δικάζειν τοῖς ὄχλοις, ἐν τούτῳ καθίσαι. καὶ ὁ Μάρκιος ἀσμένως τὸ ῥηθὲν ἐδέξατο ὡς δὴ περιουσίᾳ τε πολλῇ τῶν δικαίων πρὸς τὴν ἔντευξιν αὐτῆς χρησόμενος καὶ ἐν καλῷ ποιούμενος τοῖς ὄχλοις τὴν ἀπόκρισιν. ἐλθὼν δʼ ἐπὶ τὸ στρατηγικὸν βῆμα πρῶτον μὲν ἐκέλευσε τοῖς ὑπηρέταις καθελεῖν ἀπʼ αὐτοῦ τὸν δίφρον καὶ θεῖναι χαμαί, μητρὸς ὑψηλότερον οὐκ οἰόμενος δεῖν τόπον ἔχειν, οὐδʼ ἐξουσίᾳ χρῆσθαι κατʼ ἐκείνης οὐδεμιᾷ· ἔπειτα παρακαθισάμενος τοὺς ἐπιφανεστάτους τῶν θʼ ἡγεμόνων καὶ λοχαγῶν, καὶ τῶν ἄλλων ἐάσας παρεῖναι τὸν βουλόμενον, ἐκέλευσε τὴν μητέρα λέγειν.καὶ ἡ Οὐετουρία παραστησαμένη τήν τε· γυναῖκα τοῦ Μαρκίου καὶ τὰ τέκνα καὶ τὰς ἐπιφανεστάτας τῶν ἐν Ῥώμῃ γυναικῶν πρῶτον μὲν ἔκλαιεν εἰς τὴν γῆν ὁρῶσα μέχρι πολλοῦ, καὶ πολὺν ἐκίνησεν ἐκ τῶν παρόντων ἔλεον. ἔπειτʼ ἀναλαβοῦσα αὑτὴν ἔλεξεν·αἱ γυναῖκες, ὦ Μάρκιε τέκνον, τὰς ὕβρεις ἐνθυμούμεναι καὶ τὰς ἄλλας συμφορὰς τὰς συμβησομένας αὐταῖς, ἐὰν ἡ πόλις ἡμῶν ὑπὸ τοῖς πολεμίοις γένηται, πᾶσαν ἄλλην ἀπογνοῦσαι βοήθειαν, ἐπειδὴ τοῖς ἀνδράσιν αὐτῶν ἀξιοῦσι διαλύσασθαι τὸν πόλεμον αὐθάδεις καὶ σκληρὰς ἔδωκας ἀποκρίσεις, ἄγουσαι τὰ τέκνα καὶ τοῖς πενθίμοις τούτοις ἠμφιεσμέναι τρύχεσι κατέφυγον ἐπʼ ἐμέ, τὴν σὴν μητέρα, καὶ Οὐολουμνίαν, τὴν σὴν γυναῖκα, δεόμεναι, μὴ περιιδεῖν αὐτὰς τὰ μέγιστα τῶν ἐν ἀνθρώποις κακῶν ὑπὸ σοῦ παθούσας· οὐθὲν μὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον εἰς ἡμᾶς ἐξαμαρτοῦσαι, πολλὴν δὲ καί, ὅτʼ εὐτυχοῦμεν, εὔνοιαν ἔτι παρασχόμεναι, καί, ὅτʼ ἐπταίσαμεν, συμπάθειαν.ἔχομεν γὰρ αὐταῖς μαρτυρεῖν, ἐξ οὗ σὺ ἀπῆρας ἐκ τῆς πατρίδος, ἡμεῖς δʼ ἔρημοι καὶ τὸ μηθὲν ἔτι οὖσαι κατελειπόμεθα, συνεχῶς τε παραγινομέναις πρὸς ἡμᾶς καὶ παραμυθουμέναις τὰς συμφορὰς ἡμῶν καὶ συναλγούσαις. τούτων δὴ λαμβάνουσαι μνήμην ἐγώ τε καὶ ἡ σὴ γυνὴ ἡ συνοικουροῦσα μετʼ ἐμοῦ τὰς ἱκεσίας αὐτῶν οὐκ ἀπεστράφημεν, ἀλλʼ ὑπεμείναμεν, ὡς ἠξίουν ἡμᾶς ἐλθεῖν ἐπὶ σὲ καὶ τὰς ὑπὲρ τῆς πατρίδος ποιήσασθαι δεήσεις.ἔτι δʼ αὐτῆς λεγούσης ὑπολαβὼν ὁ Μάρκιος εἶπεν· ἀδυνάτων δεομένη, μῆτερ, ἐλήλυθας ἀξιοῦσα προδοῦναί με τοῖς ἐκβαλοῦσι τοὺς ὑποδεξαμένους, καὶ τοῖς ἅπαντά με ἀφελομένοις τὰ ἐμαυτοῦ τοὺς χαρισαμένους τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν· οἷς ἐγὼ τὴν ἀρχὴν τήνδε παραλαμβάνων θεούς τε καὶ δαίμονας ἐγγυητὰς ἔδωκα, μήτε προδώσειν τὸ κοινὸν αὐτῶν μήτε προκαταλύσεσθαι τὸν πόλεμον, ἐὰν μὴ Οὐολούσκοις ἅπασι δοκῇ.θεούς τε δὴ σεβόμενος, οὓς ὤμοσα, καὶ ἀνθρώπους αἰδούμενος, οἷς τὰς πίστεις ἔδωκα, πολεμήσω Ῥωμαίοις ἄχρι τέλους. ἐὰν δʼ ἀποδιδῶσι τὴν χώραν Οὐολούσκοις, ἣν κατέχουσιν αὐτῶν βίᾳ, καὶ φίλους αὐτοὺς ποιήσωνται πάντων αὐτοῖς μεταδιδόντες τῶν ἴσων ὥσπερ Λατίνοις, διαλύσομαι τὸν πρὸς αὐτοὺς πόλεμον· ἄλλως δʼ οὔ.ὑμεῖς μὲν οὖν, ὦ γυναῖκες, ἄπιτε καὶ λέγετε τοῖς ἀνδράσι ταῦτα καὶ πείθετε αὐτοὺς μὴ φιλοχωρεῖν τοῖς ἀλλοτρίοις ἀδίκως, ἀλλʼ ἀγαπᾶν, ἐὰν τὰ ἑαυτῶν ἔχειν τις αὐτοὺς ἐᾷ, μηδʼ ὅτι πολέμῳ λαβόντες ἔχουσι τὰ Οὐολούσκων, περιμένειν, ἕως πολέμῳ πάλιν αὐτὰ ὑπὸ τούτων ἀφαιρεθῶσιν. οὐ γὰρ ἀποχρήσει τοῖς κρατοῦσι τὰ ἑαυτῶν μόνον ἀπολαβεῖν, ἀλλὰ καὶ τὰ τῶν κρατηθέντων ἴδια ἀξιώσουσιν ἔχειν. ἐὰν δὲ περιεχόμενοι τῶν μηθὲν ὐτοῖς προσηκόντων πᾶν ὁτιοῦν πάσχειν ὑπομένωσι φυλάττοντες τὸ αὔθαδες, ἐκείνους αἰτιάσεσθε τῶν καταληψομένων κακῶν, οὐ Μάρκιον οὐδὲ Οὐολούσκους οὐδὲ τῶν ἄλλων ἀνθρώπων οὐδένα.σοῦ δέ, ὦ μῆτερ, ἐν μέρει πάλιν υἱὸς ὢν ἐγὼ δέομαι μή με παρακαλεῖν εἰς ἀνοσίους πράξεις καὶ ἀδίκους, μηδὲ μετὰ τῶν ἐχθίστων ἐμοί τε καὶ σεαυτῇ τεταγμένην πολεμίους ἡγεῖσθαι τοὺς ἀναγκαιοτάτους· ἀλλὰ παρʼ ἐμοὶ γενομένην ὥσπερ ἐστὶ δίκαιον πατρίδα τε νέμειν, ἣν ἐγὼ νέμω, καὶ οἶκον, ὃν ἐγὼ κέκτημαι, τιμάς τε καρποῦσθαι τὰς ἐμάς, καὶ δόξης ἀπολαύειν τῆς ἐμῆς, τοὺς αὐτοὺς ἡγουμένην φίλους τε καὶ πολεμίους οὕσπερ ἐγώ· ἀποθέσθαι τʼ ἤδη τὸ πένθος, ὃ διὰ τὰς ἐμὰς ὑπέμεινας, ὦ ταλαίπωρε, φυγάς, καὶ παύσασθαι τιμωρουμένην με τῷ σχήματι τούτῳ.ἐμοὶ γὰρ τὰ μὲν ἄλλα, ὦ μῆτερ, ἀγαθὰ κρείττονα ἐλπίδων καὶ μείζονα εὐχῆς παρὰ θεῶν τε καὶ ἀνθρώπων ἀπήντηται, ἡ δὲ περὶ σοῦ φροντίς, ᾗ τὰς γηροβοσκοὺς οὐκ ἀπέδωκα χάριτας, ἐντετηκυῖα τοῖς σπλάγχνοις πικρὸν ἐποίει καὶ ἀνόνητον ἁπάντων τῶν ἀγαθῶν τὸν βίον. εἰ σὲ σὺν ἐμοὶ τάξεις σεαυτὴν καὶ τῶν ἐμῶν κοινωνεῖν ἐθελήσεις ἁπάντων, οὐθενὸς ἔτι μοι δεήσει τῶν ἀνθρωπίνων ἀγαθῶν.παυσαμένου δʼ αὐτοῦ μικρὸν ἡ Οὐετουρία ἐπισχοῦσα χρόνον, ἕως ὁ τῶν περιεστηκότων ἔπαινος ἐπαύσατο πολύς τε καὶ μέχρι πολλοῦ γενόμενος, λέγει πρὸς αὐτόν· ἀλλʼ ἔγωγέ σε, ὦ Μάρκιε τέκνον, οὔτε προδότην Οὐολούσκων γενέσθαι ἀξιῶ, οἵ σε φεύγοντα ὑποδεξάμενοι τοῖς τʼ ἄλλοις ἐτίμησαν καὶ τὴν ἑαυτῶν ἡγεμονίαν ἐπίστευσαν, οὔτε παρὰ τὰς ὁμολογίας καὶ τοὺς ὅρκους, οὓς ἔδωκας αὐτοῖς, ὅτε τὰς δυνάμεις παρελάμβανες, ἄνευ κοινῆς γνώμης ἰδίᾳ καταλύσασθαι τὴν ἔχθραν βούλομαι· μηδʼ ὑπολάβῃς τὴν σεαυτοῦ μητέρα τοσαύτης ἀναπεπλῆσθαι θεοβλαβείας, ὥστε τὸν ἀγαπητὸν καὶ μόνον υἱὸν εἰς αἰσχρὰς καὶ