Ῥωμαῖοι δʼ ὡς ἔμαθον, ὅτι λέλυται σφῶν ὁ κίνδυνος· ἔφθασε γὰρ τῶν γυναικῶν τὴν παρουσίαν προλαβοῦσα ἡ φήμη· σὺν πολλῇ χαρᾷ καταλιπόντες τὴν πόλιν ἔθεον ἔξω καὶ ὑπήντων ταῖς γυναιξὶν ἀσπασμοὺς καὶ παιᾶνας καὶ πάνθʼ ὅσα ἐκ μεγάλων κινδύνων εἰς ἀδόκητον εὐτυχίαν ἄνθρωποι καταστάντες πράττουσί τε καὶ λέγουσιν ὑπὸ χαρᾶς, τὰ μὲν ἀθρόοι,τὰ δε καθʼ ἕνα ἕκαστον ἀποδεικνύμενοι. ἐκείνην μὲν οὖν τὴν νύκτα ἐν θαλείαις τε καὶ εὐπαθείαις διετέλεσαν, τῇ δʼ ἑξῆς ἡμέρᾳ συναχθεῖσα ὑπὸ τῶν ὑπάτων ἡ βουλὴ περὶ μὲν τοῦ Μαρκίου γνώμην ἀπεδείξαντο εἰς ἑτέρους ἀναβάλλεσθαι καιροὺς ἐπιτηδειοτέρους τὰς δοθησομένας αὐτῷ τιμάς· ταῖς δὲ γυναιξὶν ἔπαινόν τʼ ἀποδεδόσθαι τῆς προθυμίας παλαιᾷ δημοσίᾳ γραφῇ μνήμην οἴσοντα ἐκ τῶν ἐπιγινομένων αἰώνιον, καὶ γέρας, ὅ τι ἂν αὐταῖς λαβούσαις ἥδιστόν τε καὶ τιμιώτατον ἔσεσθαι μέλλῃ· καὶ ὁ δῆμος ἐπεκύρωσε ταῦτα.ταῖς δὲ γυναιξὶ βουλευσαμέναις εἰσῆλθεν ἐπιφθόνου μὲν δωρεᾶς μηδεμιᾶς δεῖσθαι, ἀξιοῦν δʼ ἐπιτρέψαι σφίσι τὴν βουλὴν ἐπὶ τύχης γυναικῶν ἱδρύσασθαι ἱερόν, ἐν ᾧ τὰς περὶ τῆς πόλεως ἐποιήσαντο λιτὰς χωρίῳ, θυσίας τε καθʼ ἕκαστον ἔτος αὐτῇ συνιούσας ἐπιτελεῖν ἐν ᾗ τὸν πόλεμον ἔλυσαν ἡμέρᾳ. ἡ μέντοι βουλὴ καὶ ὁ δῆμος ἀπὸ τῶν κοινῶν ἐψηφίσαντο χρημάτων τέμενός τʼ ὠνηθὲν καθιερωθῆναι τῇ θεῷ, καὶ ἐν αὐτῷ νεὼν καὶ βωμόν, ὡς ἂν οἱ ἱερομνήμονες ἐξηγῶνται, συντελεσθῆναι, θυσίας τε προσάγεσθαι δημοτελεῖς καταρχομένης τῶν ἱερῶν γυναικός, ἣν ἂν ἀποδείξωσιν αὐταὶ λειτουργὸν τῶν ἱερῶν.ταῦτα τῆς βουλῆς ψηφισαμένης ἱέρεια μὲν ὑπὸ τῶν γυναικῶν ἀπεδείχθη τότε πρῶτον ἡ τὴν γνώμην αὐταῖς εἰσηγησαμένη περὶ τῆς πρεσβείας Οὐαλερία καὶ τὴν μητέρα τοῦ Μαρκίου πείσασα συλλαβέσθαι σφίσι τῆς ἐξόδου. θυσίαν δὲ πρώτην αἱ γυναῖκες ἔθυσαν ὑπὲρ τοῦ δήμου καταρχομένης τῶν ἱερῶν τῆς Οὐαλερίας ἐπὶ τοῦ κατασκευασθέντος ἐν τῷ τεμένει βωμοῦ, πρὶν ἢ τὸν νεὼν καὶ τὸ ξόανον ἀνασταθῆναι, μηνὶ Δεκεμβρίῳ τοῦ κατόπιν ἐνιαυτοῦ, τῇ νέᾳ σελήνῃ, ἣν Ἕλληνες μὲν νουμηνίαν, Ῥωμαῖοι δὲ καλάνδας καλοῦσιν· αὕτη γὰρ ἦν ἡ λύσασα τὸν πόλεμον ἡμέρα. ἐνιαυτῷ δʼ ὕστερον ἑτέρῳ μετὰ τὴν πρώτην θυσίαν ὁ κατασκευασθεὶς ἐκ τῶν δημοσίων χρημάτων νεὼς συνετελέσθη τε καὶ καθιερώθη Κοιντιλίου μηνὸς ἑβδόμῃ μάλιστα κατὰ σελήνην·αὕτη δὲ κατὰ Ῥωμαίους ἐστὶν ὁ προηγουμένη τῶν Κοιντιλίων νωνῶν ἡμέρα. ὁ δὲ καθιερώσας αὐτὸν ἦν Πρόκλος Οὑεργίνιος ἅτερος τῶν ὑπάτων.εἴη δʼ ἂν ἁρμόττον ἱστορίας σχήματι καὶ ἐπανορθώσεως ἕνεκα τῶν οἰομένων μήτʼ ἐπὶ ταῖς τιμαῖς ταῖς παρʼ ἀνθρώπων χαίρειν τοὺς θεοὺς μήτʼ ἐπὶ ταῖς ἀνοσίοις καὶ ἀδίκοις πράξεσιν ἀγανακτεῖν, τὸ δηλῶσαι τὴν γενομένην ἐπιφάνειαν τῆς θεοῦ κατʼ ἐκεῖνον τὸν χρόνον οὐχ ἅπαξ, ἀλλὰ καὶ δίς, ὡς αἱ τῶν ἱεροφαντῶν περιέχουσι γραφαί, ἵνα τοῖς μὲν εὐλαβεστέροις περὶ τὸ συνέχειν, ἃς παρὰ τῶν προγόνων δόξας ὑπὲρ τοῦ δαιμονίου παρέλαβον, ἀμεταμέλητος ἡ τοιαύτη προαίρεσις καὶ βεβαία διαμένῃ, τοῖς δʼ ὑπερορῶσι τῶν πατρίων ἐθισμῶν καὶ μηθενὸς ποιοῦσι τὸ δαιμόνιον τῶν ἀνθρωπίνων λογισμῶν κύριον μάλιστα μὲν ἀναθέσθαι ταύτην τὴν δόξαν, εἰ δʼ ἀνιάτως ἔχουσιν ἔτι μᾶλλον αὐτοῖς ἀπεχθάνεσθαι καὶ κακοδαιμονεστέροις εἶναι.ἱστορεῖται τοίνυν, ὅτι τῆς βουλῆς ψηφισαμένης ἐκ τοῦ δημοσίου πάσας ἐπιχορηγηθῆναι τὰς εἰς τὸν νεών τε καὶ τὸ ξόανον δαπάνας, ἕτερον δʼ ἄγαλμα κατασκευασαμένων τῶν γυναικῶν ἀφʼ ὧν αὐταὶ συνήνεγκαν χρημάτων, ἀνατεθέντων τʼ αὐτῶν ἀμφοτέρων ἅμα ἐν τῇ πρώτῃ τῆς ἀνιερώσεως ἡμέρᾳ, θάτερον τῶν ἀφιδρυμάτων, ὃ κατεσκευάσανθʼ αἱ γυναῖκες, ἐφθέγξατο πολλῶν παρουσῶν γλώττῃ Λατίνῃ φωνὴν εὐσύνετόν τε καὶ γεγωνόν· ἧς ἐστι φωνῆς ἐξερμηνευόμενος ὁ νοῦς εἰς τὴν Ἑλλάδα διάλεκτον τοιόσδε· ὁσίῳπόλεως νόμῳ γυναῖκες γαμεταὶ δεδώκατέ με. οἷα δὲ φιλεῖ γίνεσθαι περὶ τὰς παραδόξους φωνάς τε καὶ ὄψεις, πολλὴ ταῖς παρούσαις ἐνέπιπτεν ἀπιστία, μή ποτʼ οὐ τὸ ξόανον εἴη τὸ φθεγξάμενον, ἀνθρωπίνη δέ τις φωνή· μάλιστα δʼ ὅσαι πρὸς ἄλλῳ τινὶ τὸν νοῦν ἔχουσαι τηνικαῦτα ἔτυχον, οὐκ ἰδοῦσαι τὸ φθεγγόμενον, ὅ τι ποτʼ ἦν, ταύτην εἶχον τὴν πρὸς τὰς ἰδούσας ἀπιστίαν. ἔπειτʼ αὖθις πληθύοντος τοῦ νεὼ καὶ σιωπῆς πλείστης κατὰ δαίμονα γενομένης ἐν μείζονι φωνῇ ταὐτὸ ξόανον ἐφθέγξατο τὴν αὐτὴν λέξιν, ὥστε μηδὲν ἔτι εἶναι τὸ ἀμφίλογον. ἡ μὲν οὖν βουλὴ ὡς.ταῦτʼ ἔμαθεν ἐψηφίσατο θυσίας ἄλλας καὶ σεβασμούς, οὓς ἂν οἱ τῶν ἱερῶν ἐξηγηταὶ παραδῶσι καθʼ ἕκαστον ἔτος ἐπιτελεῖν. αἱ δὲ γυναῖκες ἐν ἔθει κατεστήσαντο τῇ τῆς ἱερείας χρησάμεναι γνώμῃ, τῷ ξοάνῳ τούτῳ μήτε στεφάνους ἐπιτιθέναι μήτε χεῖρας προσφέρειν γυναῖκας, ὅσαι δευτέρων ἐπειράθησαν γάμων, τὴν δὲ τιμὴν καὶ θεραπείαν αὐτοῦ πᾶσαν ἀποδεδόσθαι ταῖς νεογάμοις. ἀλλὰ περὶ μὲν τούτων οὔτε παρελθεῖν τὴν ἐπιχώριον ἱστορίαν καλῶς εἶχεν, οὔτε πλείονα περὶ αὐτῆς ποιεῖσθαι λόγον. ἐπάνειμι δʼ, ὅθεν εἰς τοῦτον ἐξέβην τὸν λόγον.μετὰ τὴν ἐκ τοῦ χάρακος ἀπαλλαγὴν τῶν γυναικῶν ὁ Μάρκιος περὶ τὸν ὄρθρον ἀναστήσας τὴν στρατιὰν ἀπῆγεν ὡς διὰ φιλίας, καὶ ἐπειδὴ ἐν τῇ Οὐολούσκων ἐγένετο, πάντα, ὅσα ἐκ τῶν λαφύρων ἔλαβε, δωρησάμενος τοῖς στρατιώταις, ἑαυτῷ δʼ οὐδʼ ὁτιοῦν ὑπολιπόμενος ἀπέλυσεν ἐπὶ τὰ οἰκεῖα. ἡ μὲν οὖν κοινωνήσασα τῶν ἀγώνων αὐτῷ στρατιὰ πλούτῳ βαρεἶ ἀφικομένη τήν τʼ ἀνάπαυλαν οὐκ ἀηδῶς ἐδέξατο τοῦ πολέμου καὶ διʼ εὐνοίας εἶχε τὸν ἄνδρα, συγγνώμης τʼ ἄξιον ἡγεῖτο, εἰ μὴ τέλος ἐπέθηκε τῷ πολέμῳ