καλὸς ὁ κίνδυνος, ὦ Οὐετουρία, τὸν υἱὸν κομίσασθαι, ἐλευθερῶσαι τὴν πατρίδα, σῶσαι τὰς ἑαυτῆς πολίτιδας, κλέος ἀρετῆς ἀθάνατον τοῖς ἐσομένοις καταλιπεῖν. δὸς ἡμῖν ἑκοῦσα καὶ μετὰ προθυμίας τὴν χάριν καὶ σπεῦσον, ὦ Οὐετουρία· βουλὴν γὰρ ἢ χρόνον ὁ κίνδυνος ὀξὺς ὢν οὐκ ἐπιδέχεται.ἡ μὲν δὴ ταῦτʼ εἰποῦσα καὶ πολλὰ προεμένη δάκρυα ἐσίγησεν· ὀδυρομένων δὲ καὶ τῶν ἄλλων γυναικῶν καὶ πολλὰς δεήσεις ποιουμένων μικρὸν ἐπισχοῦσα ἡ Οὐετουρία καὶ δακρύσασα εἶπεν· εἰς ἀσθενῆ καὶ λεπτὴν ἐλπίδα καταπεφεύγατε, ὦ Οὐαλερία, τὴν ἐξ ἡμῶν τῶν ἀθλίων γυναικῶν βοήθειαν, αἷς ἡ μὲν εὔνοια ἡ πρὸς τὴν πατρίδα πάρεστι καὶ τὸ θέλειν σώζεσθαι τοὺς πολίτας, οἷοί ποτέ εἰσιν, ἡ δʼ ἰσχὺς καὶτὸ δύνασθαι ποιεῖν ἃ θέλομεν ἄπεστιν. ἀπέστραπται γὰρ ἡμᾶς, ὦ Οὐαλερία, Μάρκιος, ἐξ οὗ τὴν πικρὰν ἐκείνην ὁ δῆμος αὐτοῦ κατέγνω δίκην, καὶ μεμίσηκε τὴν οἰκίαν ὅλην ἅμα τῇ πατρίδι· τοῦτο δʼ ὑμῖν οὐ παρʼ ἄλλου τινός, ἀλλὰ παρʼ αὐτοῦ Μαρκίου μαθοῦσαι λέγειν ἔχομεν. ὅτε γὰρ ἁλοὺς τὴν δίκην ἦλθεν εἰς τὴν οἰκίαν προπεμπόμενος ὑπὸ τῶν ἑταίρων, καταλαβὼν ἡμᾶς καθημένας ἐν πενθίμοις τρύχεσι, ταπεινάς, κρατούσας ἐν τοῖς γόνασι τὰ τέκνα αὐτοῦ στενούσας τε οἷα εἰκὸς καὶ ἀνακλαιομένας τὴν καθέξουσαν ἡμᾶς τύχην στερομένας ἐκείνου, στὰς μικρὸν ἄπωθεν ἡμῶν ἄδακρυς ὥσπερ λίθος καὶ ἀτενής·οἴχεται, φησίν, ὑμῖν Μάρκιος, ὦ μῆτερ ἅμα καὶ σύ, ὦ Οὐολουμνία, κρατίστη γυναικῶν, ἐξελασθεὶς ὑπὸ τῶν πολιτῶν, ὅτι γενναῖος ἦν καὶ φιλόπολις καὶ πολλοὺς ὑπέμεινεν ὑπὲρ τῆς πατρίδος ἀγῶνας. ἀλλʼ ὡς πρέπει γυναιξὶν ἀγαθαῖς, οὕτω φέρετε τὰς συμφορὰς μηδὲν ἄσχημον ποιοῦσαι μηδὲ ἀγεννές, καὶ τὰ παιδία ταῦτα παραμύθια τῆς ἐμῆς ἐρημίας ἔχουσαι τρέφετε ἀξίως ὑμῶν τε καὶ τοῦ γένους· οἷς θεοὶ δοῖεν εἰς ἄνδρας ἐλθοῦσι τύχην μὲν κρείττονα τοῦ πατρός, ἀρετὴν δὲ μὴ χείρονα· καὶ χαίρετε. ἀπέρχομαι γὰρ ἤδη καταλιπὼν τὴν οὐκέτι χωροῦσαν ἄνδρας ἀγαθοὺς πόλιν. καὶ ὑμεῖς, ὦ θεοὶ κτήσιοι καὶ ἑστία πατρῴα καὶ δαίμονες οἱ κατέχοντες τοῦτον τὸν τόπον, χαίρετε.ὡς δὲ ταῦτʼ εἶπεν, ἡμεῖς μὲν αἱ δυστυχεῖς ἃς τὸ πάθος ἀπῄτει φωνὰς ἀναβοῶσαι καὶ παίουσαι τὰ στήθη περιεχύθημεν αὐτῷ τοὺς ἐσχάτους ἀσπασμοὺς κομιούμεναι· τῶν δὲ παιδίων τούτων ἐγὼ μὲν τὸ πρεσβύτερον ἦγον, ἡ δὲ μήτηρ τὸ νεώτερον εἶχεν ἐπὶ τῆς ἀγκάλης· ὁ δʼ ἀποστραφεὶς καὶ παρωσάμενος ἡμᾶς εἶπεν· οὔτε σὸς υἱὸς ἔτι, μῆτερ, ἔσται τὸν ἀπὸ τοῦδε χρόνον Μάρκιος, ἀλλʼ ἀφῄρηταί σε τὸν γηροβοσκὸν ἡ πατρίς, οὔτε σὸς ἀνὴρ ἀπὸ ταύτης, ὦ Οὐολουμνία, τῆς ἡμέρας, ἀλλʼ εὐτυχοίης ἕτερον ἄνδρα λαβοῦσα εὐδαιμονέστερον ἐμοῦ, οὔθʼ ὑμῶν, ὦ τέκνα φίλτατα, πατήρ, ἀλλʼ ὀρφανοὶ καὶ ἔρημοι παρὰταύταις, ἕως εἰς ἄνδρας ἔλθητε, τραφήσεσθε. ταῦτʼ εἰπὼν ἄλλʼ οὐθὲν οὔτε διοικησάμενος οὔτʼ ἐπιστείλας οὔθʼ ὅποι πορεύεται φράσας ἀπῆλθεν ἐκ τῆς οἰκίας μόνος, ὦ γυναῖκες, ἄδουλος, ἄπορος, οὐδὲ τὴν ἐφήμερον ὁ δύστηνος ἐκ τῶν ἑαυτοῦ χρημάτων τροφὴν ἐπαγόμενος. καὶ τέταρτον ἐνιαυτὸν ἤδη τοῦτον, ἐξ οὗ φεύγει τὴν πατρίδα, πάντας ἡμᾶς ἀλλοτρίους ἑαυτοῦ νενόμικεν, οὐ γράφων οὐθέν, οὐκ ἐπιστέλλων, οὐτὰ περὶ ἡμᾶς εἰδέναι βουλόμενος. πρὸς δὴ τοιαύτην ψυχὴν οὕτω σκληρὰν καὶ ἄτρωτον, ὦ Οὐαλερία, τίνα ἰσχὺν ἕξουσιν αἱ παρʼ ἡμῶν δεήσεις, αἷς οὔτʼ ἀσπασμῶν μετέδωκεν οὔτε φιλημάτων οὔτʼ ἄλλης φιλοφροσύνης οὐδεμιᾶς τὴν τελευταίαν πορευόμενος ἐκ τῆς οἰκίας ὁδόν;ἀλλʼ εἰ καὶ τούτου δεῖσθε ὑμεῖς, ὦ γυναῖκες, καὶ πάντως θέλετε ἀσχημονούσας ἡμᾶς ἰδεῖν, ὑπολάβετε παρεῖναι πρὸς αὐτὸν κἀμὲ καὶ Οὐολουμνίαν ἀγούσας τὰ παιδία· τίνας ἐρῶ πρῶτον ἡ μήτηρ ἐγὼ πρὸς αὐτὸν λόγους, καὶ τίνα δέησιν ποιήσομαι τοῦ υἱοῦ; λέγετε καὶ διδάσκετέ με. φείσασθαι παρακαλῶ τῶν ἑαυτοῦ πολιτῶν, ὑφʼ ὧν ἐκ τῆς πατρίδος ἐξελήλαται καὶ μηθὲν ἀδικῶν; οἰκτίρμονα δὲ καὶ συμπαθῆ πρὸς τοὺς δημοτικοὺς γενέσθαι, παρʼ ὧν οὔτʼ ἐλέου μετέσχεν οὔτε συμπαθείας; ἐγκαταλιπεῖν δʼ ἄρα καὶ προδοῦναι τοὺς ὑποδεξαμένους αὐτοῦ τὴν φυγήν, οἳ πολλὰ καὶ δεινὰ πεπονθότες ὑπʼ αὐτοῦ πρότερον, οὐ πολεμίων μῖσος, ἀλλὰ φίλων καὶ συγγενῶν εὔνοιαν εἰς αὐτὸν ἀπεδείξαντο;τίνα ψυχὴν λαβοῦσα ἀξιώσω τὸν υἱὸν τὰ μὲν ἀπολέσαντα φιλεῖν, τὰ δὲ σώσαντα ἀδικεῖν; οὐκ εἰσὶν οὗτοι μητρὸς ὑγιαινούσης λόγοι πρὸς υἱὸν οὐδὲ γυναικὸς ἃ δεῖ λογιζομένης πρὸς ἄνδρα· μηδʼ ὑμεῖς βιάζεσθε, γυναῖκες, ἃ μήτε πρὸς ἀνθρώπους δίκαιά ἐστι μήτε πρὸς θεοὺς ὅσια, ταῦθʼ ἡμᾶς αἰτεῖσθαι παρʼ αὐτοῦ, ἀλλʼ ἄφετε τὰς ἐλεεινάς, ὡς πεπτώκαμεν ὑπὸ τῆς τύχης, κεῖσθαι ταπεινὰς μηθὲν ἔτι πλέον ἀσχημονούσας.παυσαμένης δʼ αὐτῆς τοσοῦτος ὀδυρμὸς ἐκ τῶν παρουσῶν γυναικῶν ἐγένετο, καὶ τηλικαύτη κατέσχε τὸν οἶκον οἰμωγή, ὥστʼ ἐπὶ πολὺ μέρος ἐξακουσθῆναι τῆς πόλεως τὴν βοὴν καὶ μεστοὺς γενέσθαι τοὺς ἐγγὺς τῆς οἰκίας στενωποὺς ὄχλου.ἔπειθʼ ἥ τε Οὐαλερία πάλιν ἑτέρας ἐξέτεινε μακρὰς καὶ συμπαθεῖς δεήσεις, αἵ τʼ ἄλλαι γυναῖκες αἱ κατὰ φιλίαν ἢ συγγένειαν ἑκατέρᾳ τῶν γυναικῶν προσήκουσαι, καὶ παρέμενον λιπαροῦσαί τε καὶ γονάτων ἁπτόμεναι, ὥστʼ οὐκ ἔχουσα, ὅ τι πάθῃ πρὸς τοὺς ὀδυρμοὺς αὐτῶν καὶ τὰς πολλὰς δεήσεις, εἶξεν ἡ Οὐετουρία καὶ τελέσειν τὴν πρεσβείαν ὑπὲρ τῆς πατρίδος ὑπέσχετο τήν τε γυναῖκα τοῦ Μαρκίου παραλαβοῦσα καὶ τὰ τέκνα καὶ τῶν ἄλλων πολιτίδων τὰς βουλομένας.