ὡς δʼ ἤκουσε ταῦθʼ ὁ Τύλλος, ὑπερηγάσθη τε καὶ τὸν παρόντα καιρὸν τῆς στρατείας ἀναβαλόμενος περὶ τὴν παρασκευὴν ἐγίνετο τοῦ πολέμου. ἐπεὶ δὲ καθῆκεν ὁ τῆς ἀρχῆς καιρός, Ἰουλίου τε καὶ Πιναρίου τὴν ὑπατείαν ἤδη παρειληφότων, ἡ κρατίστη τῶν Οὐολούσκων νεότης ἐξ ἁπάσης πόλεως, ὡς ὁ Τύλλος ἠξίου, παρῆν ἐπὶ τὴν τῶν ἀγώνων θέαν· καὶ κατεσκήνουν οἱ πλείους ἐν ἱεροῖς τε καὶ δημοσίοις τόποις οὐκ ἔχοντες καταγωγὰς ἐν οἰκίαις τε καὶ παρὰ ξένοις, καὶ ὁπότε διὰ τῶν στενωπῶν πορεύοιντο κατὰ συστροφὰς καὶ ἑταιρίας ἀθρόοι διεξῄεσαν, ὥστε καὶ λόγον ἤδη γίνεσθαι περὶ αὐτῶν ἀνὰ τὴν πόλιν καὶ ὑποψίας ἀτόπους.ἐν δὲ τούτῳ προσέρχεται τοῖς ὑπάτοις ὁ κατασκευασθεὶς ὑπὸ τοῦ Τύλλου μηνυτής, ὡς ὁ Μάρκιος ὑπέθετο, καὶ ὡς δὴ ἀπόρρητον πρᾶξιν κατὰ τῶν ἑαυτοῦ φίλων ἐχθροῖς μέλλων ἐκφέρειν ὅρκοις καταλαμβάνεται τοὺς ὑπάτους ὑπὲρ ἀσφαλείας τε τῆς αὐτὸς αὐτοῦ καὶ τοῦ μηδένα Οὐολούσκων μαθεῖν, ὅστις ἦν ὁ τὴν μήνυσιν κατʼ αὐτῶν πεποιημένος. καὶ μετὰ τοῦτʼ ἐκφέρει τὴν περὶ τῆς ἐπιθέσεως τῆς κατεψευσμένης μήνυσιν.ἐδόκει τοῖς ἀνδράσιν ἀληθὴς εἶναι ὁ λόγος, καὶ αὐτίκα ἡ βουλὴ κατʼ ἄνδρα ὑπὸ τῶν ὑπάτων κληθεῖσα συνῆκτο, καὶ παραχθεὶς ὁ μηνυτὴς τοὺς αὐτοὺς εἶπε καὶ πρὸς ἐκείνην τὰ πιστὰ λαβὼν λόγους. τοῖς δὲ καὶ πάλαι μὲν εἶναι τὸ πρᾶγμα ἐδόκει μεστὸν ὑποψίας τοσαύτην νεότητα ἐξ ἑνὸς ἔθνους διαφόρου σφίσιν ἐπὶ τὴν θέαν παρελθεῖν, προσελθούσης δὲ μηνύσεως, ἧς τὴν ἀπάτην ἠγνόουν, ἰσχὺν βεβαίαν ἡ δόξα ἔλαβεν, ἐδόκει θʼ ἅπασιν ἀπαλλάττειν τοὺς ἄνδρας ἐκ τῆς πόλεως πρὶν ἥλιον δῦναι, τοῖς δὲ μὴ πεισθεῖσιν ἐπικηρύξαι θάνατον, ἐπιμεληθῆναι δὲ τῆς ἀπαλλαγῆς αὐτῶν, ἵνα χωρὶς ὕβρεως καὶ μετʼ ἀσφαλείας γένοιτο, τοὺς ὑπάτους.ταῦτα τῆς βουλῆς ψηφισαμένης οἱ μὲν ἐκήρυττον διὰ τῶν στενωπῶν διεξιόντες ἀπιέναι Οὐολούσκους ἐκ τῆς πόλεως αὐτίκα μάλα κατὰ μίαν ἅπαντας ἐξιόντας πύλην τὴν καλουμένην Καπυΐνην, ἕτεροι δὲ παρέπεμπον τοὺς ἀπαλλαττομένους ἅμα τοῖς ὑπάτοις· ἔνθα μάλιστα ὤφθη, ὅσον αὐτῶν τὸ πλῆθος ἦν καὶ ὡς ἀκμαῖον ἅπαν ὑφʼ ἕνα καιρὸν καὶ κατὰ μίαν ἐξιόντων πύλην. πρῶτος δʼ αὐτῶν ὁ Τύλλος ἐξῄει διὰ ταχέων καὶ καταλαβὼν οὐ πρόσω τῆς πόλεως τόπον ἐπιτήδειον ἐν τούτῳ τοὺς ὑστεροῦντας ἀνελάμβανεν.ἐπειδὴ δὲ πάντες συνήχθησαν, ἐκκλησίαν ποιησάμενος πολλῇ καταβοῇ τῆς Ῥωμαίων πόλεως ἐχρήσατο, δεινὴν καὶ ἀφόρητον ἀποφαίνων τὴν ὕβριν, ἣν ὑβρισμένοι πρὸς αὐτῶν ἦσαν Οὐολοῦσκοι μόνοι τῶν ἄλλων ξένων ἐξελασθέντες ἐκ τῆς πόλεως· καὶ λέγειν ἠξίου ταῦτα πρὸς τὴν ἑαυτοῦ πόλιν ἕκαστον καὶ πράττειν, ὅπως παύσωνται τῆς ὕβρεως Ῥωμαῖοι δίκας παρασχόντες τῆς παρανομίας. ταῦτʼ εἰπὼν καὶ παραθήξας ἀνθρώπους ἀγανακτοῦντας ἐπὶ τῷ πάθει διέλυσε τὴν ἐκκλησίαν.ὡς δʼ ἀπαλλαγέντες εἰς τὰς ἑαυτῶν ἕκαστοι πατρίδας ἐδήλωσαν τοῖς ἄλλοις τὸν προπηλακισμὸν ἐπὶ μεῖζον ἐξαίροντες τὰ γενόμενα, ἠγανάκτει τε πᾶσα πόλις καὶ κατέχειν τὴν ὀργὴν οὐκ ἠδύνατο· διαπρεσβευομένη δʼ ἄλλη πρὸς ἄλλην εἰς μίαν ἀγορὰν ἅπαντας ἠξίου Οὐολούσκους συνιέναι, ἵνα κοινῇ χρήσαιντο γνώμῃ περὶ τοῦ πολέμου.ἐγίνετο δὲ ταῦτα τοῦ Τύλλου μάλιστʼ ἐνάγοντος, καὶ συνῄεσαν ἐξ ἁπάσης πόλεως οἵ τʼ ἐν τοῖς τέλεσι καὶ πολὺς ἄλλος ὄχλος εἰς τὴν Ἐχετρανῶν πόλιν· αὕτη γὰρ ἐδόκει ἐν καλλίστῃ κεῖσθαι συνόδῳ ταῖς ἄλλαις ἡ πόλις. ῥηθέντων δὲ πολλῶν λόγων, οὓς εἶπον οἱ δυναστεύοντες ἐν ἑκάστῃ πόλει, ψῆφος ἀνεδόθη τοῖς παροῦσι, καὶ ἦν ἡ νικῶσα γνώμη κινεῖν τὸν πόλεμον, ὡς Ῥωμαίων ἀρξάντων τῆς περὶ τὰς σπονδὰς παρανομίας.ὑπὲρ δὲ τοῦ τίνα χρὴ πολεμεῖν αὐτοῖς τρόπον προθέντων σκοπεῖν τῶν ἐν τοῖς τέλεσι παρελθὼν ὁ Τύλλος συνεβούλευσεν αὐτοῖς καλεῖν τὸν Μάρκιον καὶ παρʼ ἐκείνου πυνθάνεσθαι, πῶς ἂν ἡ Ῥωμαίων καταλυθείη δύναμις· κράτιστα γὰρ ἁπάντων ἀνθρώπων εἰδέναι, πῇ τε κάμνει τὰ τῆς πόλεως πράγματα καὶ πῇ μάλιστα ἔρρωται. ἐδόκει ταῦτα, καὶ αὐτίκα πάντες ἐβόων καλεῖν τὸν ἄνδρα. καὶ ὁ Μάρκιος ἧς ἐβούλετο ἀφορμῆς λαβόμενος ἀνέστη κατηφὴς καὶ δεδακρυμένος καὶ μικρὸν ἐπισχὼν χρόνον τοιούτους διέθετο λόγους·εἰ μὲν ἡγούμην ὑμᾶς ἅπαντας ὅμοια γινώσκειν περὶ τῆς ἐμῆς συμφορᾶς, οὐκ ἂν ὑπελάμβανον ἀναγκαῖον εἶναι περὶ αὐτῆς ἀπολογεῖσθαι· ἐνθυμούμενος δʼ, ὡς ἐν πολλοῖς καὶ διαφόροις ἤθεσιν εἰκός, εἶναί τινας, οἷς παραστήσεται δόξα οὔτʼ ἀληθὴς οὔτε προσήκουσα περὶ ἐμοῦ, ὡς οὐκ ἂν ἄτερ αἰτίας ἀληθοῦς καὶ δικαίας ἐξήλασέ με ὁ δῆμος ἐκ τῆς πατρίδος, παντὸς μάλιστα οἴομαι δεῖν πρῶτον ὑπὲρ τῆς ἐμῆς φυγῆς ἐν κοινῷπρὸς ἅπαντας ὑμᾶς ἀπολογήσασθαι. ἀλλʼ ἀνάσχεσθέ μου, πρὸς θεῶν, καὶ οἱ κράτιστα ἐγνωκότες, ἃ πέπονθα ὑπὸ τῶν ἐχθρῶν καὶ ὡς οὐ προσῆκόν μοι ταύτης πεπείραμαι τῆς τύχης διεξιόντος, καὶ μὴ πρότερον ποθεῖτε, ὅ τι χρὴ πράττειν ἀκοῦσαι, πρίν, ὁποῖός τις εἰμὶ ὁ τὴν γνώμην ἀποδειξόμενος, ἐξετάσαι. ἔσται δὲ βραχὺς ὁ περὶ αὐτῶν, κἂν πρόσωθεν ἄρξωμαι, λόγος.Ῥωμαίοις τὸ μὲν ἐξ ἀρχῆς πολίτευμα ἦν μικτὸν ἔκ τε βασιλείας καὶ ἀριστοκρατίας· ἔπειτα ὁ τελευταῖος βασιλεὺς Ταρκύνιος τυραννίδα τὴν ἀρχὴν ἠξίου ποιεῖν. συστάντες οὖν ἐπʼ αὐτὸν οἱ τῆς ἀριστοκρατίας ἡγεμόνες ἐκεῖνον μὲν ἐξέβαλον ἐκ τῆς πόλεως, αὐτοὶ δὲ τὰ κοινὰ κατέσχον ἀρίστην καὶ σωφρονεστάτην, ὡς ἅπαντες ὁμολογοῦσι, καταστησάμενοι πολιτείαν. χρόνοις δʼ οὐ πολλοῖς τῶν νῦν πρότερον, ἀλλὰ τρίτον ἢ τέταρτον τοῦτʼ ἔτος οἱ πενέστατοί τε καὶ ἀργότατοι τῶν πολιτῶν πονηροῖς χρησάμενοι προστάταις ἄλλα τε πολλὰ ἐξύβρισαν, καὶ τελευτῶντες καταλύειν τὴν ἀριστοκρατίαν ἐπεχείρουν. ἐφʼ οἷς ἅπαντες μὲν οἱ τῆς βουλῆς προεστηκότες ἤχθοντο καί, ὅπως παύσωνται τῆς ὕβρεως οἱ