ἴθι δή μοι, Μηνύκιε, ἀπόκριναι, πότερα καὶ τῇ βουλῇ τῆς τιμωρίας ἄξιος ἐφάνην εἶναι, ὅτι τὰ κράτιστα ἐπολιτευόμην τε καὶ ἔπραττον, ἢ τῷ δήμῳ μόνῳ; εἰ μὲν γὰρ ἅπασι ταὐτὰ ἐδόκει τότε καὶ πάντες με ἀπηλάσατε, φανερὸν ὅτι πάντες οἱ ταῦτα βουληθέντες ἀρετὴν μισεῖτε, καὶ τόπος οὐδείς ἐστιν ἐν τῇ πόλει δεχόμενος καλοκαγαθίαν· εἰ δὲ βιασθεῖσα ἡ βουλὴ συνεχώρησε τῷ δήμῳ καὶ τὸ ἔργον αὐτῆς ἀνάγκης ἦν, οὐ γνώμης, ὁμολογεῖτε δήπου πονηροκρατεῖσθαι καὶ μηδενὸς εἶναι τὴν βουλὴν ὧν ἂν προέληται κυρίαν.ἔπειτʼ εἰς τοιαύτην ἀξιοῦτέ με κατελθεῖν πόλιν, ἐν ᾗ τὸ κρεῖττον μέρος ὑπὸ τοῦ χείρονος ἄρχεται; πολλὴν ἄρα κατεγνώκατέ μου μανίαν. φέρε, καὶ δὴ πέπεισμαι καὶ διαλυσάμενος τὸν πόλεμον, ὥσπερ ἀξιοῦτε, κατελήλυθα, τίς ἡ μετὰ ταῦτʼ ἔσται μου διάνοια καὶ τίνα βίον ζήσομαι; πότερα τἀσφαλὲς καὶ ἀκίνδυνον αἱρούμενος ἀρχάς τε καὶ τιμὰς καὶ τἆλλα ἀγαθά, ὧν ἄξιον ἐμαυτὸν ἡγοῦμαι, μετιὼν θεραπεύειν ὑπομενῶ τὸν ἔχοντα τὴν τούτων ἐξουσίαν ὄχλον; πονηρὸς ἄρα ἐξ ἀγαθοῦ γενήσομαι, καὶ οὐδὲν ἔσται μοι τῆς προτέρας ἀρετῆς ὄφελος.ἀλλʼ ἐν τοῖς αὐτοῖς ἤθεσι μένων καὶ τὴν αὐτὴν προαίρεσιν τῆς πολιτείας φυλάττων ἐναντιώσομαι τοῖς μὴ ταὐτὰ προαιρουμένοις; εἶτα οὐ πρόδηλον, ὅτι πολεμήσει μοι πάλιν ὁ δῆμος καὶ δίκας ἑτέρας πάλιν ἀξιώσει λαμβάνειν, τοῦτʼ αὐτὸ πρῶτον ἔγκλημα ποιούμενος, ὅτι τῆς καθόδου διʼ ἐκείνου τυχὼν οὐ τὰ πρὸς ἡδονὴν αὐτῷ πολιτεύομαι; οὐκ ἔνεστʼ ἄλλως εἰπεῖν.ἔπειτʼ ἀναφανήσεταί τις ἕτερος Ἰκιλίῳ παραπλήσιος ἢ Δεκίῳ θρασὺς δημαγωγός, ὃς αἰτιάσεταί με διιστάναι τοὺς πολίτας ἀπʼ ἀλλήλων ἢ κατὰ τοῦ δήμου πράττειν ἐπιβουλὴν ἢ προδιδόναι τοῖς πολεμίοις τὴν πόλιν ἢ τυραννίδι, ὥσπερ καὶ Δέκιος ᾐτιάσατο, ἐπιχειρεῖν ἢ ἄλλο ἀδικεῖν, ὁτιδήποτʼ ἂν αὐτῷφανῇ· οὐ γὰρ ἀπορήσει τὸ μισοῦν αἰτίας. ἥξει τε πρὸς τοῖς ἄλλοις ἐγκλήμασι καὶ ταυτὶ φερόμενα οὐκ εἰς μακράν, ὅσα ἐν τῷ πολέμῳ πέπρακταί μοι τούτῳ, ὅτι χώραν ὑμῶν τέτμηκα καὶ λείαν ἀπελήλακα καὶ πόλεις ἀφῄρημαι καὶ τοὺς ὑπὲρ τούτων ἀμυνομένους τοὺς μὲν πεφόνευκα, τοὺς δὲ τοῖς πολεμίοις παραδέδωκα. ταῦτʼ ἐὰν οἱ κατήγοροι λέγωσι, τί φήσω πρὸς αὐτοὺς ἀπολογούμενος ἢ τίνι βοηθείᾳ χρήσομαι;ἆρʼ οὐ φανερόν, ὅτι καλλιλογεῖτε καὶ εἰρωνεύεσθε, ὦ Μηνύκιε, ὄνομα καλὸν ἔργῳ περιθέντες ἀνοσίῳ; οὐ γὰρ δὴ κάθοδόν μοι δίδοτε, ἀλλὰ σφάγιόν με τῷ δήμῳ κατάγετε, τάχα μὲν καὶ βεβουλευμένοι τοῦτο πράττειν· οὐθὲν γὰρ ἔτι μοι χρηστὸν ὑπὲρ ὑμῶν ἐπέρχεται φρονεῖν· εἰ δὲ βούλεσθε — τίθημι γάρ —οὐδὲν ὧν πείσομαι προορώμενοι, τί οὖν ἔσται μοι τῆς ὑμετέρας ἀγνοίας ἢ μωρίας ὄφελος, κωλύειν μὲν οὐδὲν οὐδʼ ἂν οἷοι ἦτε δυνησομένων, χαρίζεσθαι δὲ καὶ τοῦτο τῷ δήμῳ σὺν τοῖς ἄλλοις ἀναγκαζομένων; ἀλλὰ γὰρ ὅτι μὲν οὐ συνοίσει μοι πρὸς ἀσφάλειαν ἥδε, ἣν ὑμεῖς μὲν κάθοδον καλεῖτε, ἐγὼ δὲ ταχεῖαν ὁδὸν ἐπὶ τὸν ὄλεθρον, οὐ πολλῶν οἴομαι δεῖν ἔτι λόγων· ὅτι δʼ οὐδὲ πρὸς εὐδοξίαν ἢ τιμὴν ἢ πρὸς εὐσέβειαν, ἐπειδὴ καὶ σὺ τούτων, ὦ Μηνύκιε, πρόνοιαν ἔχειν με ἠξίους, εὖ ποιῶν, ἀλλʼ αἴσχιστά μοι καὶ ἀνοσιώτατα πραχθήσεται πεισθέντι ὑμῖν, ἄκουσον ἐν τῷ μέρει.ἐγὼ πολέμιος ἐγενόμην τούτοις Οὐολούσκοις καὶ πολλὰ ἠδίκησα αὐτοὺς ἐν τῷ πολέμῳ, τῇ πατρίδι πράττων ἡγεμονίαν καὶ ἰσχὺν καὶ κλέος. οὐκοῦν προσῆκέ μοι τιμᾶσθαι μὲν ὑπὸ τῶν εὖ πεπονθότων, μισεῖσθαι δʼ ὑπὸ τῶν ἠδικημένων; εἰ γοῦν τι τῶν εἰκότων ἐγένετο. ἀνέτρεψε δʼ ἀμφότερα ταῦθʼ ἡ τύχη, καὶ εἰς τἀναντία μετέθηκε τὰς ἀξιώσεις. ὑμεῖς μὲν γάρ, ὑπὲρ ὧν τούτοις ἐχθρὸς ἦν, ἀφείλεσθέ με πάντα τἀμὰ καὶ τὸ μηδὲν ποιήσαντες ἐρρίψατε· οὗτοι δʼ οἱ τὰ δεινὰ ὑπʼ ἐμοῦ παθόντες, τὸν ἄπορον καὶ ἀνέστιον καὶ ταπεινὸν καὶἄπολιν ὑπεδέξαντό με ταῖς ἑαυτῶν πόλεσι. καὶ οὐκ ἀπέχρη αὐτοῖς τοῦτο ποιήσασι μόνον οὕτω λαμπρὸν καὶ μεγαλόψυχον ἔργον, ἀλλὰ καὶ πολιτείαν ἔδοσάν μοι ἐν ἁπάσαις ταῖς ἑαυτῶν πόλεσι καὶ ἀρχὰς καὶ τιμάς, αἳ μέγισται παρʼ αὐτοῖς εἰσιν. ἐῶ τἆλλα· ἀλλὰ νυνὶ στρατηγὸν ἀποδεδείχασί με αὐτοκράτορα τῆς ὑπερορίου στρατιᾶς καὶ πάντα τὰ κοινὰ ἐπʼ ἐμοὶ πεποιήκασι μόνῳ.φέρε δή, τίνα λαβὼν καρδίαν προδοίην ἂν ἔτι τούτους, ὑφʼ ὧν τηλικαύταις κεκόσμημαι τιμαῖς, οὐθὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἀδικηθείς; εἰ μὴ ἄρα αἱ χάριτες αὐτῶν ἀδικοῦσί με, ὥσπερ ὑμᾶς αἱ ἐμαί· καλήν γε δόξαν οἴσει μοι παρὰ πᾶσιν ἀνθρώποις γνωσθεῖσα ἡ παλιμπροδοσία. τίς δʼ οὐκ ἂν ἐπαινέσειέ με ἀκούσας, ὅτι τοὺς μὲν φίλους, ὑφʼ ὧν εὖ πάσχειν μοι προσῆκε, πολεμίους εὑρών, τοὺς δʼ ἐχθρούς, ὑφʼ ὧν ἐχρῆν με ἀπολωλέναι, φίλους, ἀντὶ τοῦ μισεῖν μὲν τὰ μισοῦντα, φιλεῖν δὲ τὰ φιλοῦντα, τὴν ἐναντίαν γνώμην ἔσχον;ἴθι δὴ σκόπει καὶ τὰ παρὰ θεῶν, Μηνύκιε, οἷά μοι νῦν τʼ ἀπήντηται καί, ἐὰν ἄρα πεισθεὶς ὑμῖν προδῶ τὴν τούτων πίστιν, οἷα τὸν λοιπὸν ὑπάρξει μοι βίον. νῦν μέν γε πάσης πράξεως, ἧς ἂν ἅψωμαι καθʼ ὑμῶν, συλλαμβάνουσί μοι, καὶ οὐδεμιᾶς πείρας ἀποτυγχάνω.καὶ τοῦτο πηλίκον οἴεσθε εἶναι τεκμήριον εὐσεβείας τῆς ἐμῆς; εἰ γὰρ δὴ κατὰ τῆς πατρίδος οὐχ ὅσιον ἐγὼ πόλεμον ἐνεστησάμην, ἅπαντα χρῆν ἐναντία μοι γίνεσθαι τὰ παρὰ θεῶν· ὁπότε δʼ οὐρίῳ πνεούσῃ κέχρημαι τῇ περὶ τοὺς πολέμους τύχῃ, καὶ ὁπόσοις ἂν ἐπιβάλωμαι πράγμασι κατʼ ὀρθὸν ἅπαντά μοι χωρεῖ, δῆλον ὅτι εὐσεβής εἰμι ἀνὴρ καὶ