τὰ σφέτερα. οἱ δʼ ὕπατοι παρά τʼ αὐτομόλων καὶ αἰχμαλώτων, οἳ παρʼ αὐτὸ τὸ ἔργον ἀπέδρασαν, ἀκούσαντες, οἷα κατέσχε λύσσα καὶ θεοβλάβεια τὰ πολέμια, οὔτε συνεπέθεντο τῷ κατʼ εὐχὴν δοθέντι καιρῷ τριάκοντα σταδίων οὐ πλεῖον ἀπέχοντες, οὔτʼ ἀπιόντας ἐδίωξαν, ἐν ᾧ κεκμηκότας καὶ τραυματίας καὶ ὀλίγους ἐκ πολλῶν καὶ ἀτάκτους χωροῦντας ἀκραιφνεῖς αὐτοὶ καὶ σὺν κόσμῳ ἑπόμενοι ῥᾳδίως ἂν διέφθειραν πασσυδί.λύσαντες δὲ καὶ αὐτοὶ τοὺς χάρακας ἀπῄεσαν εἰς τὴν πόλιν· εἴτʼ ἀρκούμενοι τῷ παρὰ τῆς τύχης δοθέντι ἀγαθῷ, εἴτʼ οὐ πιστεύοντες ἀνασκήτῳ στρατιᾷ τῇ σφετέρᾳ, εἴτε περὶ πολλοῦ ποιούμενοι τὸ μηδʼ ὀλίγους τῶν σφετέρων ἀποβαλεῖν. ἀφικόμενοι δʼ εἰς τὴν πόλιν ἐν αἰσχύνῃ πολλῇ ἦσαν δειλίας δόξαν ἐπὶ τῷ ἔργῳ φερόμενοι· καὶ οὐδεμίαν ἔξοδον ἔτι ποιησάμενοι παρέδοσαν τοῖς μεθʼ ἑαυτοὺς ὑπάτοις τὴν ἀρχήν.τῷ δʼ ἑξῆς ἐνιαυτῷ Γάϊος μὲν Ἀκύλλιος καὶ Τῖτος Σίκκιος, ἄνδρες ἔμπειροι πολέμων, τὴν ὑπατείαν παρειλήφεσαν. ἡ δὲ βουλὴ προθέντων λόγον περὶ τοῦ πολέμου τῶν ὑπάτων πρῶτον ἐψηφίσατο πρεσβείαν πέμψαι πρὸς Ἕρνικας αἰτήσουσαν ὡς παρὰ φίλων τε καὶ ἐνσπόνδων δίκας νομίμους· ἠδίκητο γὰρ ἡ πόλις ὑπʼ αὐτῶν κατὰ τὴν Οὐολούσκων τε καὶ Αἰκανῶν ἐπιστρατείαν λῃστείαις τε καὶ καταδρομαῖς τῆς ὁμορούσης αὐτοῖς γῆς· ἕως δʼ ἂν τὰς παρʼ ἐκείνων λάβωσιν ἀποκρίσεις, στρατιὰν ὅσην δύνανται πλείστην καταγράφειν τοὺς ὑπάτους καὶ τοὺς συμμάχους πρεσβειῶν ἀποστολαῖς παρακαλεῖν σῖτόν τε καὶ ὅπλα καὶ χρήματα καὶ τἆλλα ὅσων ἔδει τῷ πολέμῳ διὰ πολυχειρίας παρασκευάσασθαι καὶ ἐν τάχει.ὡς δʼ ἀπήγγειλαν αὐτοῖς ἀναστρέψαντες οἱ πρέσβεις ἃς παρὰ τῶν Ἑρνίκων ἔλαβον ἀποκρίσεις, ὅτι συνθήκας μὲν οὔ φασιν αὐτοῖς εἶναι πρὸς Ῥωμαίους κοινῇ γενομένας οὐδέποτε, τὰς δὲ πρὸς βασιλέα Ταρκύνιον ὁμολογίας αἰτιῶνται λελύσθαι τήν τʼ ἀρχὴν ἀφαιρεθέντος ἐκείνου καὶ τεθνηκότος ἐπὶ τῆς ξένης· εἰ δέ τινες ἁρπαγαὶ καὶ καταδρομαὶ τῆς χώρας ἐγένοντο διὰ λῃστηρίων, οὐκ ἀπὸ κοινῆς γνώμης γεγονέναι λέγουσιν, ἀλλʼ ἰδιωτῶν ἀδικήματα μετιόντων τὰ ἴδια, καὶ οὐδὲ τοὺς ταῦτα δράσαντας παρέχειν οἷοί τʼ εἰσὶν ἐπὶ δίκην, ἕτερα καὶ αὐτοὶ τοιαῦτα πεπονθέναι λέγοντες καὶ ἀντεγκαλοῦντες,ἄσμενοί τʼ εἰσι δέχεσθαι τὸν πόλεμον. ταῦτα ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο νείμασθαι τὴν καταγραφεῖσαν ἐκ τῶν νεωτέρων στρατιὰν τριχῇ· τούτων δὲ τὴν μὲν μίαν ἄγοντα Γάϊον Ἀκύλλιον τὸν ὕπατον ὁμόσε τῇ Ἑρνίκων στρατιᾷ χωρεῖν· καὶ γὰρ ἐκεῖνοι ἤδη ἦσαν ἐν τοῖς ὅπλοις· τὴν δʼ ἑτέραν Τῖτον Σίκκιον ἐπὶ Οὐολούσκους ἄγειν, τὸν ἕτερον τῶν ὑπάτων, τὴν δὲ λοιπὴν τρίτην μερίδα παραλαβόντα Σπόριον Λάρκιον, ὃς ἦν ἀποδεδειγμένος ὑπὸ τῶν |ὑπάτων ἔπαρχος τὴν ἔγγιστα τῆς πόλεως χώραν φυλάττειν· τοὺς δʼ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, ὅσοι δύναμιν εἶχον ἔτι βαστάζειν ὅπλα, ταχθέντας ὑπὸ σημαίαις τάς τʼ ἄκρας φρουρεῖν τῆς πόλεως καὶ τὰ τείχη, μή τις αἰφνίδιος πολεμίων γένηται ἔφοδος ἐξεστρατευμένης τῆς νεότητος ἀθρόας· ἡγεῖσθαι δὲ τῆς δυνάμεως ταύτης Αὖλον Σεμπρώνιον Ἀτρατῖνον, ἄνδρα τῶν ὑπατικῶν. ἐγίνετο δὲ ταῦτʼ οὐ διὰ μακροῦ.Ἀκύλλιος μὲν οὖν ἅτερος τῶν ὑπάτων ἐν τῇ Πραινεστηνῶν χώρᾳ τὸν Ἑρνίκων στρατὸν ὑπομένοντα καταλαβὼν ἀντικατεστρατοπέδευσεν ὡς ἐδύνατο μάλιστʼ ἀγχοτάτω σταδίους ἀπὸ τῆς Ῥώμης ἀποσχὼν ὀλίγῳ πλείους διακοσίων· τρίτῃ δʼ ἀφʼ ἧς κατεστρατοπέδευσεν ἡμέρᾳ, προελθόντων ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων εἰς τὸ πεδίον ἐν τάξει καὶ τὰ σημεἶ ἀράντων τῆς μάχης, ἀντεξῆγε καὶ αὐτὸς τὴν δύναμιν ἐν κόσμῳ τε καὶ κατὰ τέλη.ἐπεὶ δʼ ἀγχοῦ ἐγένοντο ἀλλήλων ἔθεον ἀλαλάξαντες ὁμόσε, πρῶτον μὲν οἱ ψιλοὶ σαυνίων τε βολαῖς καὶ τοξεύμασι καὶ λίθοις ἀπὸ σφενδόνης μαχόμενοι, καὶ πολλὰ τραύματα ἔδοσαν ἀλλήλοις· ἔπειτα ἱππεῖς ἱππεῦσι συρράττουσι κατʼ ἴλας ἐλαύνοντες καὶ τὸ πεζὸν τῷ πεζῷ κατὰ σπείρας μαχόμενον. ἔνθα δὴ καλὸς ἀγὼν ἦν ἐκθύμως ἀμφοτέρων ἀγωνιζομένων, καὶ μέχρι πολλοῦ διέμενον οὐδέτεροι τοῖς ἑτέροις τοῦ χωρίου, ἐν ᾧ ἐτάχθησαν, εἴκοντες. ἔπειτα ἡ Ῥωμαίων ἤρξατο κάμνειν φάλαγξ, οἷα διὰ πολλοῦ τοῦ μεταξὺ χρόνου τότε πρῶτον ἠναγκασμένη ὁμιλεῖν πολέμῳ.τοῦτο συνιδὼν Ἀκύλλιος ἐκέλευσε τοὺς ἀκμῆτας ἔτι καὶ εἰς αὐτὸ τοῦτο φυλαττομένους ὑπὸ τὰ κάμνοντα τῆς φάλαγγος ὑπελθεῖν μέρη, τοὺς δὲ τραυματίας καὶ τοὺς ἀπειρηκότας ὀπίσω τῆς φάλαγγος ἀπιέναι. οἱ δʼ Ἕρνικες ὡς ἔμαθον κινουμένους αὐτῶν τοὺς λόχους φυγῆς τʼ ἄρχειν τοὺς Ῥωμαίους ὑπέλαβον, καὶ παρακελευσάμενοι ἀλλήλοις ἐμβάλλουσι πυκνοῖς τοῖς λόχοις εἰς τὰ κινούμενα τῶν πολεμίων μέρη, καὶ οἱ ἀκραιφνεῖς τῶν Ῥωμαίων ἐπιόντας αὐτοὺς δέχονται· καὶ ἦν αὖθις ἐξ ὑπαρχῆς ἀμφοτέρων ἐκθύμως ἀγωνιζομένων μάχη καρτερά· καὶ γὰρ καὶ οἱ τῶν Ἑρνίκων ἐξεπληροῦντο λόχοι τοῖς ἀκμῆσιν ὑποπεμπομένοις εἰς τὰ κάμνοντα ὑπὸ τῶν ἡγεμόνων.ἐπειδὴ δὲ περὶ δείλην ὀψίαν ἦν ἤδη, παρακαλέσας τοὺς ἱππεῖς ὁ ὕπατος νυνὶ δὴ ἄνδρας ἀγαθοὺς γενέσθαι, ἐμβάλλει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας αὐτὸς ἡγούμενος τῆς ἴλης. οἱ δʼ ὀλίγον τινὰ δεξάμενοι χρόνον αὐτοὺς ἐγκλίνουσι, καὶ γίνεται φόνος ἐνταῦθα πολύς. τὸ μὲν οὖν δεξιὸν τῶν Ἑρνίκων κέρας ἐπόνει τʼ ἤδη καὶ ἐξέλειπε τὴν τάξιν, τὸ δʼ εὐώνυμον ἔτι ἀντεῖχε καὶ περιῆν τοῦ Ῥωμαίων δεξιοῦ· μετʼ ὀλίγον μέντοι καὶ τοῦτʼ ἐνέδωκεν.