισμοῖς ὁμοιότροπον, τάξεώς τε κόσμῳ καὶ μάχης ἐμπειρίᾳ κατά τʼ ἐπαγωγὰς καὶ ὑποχωρήσεις πληγάς τʼ αὖ καὶ φυλακὰς παραπλήσιον.μετέμαθον γὰρ οἱ Οὐολοῦσκοι πάντα τὰ πολέμια, ἐξ οὗ Μάρκιον ἔσχον ἡγεμόνα, καὶ εἰς τὰ Ῥωμαίων προσεχώρησαν ἔθη. διέμενον οὖν ἐπὶ πλεῖστον χρόνον τῆς ἡμέρας ἀγχωμάλως αἱ φάλαγγες ἀγωνιζόμεναι, καὶ ἡ τοῦ χωρίου φύσις ἀνώμαλος οὖσα ἑκατέροις πολλὰ εἰς τὸ πλεονεκτεῖν κατʼ ἀλλήλων παρείχετο. οἱ δʼ ἱππεῖς τῶν Ῥωμαίων διχῇ νείμαντες ἑαυτούς, οἱ μὲν κατὰ τὰ πλάγια τῶν πολεμίων ἀπὸ τοῦ δεξιοῦ κέρως ἐμβάλλουσιν, οἱ δὲ περιελθόντες διὰ τοῦ λόφου τοῖς κατόπιν ἐπιρράττουσιν.