πράξεις προῄρημαι καλάς. τί οὖν, ἐὰν μεταβάλωμαι καὶ τὰ μὲν ὑμέτερα αὔξειν, τὰ δὲ τούτων ταπεινὰ ποιεῖν ζητῶ, γενήσεταί μοι; ἆρʼ οὐχὶ τἀναντία, καὶ πονηρὰν νέμεσιν ἕξω παρὰ τοῦ δαιμονίου τοῖς ἠδικημένοις τιμωρόν, καὶ ὥσπερ ἐκ ταπεινοῦ μέγας διὰ τοὺς θεοὺς ἐγενόμην, οὕτως αὖθις ἐκ μεγάλου ταπεινὸς γενήσομαι, καὶ τἀμὰ παθήματα παιδεύματα γενήσεται τοῖς ἄλλοις;ἐμοὶ μὲν ταῦτα παρίσταται περὶ τοῦ δαιμονίου φρονεῖν, καὶ πείθομαί γε τὰς ἐρινύας ἐκείνας τὰς φοβερὰς καὶ ἀπαραιτήτους τοῖς ἀνόσιόν τι διαπραξαμένοις, ὧν καὶ σὺ ἐμνήσθης, ὦ Μηνύκιε, τότε μοι παρακολουθήσειν ψυχήν τε καὶ σῶμα αἰκιζομένας, ὅταν ἐγκαταλίπω καὶ προδῶ τοὺς σώσαντάς με ἀπολωλότα ὑφʼ ὑμῶν καὶ μετὰ τοῦ σῶσαι πολλὰς καὶ καλὰς προσθέντας εὐεργεσίας, οἷς ἐγγυητὰς ἔδωκα θεούς, ὡς ἐπʼ οὐδενὶ κακῷ τὴν ἄφιξιν ποιησάμενος καὶ φυλάξων τὴν εἰς τόδε χρόνου καθαρὰν καὶ ἀμίαντον συνοῦσάν μοι πίστιν.ὅταν δὲ φίλους ἔτι καλῇς, ὦ Μηνύκιε, τοὺς ἐξελάσαντάς με καὶ πατρίδα τὴν ἀπαρνησαμένην, φύσεώς τε νόμους ἀνακαλῇ καὶ περὶ τῶν ὁσίων διαλέγῃ, φαίνῃ μοι τὰ κοινότατα καὶ ὑπὸ μηδενὸς ἀγνοούμενα μόνος ἀγνοεῖν· ὅτι τὸ φίλιον ἢ πολέμιον οὔτʼ ὄψεως ὁρίζει χαρακτὴρ οὔτʼ ὀνόματος θέσις, ἀλλὰ ταῖς χρείαις καὶ τοῖς ἔργοις δηλοῦται τούτων ἑκάτερον, φιλοῦμέν τε πάντες τὰ ὠφελοῦντα καὶ μισοῦμεν τὰ βλάπτοντα, οὐκ ἀνθρώπων τινῶν ἡμῖν τόνδε θεμένων τὸν νόμον, οὐδὲ ἀνελούντων ποτὲ αὐτόν, ἐὰν τἀναντία αὐτοῖς δοκῇ, ἀλλʼ ὑπὸ τῆς κοινῆς φύσεως ἐξ ἅπαντος τοῦ χρόνου πᾶσι τοῖς αἰσθήσεως μετειληφόσι κείμενον καὶ εἰς ἀεὶ διαμενοῦντα παραλαβόντες·καὶ διὰ τοῦτο φίλους τʼ ἀπαρνούμεθα, ὅταν ἀδικήσωσι, καὶ ἐχθροὺς φίλους ποιούμεθα, ὅταν τις ἡμῖν παρʼ αὐτῶν ὑπάρξῃ χάρις, πόλιν τε τὴν γειναμένην ἡμᾶς, ὅταν μὲν ὠφελῇ, στέργομεν, ὅταν δὲ βλάπτῃ, καταλείπομεν, οὐ διὰ τὸν τόπον ἀγαπῶντες αὐτήν, ἀλλὰ διὰ τὸ συμφέρον.καὶ οὐχὶ τοῖς μὲν ἰδιώταις οὕτως ἐπέρχεται καθʼ ἕνα φρονεῖν, οὐχὶ δὲ καὶ πόλεσιν ὅλαις καὶ ἔθνεσιν, ὥστε ὁ ταύτῃ τῇ γνώμῃ χρώμενος οὐδὲν ἔξω τῶν θείων ἀξιοῖ νομίμων, οὐδὲ παρὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ποιεῖ δικαίωσιν. ἐγὼ μὲν δὴ ταῦτα πράττοντα ἐμαυτὸν τά τε δίκαια ἡγοῦμαι πράττειν καὶ τὰ συμφέροντα καὶ τὰ καλὰ καὶ ἅμα ταῦτα καὶ τὰ πρὸς τοὺς θεοὺς ὁσιώτατα· καὶ οὐ δέομαι δικαστὰς ὑπὲρ αὐτῶν λαβεῖν τοὺς εἰκασμῷ καὶ δόξῃ τεκμαιρομένους τὴν ἀλήθειαν ἀνθρώπους, ἐπειδὴ θεοῖς ἀρέσκοντα πράττω. οὐ γὰρ ἀδυνάτοις ἐπιχειρεῖν ὑπολαμβάνω πράγμασι θεοὺς ἔχων αὐτῶν ἡγεμόνας, εἴγε δεῖ τεκμαίρεσθαι τοῖς γεγονόσιν ἤδη τὰ μέλλοντα.περὶ δὲ τῆς μετριότητος, ἐφʼ ἣν παρακαλεῖτέ με, καὶ τοῦ μὴ πρόρριζον ἀνελεῖν τὸ Ῥωμαίων γένος μηδʼ ἐκ βάθρων ὅλην ἀναστῆσαι τὴν πόλιν, εἶχον μέν, ὦ Μηνύκιε, λέγειν, ὅτι οὐκ ἐγὼ τούτου κύριος οὐδὲ πρὸς ἐμὲ ὁ περὶ τούτων ἐστὶ λόγος, ἀλλʼ ἐγὼ στρατηγός εἰμι τῆς δυνάμεως, πολέμου δὲ καὶ εἰρήνης οὗτοι κύριοι· ὥστε παρὰ τούτων αἰτεῖσθέ γʼἀνοχὰς ἐπὶ διαλλαγαῖς, ἀλλὰ μὴ παρʼ ἐμοῦ. οὐ μὴν ταύτην γε δίδωμι τὴν ἀπόκρισιν ἀλλὰ καὶ θεοὺς σέβων τοὺς πατρῴους καὶ τάφους αἰδούμενος προγόνων καὶ γῆν, ἐξ ἧς ἔφυν, γυναῖκάς τε καὶ παῖδας ὑμῶν ἐλεῶν, οἷς οὐκ ἐπιτηδείοις οὖσι τὰ πατέρων καὶ ἀνδρῶν ἥξει σφάλματα, καὶ οὐχ ἥκιστα τῶν ἄλλων καὶ δι’ ὑμᾶς, ὦ Μηνύκιε, τοὺς προχειρισθέντας ὑπὸ τῆς πόλεως, τάδε ἀποκρίνομαι· ἐὰν ἀποδῶσι Ῥωμαῖοι Οὐολούσκοις χώραν τε ὅσην αὐτοὺς ἀφῄρηνται καὶ πόλεις ὅσας κατέχουσιν ἀνακαλεσάμενοι τοὺς ἐποίκους, φιλίαν τε ποιήσωνται πρὸς αὐτοὺς εἰς τὸν ἀεὶ χρόνον καὶ ἰσοπολιτείας μεταδῶσιν ὥσπερ Λατίνοις ὅρκους καὶ ἀρὰς κατὰ τῶν παραβαινόντων τὰ συγκείμενα ποιησάμενοι, διαλύσομαι πρὸς αὐτοὺς τὸν πόλεμον, πρότερον δὲ οὔ.ταῦτʼ οὖν ἀπαγγέλλετε αὐτοῖς, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ πρὸς ἐμὲ καὶ πρὸς ἐκείνους περὶ τοῦ δικαίου πάνυ ἐπιστρεφῶς ταῦτα διαλέγεσθε· καλόν τοι τὰς ἰδίας ἕκαστον ἔχοντα κτήσεις ἐν εἰρήνῃ ζῆν, καὶ πολλοῦ ἄξιον τὸ μηθένα δεδοικέναι μήτʼ ἐχθρὸν μήτε καιρόν, αἰσχρὸν δὲ τῶν ἀλλοτρίων περιεχομένους οὐκ ἀναγκαῖον πόλεμον ὑπομένειν, ἐν ᾧ καὶ περὶ τῶν ἰδίων ἁπάντων κινδυνεύσουσιν ἀγαθῶν· τά τʼ ἆθλα ἐπιδείκνυτε αὐτοῖς οὐκ ἴσα κατορθοῦσί τε καὶ μὴ τυχοῦσι γινόμενα γῆς ἀλλοτρίας γλιχομένοις, εἰ δὲ βούλεσθε, προστίθετε καὶ τὰς πόλεις τῶν ἠδικημένων προσλαβεῖν βουλομένοις, ἐὰν μὴ κρατῶσι, καὶ τὴν ἑαυτῶν γῆν τε καὶ πόλιν ἀφαιρεθῆναι, καὶ ἔτι πρὸς τούτῳ γυναῖκας ἐπιδεῖν τὰ αἴσχιστα πασχούσας καὶ παῖδας εἰς ὕβριν ἀγομένους καὶ γονεῖς δούλους ἀντʼ ἐλευθέρων ἐπὶ γήρως ὀδῷ γινομένους.καὶ ἅμα διδάσκετε τὴν βουλήν, ὅτι τούτων τῶν κακῶν οὐκ ἂν ἔχοιεν αἰτιάσασθαι Μάρκιον, ἀλλὰ τὴν ἑαυτῶν ἀφροσύνην. παρὸν γὰρ αὐτοῖς τὰ δίκαια ποιεῖν καὶ μηδενὶ δεινῷ περιπεσεῖν τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον ἀναιρήσονται μέχρι παντὸς φιλοχωροῦντες ἐν τοῖς ἀλλοτρίοις.ἔχετε τὰς ἀποκρίσεις· τούτων οὐθὲν ἂν εὕροισθε παρʼ ἐμοῦ πλέον, ἀλλʼ ἄπιτε καὶ σκοπεῖτε, ὅ τι πρακτέον ὑμῖν· ἕως δὲ βουλεύσησθε, δίδωμι χρόνον ὑμῖν ἡμερῶν τριάκοντα. ἐν δὲ τῷ μεταξὺ χρόνῳ σήν τε χάριν, ὦ Μηνύκιε, καὶ τῶν ἄλλων ὑμῶν ἕνεκα τὴν στρατιὰν ἐκ τῆς χώρας ἀπάξω· μεγάλα γὰρ ἂν βλάπτοισθε μενούσης αὐτῆς ἐνθάδε. τῇ δὲ τριακοστῇ προσδέχεσθέ με ἡμέρᾳ τὰς ἀποκρίσεις ληψόμενον.