οὐ δεόμεθά σου συμβούλου, Δέκιε, οὔτε περὶ πολιτῶν ἐκδόσεως οὔτε περὶ ἄλλου χρήματος ὧν ἡμῖν πρακτέον οὐδενός· οὐδὲ ὀθνείᾳ φρονήσει νέων ἀνδρῶν τὰ οἰκεῖα συμφέροντα κρίνειν οἰόμεθα δεῖν οἱ μέχρι τῆσδε τῆς ἡλικίας διὰ πολλῆς πείρας κακῶν τε καὶ ἀγαθῶν ἐληλυθότες. πολέμου δʼ ἀπειλάς, αἷς χρώμενοι φοβεῖτε ἡμᾶς, οὐ νῦν πρῶτον ἐπαγομένας ὑφʼ ὑμῶν, ἀλλὰ πολλάκις ἤδη καὶ ὑπὸ πολλῶν ἐπανασεισθείσας τῇ συνήθει πρᾳότητι παραδόντες ἀκαταπλήκτως οἴσομεν.καὶ εἰ δήπερ δράσετε τὰ ὅμοια οἷς λέγετε, ἀμυνούμεθα θεούς τε συναγωνιστὰς ἔχοντες, οἳ νεμεσῶσι τοῖς ἄρχουσι πολέμου ἀδίκου, καὶ ἀνθρώπων ἕξοντες χεῖρα οὐκ ὀλίγην σύμμαχον. Λατῖνοί τε γὰρ ἅπαντες, οἷς νεωστὶ τὴν ἰσοπολιτείαν δεδώκαμεν, σὺν ἡμῖν στήσονται, ὡς περὶ πατρίδος ἤδη τῆς πόλεως τῆσδε ἀγωνιζόμενοι, αἵ τʼ ἐνθένδε ἀποικισθεῖσαι πόλεις πολλαὶ καὶ ἀγαθαὶ περὶ παντὸς ποιούμεναι σώζεσθαι τὴν μητρόπολιν ἀμυνοῦσιν αὐτῇ.εἰ δʼ εἰς ἀνάγκην ἡμᾶς κατακλείσετε τῆς πανταχόθεν ἐπικουρίας περιέχεσθαι, ὑπομενοῦμεν, ὦ Δέκιε, καὶ θεράποντας εἰς ἐλευθερίαν προκαλούμενοι καὶ πολεμίους εἰς φιλίαν καὶ πάντας ἀνθρώπους εἰς κοινωνίαν τῶν ἐκ τῆς νίκης ἐλπίδων ὁμόσε χωρεῖν ὑμῖν. μηθενὸς δὲ τούτων δεήσειεν, ὦ Ζεῦ καὶ θεοὶ πάντες οἱ πόλιν τὴν Ῥωμαίων κατέχοντες, ἀλλʼ εἴη μέχρι λόγων τὰ φοβερὰ ταῦτʼ ἐλθεῖν, ἔργον δὲ μηθὲν ἐξ αὐτῶν γένοιτʼ ἄχαρι.ταῦτα μὲν Ἄππιος εἶπεν. Μάνιος δὲ Οὐαλέριος ὁ δημοτικώτατος τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ τὰς διαλλαγὰς πλείστην ἀποδειξάμενος προθυμίαν φανερῶς καὶ τότε τῷ δήμῳ συνελάμβανε καὶ λόγον διεξῆλθε μετὰ πολλῆς συγκείμενον φροντίδος, ἐπιτιμῶν μὲν τοῖς οὐκ ἐῶσι μίαν εἶναι τὴν πόλιν, ἀλλὰ διαιροῦσι τὸ δημοτικὸν ἀπὸ τῶν πατρικίων καὶ διὰ μικρὰς προφάσεις πολέμους ἀναζωπυροῦσιν ἐμφυλίους· ἐπαινῶν δὲ τοὺς ἓν τὸ συμφέρον καὶ κοινὸν ἡγουμένους καὶ πάντʼ ἐλάττω τῆς ὁμονοίας τιθεμένους, διδάσκων, ὡς, εἰ γένοιτο τῆς δίκης ὁ δῆμος, ὥσπερ ἀξιοῖ, κύριος, καὶ ταύτην παρὰ τοῦ συνεδρίου τὴν χάριν ἑκόντος λάβοι, τάχα μὲν οὐδʼ ἐπέξεισιν ἄχρι τέλους, ἀλλʼ ἀρκεσθεὶς αὐτῷ τῷ κεκρατηκέναι τοῦ σώματος ἐπιεικέστερον μᾶλλον ἢ χαλεπώτερον αὐτῷ χρήσεται.εἰ δʼ ἄρα ἐκ παντὸς οἰομένων τρόπου τῶν δημάρχων τέλος ἐπιθεῖναι δεῖν νόμιμον τῇ δίκῃ τῆς ψήφου γενήσεται κύριος, ἀπολύσει τὸν ἄνδρα τῆς αἰτίας αἰδούμενος μὲν αὐτὸ τὸ κινδυνεῦον σῶμα, οὗ πολλὰ καὶ καλὰ ἔργα ἔχει μεμνῆσθαι, ἀνταποδιδοὺς δὲ ταύτην τὴν χάριν τῇ παρασχούσῃ τὴν ἐξουσίαν αὐτῷ βουλῇ καὶ πρὸς μηδὲν ἐναντιωθείσῃτῶν μετρίων. παρεῖναι μέντοι τῇ δίκῃ συνεβούλευε καὶ συναπολογεῖσθαι τῷ ἀνδρὶ καὶ τὸν δῆμον ἀξιοῦν μηθὲν διαγνῶναι περὶ αὐτοῦ χαλεπὸν τούς θʼ ὑπάτους καὶ τοὺς ἐκ τοῦ συνεδρίου πάντας καὶ τοὺς ἄλλους πατρικίους κατὰ πλῆθος ἀφικομένους· συνοίσειν γὰρ οὐ μικρὰ τῷ κινδυνεύοντι καὶ τούτους εἰς σωτηρίας ῥοπήν· καὶ μὴ μόνον αὐτοὺς οὕτως ἔχειν ταῖς γνώμαις, ἀλλὰ καὶ πελάτας ἕκαστον τοὺς αὑτοῦ παρακαλεῖν καὶ φίλους συνάγειν, καὶ εἴ τινας οἰκείως ἔχειν σφίσι τῶν δημοτικῶν διʼ εὐεργεσίας ὑπολαμβάνουσι, καὶ τούτους νυνὶ τὴν πρότερον ὀφειλομένην χάριν ἐπὶτῆς ψηφοφορίας ἀπαιτεῖν. τό τε φιλόχρηστον καὶ μισοπόνηρον οὐκ ὀλίγον ἀπέφηνεν ἐκ τοῦ δήμου μέρος ἐσόμενον, καὶ ἔτι πλεῖον τούτου, ὃ πρὸς τὰς τύχας πάσχειν τι τὰς ἀνθρωπίνας καὶ ἐλεεῖν οἶδε τοὺς ἐν τοῖς ἀξιώμασιν, ὅταν εἰς ταπεινὰ πέσωσιν αὐτῶν αἱτύχαι. ὁ δὲ πλείων λόγος ἐγίνετο αὐτῷ πρὸς τὸν Μάρκιον παράκλησιν ἔχων νουθετήσει μεμιγμένην καὶ δέησιν ἀνάγκῃ. ἠξίου γὰρ αὐτόν, ἐπεὶ διιστάναι τὸν δῆμον ἀπὸ τῆς βουλῆς αἰτίαν ἔχει καὶ τυραννικὸς εἶναι διαβάλλεται διὰ τὴν αὐθάδειαν τοῦ τρόπου, δέος τε παρέστηκεν ἅπασι, μὴ διʼ αὐτὸν ἀρχὴ γένηται στάσεως καὶ κακῶν ἀνηκέστων, ἃ φέρουσιν ἐμφύλιοι πόλεμοι, μὴ ποιεῖν ἀληθεῖς καὶ κυρίας τὰς κατʼ αὐτοῦ διαβολὰς μένοντα ἐν τῷ φθονουμένῳ τοῦ βίου, ἀλλὰ σχῆμα ταπεινὸν μεταλαβεῖν καὶ τοῖς ἀδικεῖσθαι λέγουσι τὴν ἐξουσίαν τοῦ σώματος παρασχεῖν, καὶ μὴ φεύγειν ἄδικον ἔγκλημα λόγῳ μετὰ δίκης ἀπολυόμενον.ταῦτα γὰρ αὐτῷ πρός τε σωτηρίαν ἀσφαλέστατα εἶναι καὶ πρὸς εὐδοξίαν, ἧς ὀρέγεται, λαμπρότατα καὶ τοῖς προυπηργμένοις ἔργοις ἀκόλουθα. εἰ δʼ αὐθαδέστερος ἔσται μᾶλλον ἢ μετριώτερος, καὶ τὴν βουλὴν ἀξιώσει πάντα κίνδυνον διʼ ἑαυτὸν ὑπομένειν, κακὴν μὲν ἧτταν, αἰσχρὰν δὲ νίκην τοῖς πεισθεῖσι προσάψειν αὐτὸν ἀπέφαινεν· ἦν τʼ ἐνταῦθα πολὺς ὀλοφυρόμενος καὶ τῶν καταλαμβανόντων κακῶν τὰς πόλεις ἐν ταῖς διχοστασίαις τὰ μέγιστα καὶ φανερώτατα ἐπιλεγόμενος.διεξιὼν δὲ ταῦτα μετὰ πολλῶν δακρύων οὐ προσποιητῶν καὶ πεπλασμένων, ἀλλʼ ἀληθινῶν, ἀνὴρ ἡλικίας τε καὶ ἀρετῆς ἀξιώσει προὔχων, ὡς ἔμαθε κινούμενον ἐπὶ τοῖς λεγομένοις τὸ συνέδριον, ἐκ τοῦ τεθαρρηκότος ἤδη τὸ λοιπὸν ἐξύφαινε τῶν λόγων· εἰ δέ τινες ὑμῶν, ὦ βουλευταί, λέγων, ταράττονται δοκοῦντες ἔθος εἰσάγειν πονηρὸν εἰς τὴν πόλιν, ἐὰν τῷ δήμῳ συγχωρήσητε ψῆφον ἐπιφέρειν κατὰ τῶν πατρικίων, καὶ ἐπʼ οὐδενὶ ἀγαθῷ νομίζουσι τὴν τῶν δημάρχων ἐξουσίαν πολλὴν ἰσχὺν λαβοῦσαν γενήσεσθαι, μαθέτωσαν ἁμαρτάνοντες τῆς δόξης καὶ τἀναντία ἢ