μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς κατὰ τὴν πόλιν τοσοῦτος ἐνέπεσε θόρυβος ὡς αὐτίκα τοῖς τείχεσι τοῦ πολέμου προσάξοντος, ὥσθʼ οἱ μὲν ἐπὶ τὰ τείχη τὰ ὅπλα λαβόντες ἔθεον ἄνευ παραγγέλματος, οἱ δʼ ἐπὶ τὰς πύλας κατὰ πλῆθος ἐφέροντο χωρὶς ἡγεμόνος, οἱ δὲ τοὺς δούλους καθοπλίσαντες ἐπὶ τοῖς τέγεσι τῶν οἰκιῶν ἵστασαν, οἱ δὲ τήν τʼ ἄκραν καὶ τὸ Καπιτώλιον καὶ τοὺς ἄλλους ἐρυμνοὺς τόπους τῆς πόλεως κατελαμβάνοντο, γυναῖκές τε λελυμέναι τὰς κόμας ἐπὶ τὰ τεμένη καὶ τοὺς νεὼς ἔθεον ὀλοφυρόμεναί τε καὶ δεόμεναι τῶν θεῶν ἀποστρέψαι τῆς πόλεως τὸν ἐπιόντα φόβον.ὡς δʼ ἥ τε νὺξ παρῆλθε καὶ τῆς ἐπιούσης ἡμέρας τὸ πλεῖστον, καὶ οὐδὲν ὧν ἐδεδοίκεσαν ἐγίνετο, ἀλλʼ ἔμενεν ὁ Μάρκιος ἐφʼ ἡσυχίας, συνέδραμον ἅπαντες εἰς τὴν ἀγορὰν οἱ δημοτικοὶ καὶ τοὺς πατρικίους ἐκάλουν εἰς τὸ βουλευτήριον, καὶ εἰ μὴ προβουλεύσουσι τῷ ἀνδρὶ τὴν κάθοδον, αὐτοὶ βουλεύσεσθαι περὶ σφῶν αὐτῶν ἔφασαν ὡς προδιδόμενοι.τότε δὴ συνελθόντες εἰς τὴν βουλὴν οἱ πατρίκιοι ψηφίζονται πρεσβευτὰς πρὸς τὸν Μάρκιον ἀποστεῖλαι πέντε ἄνδρας ἐκ τῶν πρεσβυτάτων, οὓς μάλιστʼ ἐκεῖνος ἠσπάζετο, περὶ διαλύσεώς τε καὶ φιλίας διαλεξομένους. ἦσαν δʼ οἱ προχειρισθέντες ἀπʼ αὐτῶν ἄνδρες οἵδε, Μάρκος Μηνύκιος καὶ Πόστουμος Κομίνιος καὶ Σπόριος Λάρκιος καὶ Πόπλιος Πινάριος καὶΚόιντος Σολπίκιος, ἅπαντες ὑπατικοί. ὡς δʼ ἀφίκοντο ἐπὶ τὸ στρατόπεδον, καὶ ἔγνω τὴν παρουσίαν αὐτῶν ὁ Μάρκιος, καθεζόμενος ἅμα τοῖς ἐπιφανεστάτοις Οὐολούσκων τε καὶ τῶν ἄλλων συμμάχων, ἔνθα πλεῖστοι ἔμελλον ἀκούσεσθαι τῶν λεγομένων, ἐκέλευσε καλεῖν τοὺς ἄνδρας. εἰσελθόντων δʼ αὐτῶν ἤρξατο τοῦ λόγου Μηνύκιος, ὁ πλεῖστα κατὰ τὸν τῆς ὑπατείας χρόνον σπουδάσας ὑπὲρ αὐτοῦ, καὶ μάλιστα τοῖς δημοτικοῖς ἐναντιωθείς, καὶ ἔλεξε τοιάδε.ὅτι μὲν οὐ δίκαια πέπονθας ὑπὸ τοῦ δήμου, ὦ Μάρκιε, μετʼ αἰτίας αἰσχρᾶς ἐξελασθεὶς ἐκ τῆς πατρίδος, ἅπαντες ἴσμεν· καὶ οὐδὲν οἰόμεθά σε ποιεῖν θαυμαστόν, εἰ χαλεπαίνεις καὶ ἀγανακτεῖς ἐπὶ ταῖς τύχαις. κοινὸς γὰρ δὴ τῆς ἁπάντων φύσεως οὗτος ὁ νόμος, ἐχθρὸν εἶναι τῷ δράσαντι τὸ πεπονθὸς κακῶς.ὅτι δʼ οὐ μετὰ λογισμοῦ σώφρονος ἐξετάζεις, οὓς ἀμύνεσθαί τε καὶ τιμωρεῖσθαί σοι προσῆκεν, οὐδὲ μετριάζεις περὶ τὴν ἀνάπραξιν τῆς δίκης, ἀλλʼ ἐν ταὐτῷ τίθεσαι τά τʼ ἀναίτια τοῖς αἰτίοις καὶ τὰ φίλια τοῖς πολεμίοις, νόμους τε κινεῖς φύσεως ἀκινήτους καὶ τὰ πρὸς τοὺς θεοὺς συνταράττεις ὅσια, καὶ οὐδὲ σεαυτὸν ἐξ ὧν τε καὶ ὅστις ἔφυς ἔτι μέμνησαι, τοῦτο τεθαυμάκαμεν.ἥκομέν τʼ ἀποσταλέντες ὑπὸ τοῦ κοινοῦ πρέσβεις οἱ προὔχοντες ἡλικίᾳ τῶν πατρικίων καὶ περὶ σὲ προθυμότατοι μεμιγμένην φέροντες δικαιολογίαν παραιτήσει, καὶ ἐφʼ οἷς ἀξιοῦμέν σε διαλύσεσθαι τὴν ἔχθραν, πρὸς τὸν δῆμον ἀπαγγελοῦντες· πρὸς δὲ τούτοις, ἃ νομίζομεν εἶναι κάλλιστα καὶ συμφορώτατά σοι, ταῦτα παραινέσοντες.ἀρχέτω δʼ ὁ περὶ τῶν δικαίων λόγος. συνέστη τὸ δημοτικὸν ἐπὶ σοὶ παροξυνθὲν ὑπὸ τῶν δημάρχων, καὶ ἧκον ὡς ἀποκτενοῦντές σε ἄκριτον, οἷς φοβερὸς ἦσθα. τοῦτο τὸ ἔργον ἐκωλύσαμεν ἡμεῖς οἱ ἐκ τοῦ συνεδρίου καὶ παρέσχομέν σοι μηθέν, ὃ μὴ δίκαιον ἦν τότε παθεῖν. μετὰ τοῦτο προὐκαλοῦντό σε οἱ κωλυθέντες ἀνελεῖν ἐπὶ δίκην, αἰτιασάμενοι πονηροὺς κατʼ αὐτῶν εἰπεῖν ἐν τῇ βουλῇ λόγους.ἐνέστημεν καὶ πρὸς τοῦτο, ὡς οἶσθα, καὶ οὐκ ἐπετρέψαμεν οὔτε γνώμης οὔτε λόγων ὑποσχεῖν σε δίκας. ἀποτυχόντες καὶ τούτου τελευτῶντες ἧκον ἐφʼ ἡμᾶς αἰτιώμενοί σε τυραννίδι ἐπιχειρεῖν. ταύτην αὐτὸς ὑπέμεινας ἀπολογήσασθαι τὴν αἰτίαν, ἐπειδὴ πάμπολυ ἀπεῖχες αὐτῆς, καὶ παρέσχες τοῖς δημοτικοῖς περὶ σεαυτοῦ τὴν ψῆφον ἀναλαβεῖν.ἡ βουλὴ δὲ καὶ τότε παρῆν καὶ πολλὰς ἐποιεῖτο δεήσεις περὶ σοῦ. τίνος οὖν ἡμεῖς οἱ πατρίκιοι τῶν συμβεβηκότων σοι κακῶν γεγόναμεν αἴτιοι, καὶ διὰ τί πολεμεῖς ἡμῖν τοσαύτην εὔνοιαν ἀποδειξαμένοις περὶ σὲ κατὰ τὸν τότε ἀγῶνα; ἀλλὰ μὴν οὐδὲ τὸ δημοτικὸν ἅπαν ἐξελασθῆναί σε βουλόμενον εὑρέθη· δυσὶ γοῦν ψήφοις ἑάλως μόναις, ὥστʼ οὐδὲ τούτοις ἂν εἴης σὺν δίκῃ πολέμιος, οἵ σε ὡς οὐδὲν ἀδικοῦντα ἀπέλυσαν.τίθημι δʼ, εἰ βούλει, πᾶσι μὲν τοῖς δημόταις δόξαν, ὅλῃ δὲ τῇ βουλῇ φανὲν ταύτῃ χρήσασθαί σε τῇ συμφορᾷ, καὶ δίκαιον εἶναί σου τὸ πρὸς ἅπαντας ἡμᾶς μῖσος· ἀλλʼ αἱ γυναῖκές σε, ὦ Μάρκιε, τί δεινὸν εἰργάσαντο, ἀνθʼ ὅτου πολεμεῖς αὐταῖς; ποίαν ἐπενέγκασαι περὶ φυγῆς ψῆφον ἢ τίνας εἰποῦσαι κατὰ σοῦ πονηροὺς λόγους;τί δʼ οἱ παῖδες ἡμῶν δράσαντες ἢ διανοηθέντες ἀδικεῖν περὶ σοῦ κινδυνεύουσιν ὑπὲρ αἰχμαλωσίας καὶ τῶν ἄλλων, ἃ παθεῖν αὐτοὺς εἰκός, ἐὰν ἡ πόλις ἁλῷ; οὐ τὰ δίκαια διαιτᾷς, ὦ Μάρκιε, καὶ εἰ τοῦτον οἴει δεῖν τὸν τρόπον τὰ ὑπαίτια καὶ ἐχθρὰ μισεῖν, ὥστε μηδὲ τῶν ἀναιτίων φείδεσθαι καὶ φιλίων, οὐκ ἄρα τὰ προσήκοντα ἀνδρὶ ἀγαθῷφρονεῖς. ἵνα δὲ πάντα ταῦτα ἀφῶ, τί ἂν ἔχοις εἰπεῖν, ὦ πρὸς Διός, εἴ τις ἔροιτό σε, τοὺς δὲ δὴ τάφους τῶν προγόνων τί παθὼν ὑπʼ αὐτῶν ἀνασκάπτεις καὶ τιμάς, ἃς κομίζονται παρʼ ἀνθρώπων, ἀφαιρῇ; θεῶν δὲ βωμοὺς καὶ τεμένη καὶ νεὼς τίνος ἀδικήματος ὀργῇ συλᾷς καὶ κατακαίεις καὶ ἀνατρέπεις καὶ σεβασμῶν οὐκ ἐᾷς τυγχάνειν τῶν νομίμων; τί πρὸς ταῦτα φαίης ἄν; ἐγὼ μὲν γὰρ οὐδὲν ὁρῶ.