ὁ δὲ στρατηγός, ἐπειδὴ τὴν προθυμίαν τῶν Οὐολούσκων ἐπέρρωσε καὶ τὸ τῶν πολεμίων ἀνδρεῖον εἰς ταπεινὴν καὶ ἄνανδρον κατέκλεισεν ἀμηχανίαν, ἐπὶ τὰς συμμαχίδας αὐτῶν πόλεις, ὅσαι τὸ πιστὸν διεφύλαττον, ἦγε τὴν δύναμιν· καὶ αὐτίκα ἑτοιμασάμενος, ὅσα εἰς πολιορκίαν χρήσιμα ἦν, ἐπὶ Τολερίνους ἐλαύνει τοῦ Λατίνων ὄντας ἔθνους.οἱ δὲ Τολερῖνοι πρὸ πολλοῦ παρασκευασάμενοι τὰ εἰς τὸν πόλεμον καὶ τὰ ἐκ τῆς χώρας εἰς τὴν πόλιν συγκεκομικότες ἐδέχοντο αὐτὸν ἐπιόντα καὶ χρόνον μέν τινʼ ἀντεῖχον ἀπὸ τῶν τειχῶν μαχόμενοι καὶ πολλοὺς τῶν πολεμίων κατέτρωσαν· ἔπειθʼ ὑπὸ τῶν σφενδονητῶν ἀναστελλόμενοι καὶ μέχρι δείλης ὀψίας ταλαιπωροῦντες πολλὰ μέρη τοῦ τείχους ἐξέλιπον. τοῦτοκαταμαθὼν ὁ Μάρκιος τοῖς μὲν ἄλλοις στρατιώταις παρήγγειλε κλίμακας προσφέρειν κατὰ τὰ γυμνούμενα μέρη τοῦ περιβόλου, αὐτὸς δὲ τοὺς κρατίστους τῆς στρατιᾶς ἀναλαβὼν ἐπὶ τὰς πύλας ἵεται βαλλόμενος ἀπὸ τῶν πύργων, καὶ διαρρήξας τοὺς μοχλοὺς παρέρχεται πρῶτος εἰς τὴν πόλιν. ἦν δʼ ὑφεστηκὸς ταῖς πύλαις πολὺ καὶ καρτερὸν στῖφος τῶν πολεμίων, οἳ δέχονταί τʼ αὐτὸν ἐρρωμένως καὶ μέχρι πολλοῦ διεκαρτέρουν ἀγωνιζόμενοι· πολλῶν δʼ ἀναιρεθέντων τρέπονται οἱ λοιποὶ καὶ σκεδασθέντες ἔφευγον ἀνὰ τοὺς στενωπούς.ὁ δʼ ἠκολούθει κτείνων τοὺς καταλαμβανομένους, ὅσοι μὴ τὰ ὅπλα ῥίψαντες εἰς ἱκεσίας ἐτράποντο· ἐν δὲ τούτῳ καὶ οἱ διὰ τῶν κλιμάκων ἀναβαίνοντες ἐκράτουν τοῦ τείχους. τοῦτον δὴ τὸν τρόπον ἁλούσης τῆς πόλεως ἐξελόμενος ὁ Μάρκιος ἐκ τῶν λαφύρων ὅσα θεοῖς τʼ ἀναθήματα καὶ κόσμος ταῖς Οὐολούσκων πόλεσιν ἔμελλε γενέσθαι, τὰ λοιπὰ τοῖς στρατιώταις ἐφῆκε διαρπάσαι.ἦν δὲ πολλὰ μὲν αὐτόθι σώματα, πολλὰ δὲ χρήματα, πολὺς δὲ σῖτος, ὥστε μὴ ῥᾴδιον εἶναι μιᾷ πάντα ἐκκομίσαι τοὺς κρατήσαντας ἡμέρᾳ, ἀλλʼ ἐκ διαδοχῆς ἄγοντες καὶ φέροντες τὰ μὲν αὐτοί, τὰ δʼ ἐπὶ τῶν ὑποζυγίων πολὺν ἠναγκάσθησαν διατρῖψαι χρόνον.ὁ δὲ στρατηγός, ἐπειδὴ τὰ σώματα καὶ τὰ χρήματα πάντα ἐξεκεκόμιστο, τὴν πόλιν ἔρημον καταλιπὼν ἀπῆγε τὴν δύναμιν ἐπὶ Βῶλαν Λατίνων ἑτέραν πόλιν. ἔτυχον δὲ καὶ οἱ Βωλανοὶ προεγνωκότες αὐτοῦ τὴν ἔφοδον καὶ παρεσκευασμένοι πάντα τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια. ὁ μὲν οὖν Μάρκιος ὡς ἐξ ἐφόδου τὴν πόλιν αἱρήσων κατὰ πολλὰ μέρη τοῦ τείχους ἐποιεῖτο τὰς προσβολάς· οἱ δὲ Βωλανοὶ περιμείναντες καιρὸν ἐπιτήδειον ἀνοίγουσι τὰς πύλας, καὶ φερόμενοι κατὰ πλῆθος ἐν τάξει τε καὶ κόσμῳ συρράττουσι τοῖς κατὰ μέτωπον, καὶ πολλοὺς αὐτῶν ἀποκτείναντες, ἔτι δὲ πλείους κατατραυματίσαντες τούς τε λοιποὺς αἰσχρῶς ἀναγκάσαντες φυγεῖν ἀνέστρεψαν εἰς τὴν πόλιν.ὠς δʼ ἔγνω τὴν τροπὴν τῶν Οὐολούσκων ὁ Μάρκιος· οὐ γὰρ ἔτυχε παρὼν ἐν ᾧ χωρίῳ τὸ πάθος ἐγένετο· παρῆν σὺν ὀλίγοις κατὰ σπουδὴν καὶ τοὺς ἐκ τῆς τροπῆς σκεδασθέντας ἀναλαβὼν συνίστατο καὶ παρεθάρρυνε, καὶ ἐπειδὴ κατέστησεν εἰς τάξεις, ὑποδείξας, ἃ δεῖ πράττειν, ἐκέλευσε προσβάλλειν τῇ πόλει κατὰ τὰς αὐτὰς πύλας.χρησαμένων δὲ πάλιν τῶν Βωλανῶν τῇ αὐτῇ πείρᾳ καὶ κατὰ πλῆθος ἐκδραμόντων οὐ δέχονται αὐτοὺς οἱ Οὐολοῦσκοι, ἀλλʼ ἐγκλίναντες ἔφευγον κατὰ τοῦ πρανοῦς, ὡς ὁ στρατηγὸς αὐτοῖς ὑπέθετο· καὶ οἱ Βωλανοὶ τὴν ἀπάτην οὐκ εἰδότες ἐδίωκον ἄχρι πολλοῦ. ἐπεὶ δὲ πρόσω τῆς πόλεως ἐγένοντο, ἔχων τοὺς ἐπιλέκτους τῶν νέων ὁ Μάρκιος ὁμόσε τοῖς Βωλανοῖς ἐχώρει· καὶ γίνεται πολὺς αὐτῶν ἐνταῦθα φόνος τῶν μὲν ἀμυνομένων, τῶν δὲ φευγόντων.ὁ δʼ ἀκολουθῶν τοῖς ἐπὶ τὴν πόλιν ὠθουμένοις φθάνει, πρὶν ἐπιρραχθῆναι τὰς πύλας εἰσβιασάμενος εἰς τὸ τεῖχος. ὡς δʼ ὁ στρατηγὸς ἅπαξ ἐγκρατὴς τῶν πυλῶν ἐγένετο, ἠκολούθει καὶ τὸ ἄλλο τῶν Οὐολούσκων πλῆθος, οἱ δὲ Βωλανοὶ τὸ τεῖχος ἐκλιπόντες ἔφευγον ἐπὶ τὰς οἰκίας. γενόμενος δὲ καὶ ταύτης κύριος τῆς πόλεως ἐπέτρεψε τοῖς στρατιώταις τά τε σώματα ἐξανδραποδίσασθαι καὶ τὰ χρήματα διαρπάσαι καὶ τὸν αὐτὸν τρόπον ὥσπερ καὶ πρότερον ἅπασαν ἐκκομίσας τὴν λείαν σὺν χρόνῳ τε καὶ κατὰ πολλὴν ἐξουσίαν μετὰ τοῦτο τὴν πόλιν ἐνέπρησεν.ἐντεῦθεν δὲ τὴν δύναμιν ἀναλαβὼν ἦγεν ἐπὶ τοὺς καλουμένους Λαβικανούς. ἦν δὲ καὶ αὕτη τότε Λατίνων ἡ πόλις Ἀλβανῶν ὥσπερ καὶ ἄλλαι ἄποικος. καταπλήξασθαι δὲ βουλόμενος τοὺς ἔνδον ἔκαιεν αὐτῶν τὴν χώραν εὐθὺς ἐπιών, ὅθεν μάλιστα ἔμελλον ὄψεσθαι τὴν φλόγα. οἱ δὲ Λαβικανοὶ τεῖχος εὖ κατεσκευασμένον ἔχοντες οὔτε κατεπλάγησαν αὐτοῦ τὴν ἔφοδον οὔτε μαλακὸν ἐνέδοσαν οὐδέν, ἀλλʼ ἀντεῖχον ἀπομαχόμενοι γενναίως καὶ πολλάκις ἐπιβαίνοντας τοῦτείχους τοὺς πολεμίους ἀπήραξαν. οὐ μὴν εἰς τέλος γʼ ἀντέσχον ὀλίγοι πρὸς πολλοὺς ἀγωνιζόμενοι καὶ χρόνον οὐδὲ τὸν ἐλάχιστον ἀναπαυόμενοι. πολλαὶ γὰρ προσβολαὶ καὶ καθʼ ὅλην τὴν πόλιν ἐγίνοντο ὑπὸ τῶν Οὐολούσκων ἐκ διαδοχῆς ὑποχωρούντων μὲν αἰεὶ τῶν κεκμηκότων, ἑτέρων δὲ προσιόντων νεαρῶν· πρὸς οὓς ἀγωνιζόμενοι διʼ ὅλης ἡμέρας, καὶ οὐδὲ τὸν τῆς νυκτὸς ἀναπαυσάμενοι χρόνον ἐκλιπεῖν ἠναγκάσθησαν τὸ τεῖχος ὑπὸ κόπου. παραλαβὼν δὲ καὶ ταύτην ὁ Μάρκιος τὴν πόλιν ἐξηνδραποδίσατο καὶ τοῖς στρατιώταις ἐφῆκε μερίσασθαι τὰς ὠφελείας.