κινοῦντες τὴν πολιτείαν, σκοπεῖν ἠξίουν. ὑπὲρ ἅπαντας δὲ τοὺς ἀριστοκρατικοὺς ἐκ μὲν τῶν πρεσβυτέρων Ἄππιος ἀνὴρ πολλῶν ἄξιος ἕνεκεν ἐπαινεῖσθαι, ἐκ δὲ τῶν νεωτέρων ἐγώ· καὶ λόγους ἐποιούμεθα διὰ παντὸς ἐπὶ τῆς βουλῆς ἐλευθέρους οὐ δήμῳ πολεμοῦντες, ἀλλὰ πονηροκρατίαν ὑφορώμενοι, οὐδὲ καταδουλώσασθαί τινα βουλόμενοι Ῥωμαίων, ἀλλὰ τὸ μὲν ἐλεύθερον ἅπασιν ἀξιοῦντες ὑπάρχειν, τὴν δὲ προστασίαν τῶν κοινῶν ἀποδεδόσθαι τοῖς κρείττοσι.ταῦθʼ ὁρῶντες οἱ πονηρότατοι τοῦ πλήθους ἐκεῖνοι προστάται πρώτους ἔγνωσαν ἡμᾶς τοὺς φανερώτατα ἐναντιουμένους σφίσιν ἐκποδὼν ποιήσασθαι, οὐχ ἅμʼ ἀμʼ ἀμφοτέροις ἐπιχειρήσαντες, ἵνα μὴ ἐπίφθονόν τε καὶ βαρὺ τὸ πρᾶγμα γένηται, ἀλλʼ ἀπʼ ἐμοῦ τοῦ νεωτέρου τε καὶ εὐμεταχειριστοτέρου ἀρξάμενοι. τὸ μὲν οὖν πρῶτον ἄκριτόν με ἐπεχείρησαν ἀπολέσαι, ἔπειτʼ ἔκδοτον παρὰ τῆς βουλῆς ἠξίουν ἐπὶ θανάτῳ λαβεῖν· ἀποτυχόντες δʼ ἀμφοτέρων προὐκαλέσαντο ἐπὶ δίκην, ἣν αὐτοὶ δικάσειν ἔμελλον, τυραννίδος ἐπιβαλόντες αἰτίαν.καὶ οὐδὲ τοῦτʼ ἔμαθον, ὅτι δήμῳ τύραννος οὐδεὶς πολεμεῖ μετὰ τῶν ἀρίστων συστάς, ἀλλὰ τἀναντία μετὰ τοῦ δήμου τὸ κράτιστον ἐκ τῆς πόλεως ἀναιρεῖ μέρος· δικαστήριόν τʼ οὐχ ὅπερ ἦν πάτριον ἀπέδωκάν μοι τὴν λοχῖτιν καλέσαντες ἐκκλησίαν, ἀλλʼ ὃ πάντες ὁμολογοῦσι πονηρότατον εἶναι δικαστήριον καὶ ἐπʼ ἐμοῦ πρώτου καὶ μόνου γενόμενον, ἐν ᾧ πλέον ἔχειν ἔμελλον οἱ θῆτες καὶ ἀνέστιοι καὶ τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντες βίοις τῶν ἀγαθῶν καὶ δικαίων καὶ τὰκοινὰ σώζεσθαι βουλομένων. τοσοῦτο δʼ ἄρα μοι περιῆν τοῦ μηδὲν ἀδικεῖν, ὥστʼ ἐν ὄχλῳ κρινόμενος, οὗ τὸ πλέον μισόχρηστον ἦν καὶ διὰ τοῦτʼ ἐχθρὸν ἐμοί, δυσὶ μόνον ἑάλων ψήφοις ἀποτιθεμένων τὴν ἐξουσίαν τῶν δημάρχων, εἰ μὴ καταδικασθείην ἐγώ, καὶ τὰ ἔσχατα πείσεσθαι πρὸς ἐμοῦ λεγόντων καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ παρὰ τὸν ἀγῶνα κατʼ ἐμοῦ χρησαμένων.τοιαῦτα δὴ πεπονθὼς ἐγὼ πρὸς τῶν ἐμαυτοῦ πολιτῶν ἀβίωτον ἡγησάμην τὸν λοιπὸν ἔσεσθαί μοι βίον, εἰ μὴ λάβοιμι παρʼ αὐτῶν δίκας· καὶ διὰ τοῦτʼ ἐξόν μοι ζῆν ἀπραγμόνως, εἴτʼ ἐν ταῖς Λατίνων πόλεσιν ἠβουλόμην κατὰ τὸ συγγενές, εἴτʼ ἐν ταῖς νεοκτίστοις, ἅς οἱ πατέρες ἡμῶν ἀπῴκισαν, οὐκ ἠβουλήθην, ἐφʼ ὑμᾶς δὲ κατέφυγον, οὓς ἠπιστάμην πλεῖστά θʼ ὑπὸ Ῥωμαίων ἠδικημένους καὶ μάλιστʼ αὐτοῖς ἀπεχθομένους, ἵνα κοινῇ μεθʼ ὑμῶν τιμωρησαίμην αὐτούς, ὅση μοι δύναμις, λόγοις τʼ, ἔνθα δεῖ λόγων, καὶ ἔργοις, ὅταν ἔργων δέῃ. χάριν τε τὴν μεγάλην ὑμῖν οἶδα τῆς θʼ ὑποδοχῆς μου καὶ ἔτι μᾶλλον τῆς τιμῆς, ᾗ με τιμᾶτε οὐθὲν οὔτε μνησικακήσαντες οὔθʼ ὑπολογισάμενοι ὧν ὑπʼ ἐμοῦ πολεμίου ποτὲ ὄντος ἐπάθετε κατὰ τοὺς πολέμους.φέρε δή, τίς ἂν εἴην ἀνήρ, εἰ δόξης καὶ τιμῶν, ὧν προσῆκέ μοι παρὰ τοῖς ἐμαυτοῦ πολίταις τυγχάνειν, παρὰ τῶν εὖ παθόντων ἀποστερηθείς, πρὸς δὲ τούτοις πατρίδος τε καὶ οἴκου καὶ φίλων καὶ θεῶν πατρῴων καὶ τάφων προγονικῶν καὶ παντὸς ἄλλου ἀπελασθεὶς ἀγαθοῦ, παρʼ ὑμῖν δʼ ἅπαντα ταῦθʼ εὑρών, οἷς ἐκείνων χάριν ἐπολέμουν, εἰ μὴ γενοίμην χαλεπὸς μὲν οἷς ἀντὶ πολιτῶν ἐχθροῖς κέχρημαι, χρηστὸς δʼ οἷς ἀντὶ πολεμίων φίλοις; ἀλλʼ ἔγωγʼ οὐδʼ ἐν ἀνδρὸς μοίρᾳ θείην ἄν, ὅστις μήτε τὸ πολεμοῦν διʼ ὀργῆς ἔχει μήτε τὸ σῶζον ἑαυτὸν διʼ εὐνοίας. πατρίδα θʼ ἡγοῦμαι οὐ τὴν ἀπαρνησαμένην με πόλιν, ἀλλʼ ἧς ἀλλότριοςὢν πολίτης γέγονα, γῆν τʼ οὐκ ἐν ᾗ ἠδίκημαι φίλην, ἀλλʼ ἐν ᾗ τὸ ἀσφαλὲς ἔχω. καὶ ἂν θεός τε συλλαμβάνῃ καὶ τὰ ὑμέτερα ὡς εἰκὸς πρόθυμα ᾖ, μεγάλην καὶ ταχεῖαν ἐλπίζω γενήσεσθαι τὴν μεταβολήν. εὖ γὰρ ἴστε, ὅτι πολλῶν ἤδη πολεμίων πειραθέντες Ῥωμαῖοι οὐθένας μᾶλλον ἔδεισαν ὑμῶν, οὐδʼ ἐστίν, ἐφʼ ᾧ μᾶλλον σπουδάζοντες διατελοῦσιν ἢ ὅπως τὸ ὑμέτερον ἔθνος ἀσθενὲς ἀποδείξουσι.καὶ διὰ τοῦτο τὰς μὲν πολέμῳ λαβόντες ὑμῶν ἔχουσι πόλεις, τὰς δὲ φιλίας ἐλπίδι παρακρουσάμενοι, ἵνα μὴ καθʼ ἓν ἅπαντες γενόμενοι κοινὸν ἐξενέγκητε κατʼ αὐτῶν πόλεμον. ἐὰν οὖν τἀναντία ὑμεῖς ἀντιφιλοτιμούμενοι διατελῆτε καὶ μίαν ἅπαντες ἔχητε περὶ τοῦ πολέμου γνώμην, ὃ ποιεῖτε νυνί, ῥᾳδίως αὐτῶν τὸ κράτος παύσετε.ὃν δὲ τρόπον ἀγωνιεῖσθε καὶ πῶς χρήσεσθε τοῖς πράγμασιν, ἐπειδὴ γνώμην ἀξιοῦτέ με ἀποφήνασθαι, εἴτʼ ἐμπειρίαν μοι μαρτυροῦντες εἴτʼ εὔνοιαν εἴτε καὶ ἀμφότερα, φράσω καὶ οὐκ ἀποκρύψομαι. πρῶτον μὲν οὖν ὑμῖν παραινῶ σκοπεῖν, ὅπως εὐσεβῆ καὶ δικαίαν πορίσησθε τοῦ πολέμου πρόφασιν. εὐσεβὴς δὲ καὶ δικαία τοῦ πολέμου πρόφασις, ἥτις ἂν γένοιτο καὶἅμα συμφέρουσα ὑμῖν, ἀκούσατέ μου. Ῥωμαίοις ἡ μὲν ἐξ ἀρχῆς ὑπάρξασα γῆ βραχεῖά ἐστι καὶ λυπρά, ἡ δʼ ἐπίκτητος, ἣν τοὺς περιοίκους ἀφελόμενοι ἔχουσι, πολλὴ καὶ ἀγαθή· καὶ εἰ τῶν ἠδικημένων ἕκαστοι τὴν ἑαυτῶν ἀξιοῖεν ἀπολαβεῖν, οὐδὲν οὕτως μικρὸν οὐδʼ ἀσθενὲς οὐδʼ ἄπορον, ὡς τὸ Ῥωμαίων ἄστυ γενήσεται.τούτου δʼ οἴομαι δεῖν ὑμᾶς ἄρξαι. πέμπετε οὖν πρέσβεις ὡς αὐτοὺς ἀπαιτοῦντες ἃς κατέχουσιν ὑμῶν πόλεις καὶ ὅσα τείχη ἐν τῇ ὑμετέρᾳ γῇ ἐνετειχίσαντο ἀξιοῦντες ἐκλιπεῖν, καὶ εἴ τι ἄλλο βίᾳ σφετερισάμενοι τῶν ὑμετέρων ἔχουσι πείθοντες ἀποδιδόναι. πολέμου δὲ μήπω ἄρχετε, πρὶν ἢ λαβεῖν τὰς παρʼ αὐτῶν ἀποκρίσεις. ἐὰν γὰρ ταῦτα ποιήσητε, δυεῖν ὧν βούλεσθε ὑπάρξει θάτερον ὑμῖν· ἢ τὰ ἑαυτῶν ἀπολήψεσθε ἄνευ κινδύνων καὶ δαπάνης, ἢ καλὴν καὶ δικαίαν πρόφασιν εἰληφότες ἔσεσθε τοῦ πολέμου. τὸ γὰρ μὴ τῶν ἀλλοτρίων ἐπιθυμεῖν, ἀλλὰ τὰ ἑαυτῶν ἀπαιτεῖν καὶ μὴ τυγχάνοντας τούτου πολεμεῖν, ἅπαντες ἂν ὁμολογήσουσιν εἶναι καλόν.