συνεβούλευε δʼ αὐτῷ τότε μὲν εἶξαι καὶ μὴ χωρεῖν ὁμόσε τοῖς ὑπάτοις, μή τι μεῖζον κακὸν ἐργάσηται, προθεῖναι δὲ τῷ ἀνδρὶ δίκην ὁρίσαντα χρόνον ὅσον δή τινα, καὶ ψῆφον ἀναδοῦναι τοῖς πολίταις ὑπὲρ αὐτοῦ κατὰ φυλάς· ὅ τι δʼ ἂν αἱ πλείους ψῆφοι καθαιρῶσι, τοῦτο ποιεῖν· τυραννικὸν μὲν γὰρ εἶναι καὶ βίαιον, ὃ νῦν ἐπειρᾶτο διαπράττεσθαι, τὸν αὐτὸν ὑπάρχειν καὶ κατήγορον καὶ δικαστὴν καὶ τοῦ μέτρου τῆς τιμωρίας κύριον· πολιτικὸν δὲ τὸ κατὰ νόμους ἀπολογίας τυχόντα τὸν ὑπαίτιον, ὅ τι ἂν τοῖς πλείοσι δικασταῖς δόξῃ, τοῦτο παθεῖν.πείθεται τούτοις ὁ Σικίννιος μηδὲν ὁρῶν βούλευμα κρεῖττον καὶ παρελθὼν ἔφη· τὴν μὲν σπουδὴν ὁρᾶτε τῶν πατρικίων τὴν εἰς τὰ φονικὰ καὶ βίαια ἔργα, ὦ δημόται, ὡς ἑνὸς ἀνδρὸς αὐθάδους ὅλην ἀδικοῦντος τὴν πόλιν ἧττον τίθενται τὸ πλῆθος τὸ ὑμέτερον. οὐ μὴν ὁμοίους γʼ αὐτοῖς γίνεσθαι χρὴ καὶ ἐπὶ κεφαλὴν ὠθεῖσθαι οὔτʼ ἄρχοντας πολέμου οὔτʼ ἀμυνομένους· ἀλλʼ ἐπειδὴ πρόφασιν εὐπρεπῆ προβάλλονταί τινες τὸν νόμον, ᾧ βοηθοῦντες αὐτὸν ἀφαιροῦνται τῆς κολάσεως, ὃς οὐκ ἐᾷ τῶν πολιτῶν οὐθένʼ ἀποκτεῖναι ἄκριτον, συγχωρήσωμεν αὐτοῖς τὸ δίκαιον τοῦτο, καίπερ οὐδὲ νόμιμα πάσχοντες οὐδὲ δίκαια ὑπʼ αὐτῶν, καὶ δείξωμεν, ὅτι τοῖς εὐγνώμοσι μᾶλλον ἢ τοῖς βιαίοις περιεῖναι τῶν ἀδικούντων ἡμᾶς πολιτῶν βουλόμεθα.ὑμεῖς μὲν οὖν ἄπιτε καὶ τὸν μέλλοντα καιρὸν ἐκδέχεσθε οὐ πολὺν ἐσόμενον· ἡμεῖς δὲ παρασκευασάμενοι τὰ κατεπείγοντα προθήσομεν χρόνον τῷ ἀνδρὶ εἰς ἀπολογίαν καὶ τὴν δίκην ἐφʼ ὑμῶν συντελέσομεν. ὅταν δὲ γένησθε τῆς ψήφου κατὰ τὸν νόμον κύριοι, τιμήσατε αὐτῷ ἧς ἂν ἄξιον εὕρητε ζημίας. καὶ περὶ μὲν τούτου τοσαῦτα. τῆς δὲ τοῦ σίτου διαπράσεώς τε καὶ διαθέσεως, ἵνʼ ἐκ τοῦ δικαιοτάτου γένηται, εἰ μή τις ἔσται τούτοις καὶ τῇ βουλῇ φροντίς, αὐτοὶ ἐπιμελησόμεθα. ταῦτʼ εἰπὼν διέλυσε τὴν ἐκκλησίαν.μετὰ τοῦθʼ οἱ μὲν ὕπατοι συναγαγόντες τὴν βουλὴν ἐσκόπουν ἐφʼ ἡσυχίας, τίς ἂν γένοιτο τῆς παρούσης ταραχῆς λύσις. καὶ ἔδοξεν αὐτοῖς πρῶτον μὲν ἀποθεραπεῦσαι τοὺς δημότας, εὐώνους πάνυ καὶ λυσιτελεῖς ποιήσαντας αὐτοῖς τὰς ἀγοράς· ἔπειτα πείθειν τοὺς προεστηκότας αὐτῶν χάριτι τῆς βουλῆς παύσασθαι καὶ μὴ παράγειν τὸν Μάρκιον, εἰ δὲ μὴ πείθοιεν εἰς μακροτάτους ἀναβάλλεσθαι χρόνους, ἕως ἂν μαρανθῶσιν αἱ τῶν πολλῶν ὀργαί.ταῦτα ψηφισάμενοι τὸ μὲν ὑπὲρ τῆς ἀγορᾶς δόγμα εἰς τὸν δῆμον ἐξήνεγκαν καὶ πάντων ἐπαινεσάντων ἐκύρωσαν. ἦν δὲ τοιόνδε· τὰς τιμὰς εἶναι τῶν ὠνίων τῶν πρὸς τὸν καθʼ ἡμέραν βίον, αἵτινες ἐγένοντʼ ἐλάχισται πρὸ τῆς ἐμφυλίου στάσεως. παρὰ δὲ τῶν δημάρχων πολλὰ λιπαρήσαντες τὴν μὲν ὁλοσχερῆ πάρεσιν οὐχ εὕροντο, τὴν δʼ εἰς χρόνον ὅσον ἠξίουν ἀναβολὴν ἔλαβον· αὐτοί τε προσεμηχανήσαντο διατριβὴν ἑτέραν ἀφορμῇ τοιᾷδε χρησάμενοι.τοὺς ἐκ Σικελίας ἀποσταλέντας ὑπὸ τοῦ τυράννου πρέσβεις καὶ παρακομίσαντας τῷ δήμῳ τὴν τοῦ σίτου δωρεὰν ἀποπλέοντας οἴκαδε Ἀντιάται πειρατήριον στείλαντες κατήγαγον ἀποσαλεύοντας οὐ πρόσω τῶν λιμένων καὶ τά τε χρήματʼ αὐτῶν ὡς πολεμίων δι’ ὠφελείας ἔθεντο, καὶ τὰ σώματα κατακλείσαντες εἶχον ἐν φυλακῇ.ταῦτα μαθόντες οἱ ὕπατοι ἔξοδον ἐψηφίσαντο ἐπὶ τοὺς Ἀντιάτας, ἐπειδὴ πρεσβευομένοις αὐτοῖς οὐδὲν ἠξίουν τῶν δικαίων ποιεῖν· καὶ ποιησάμενοι τῶν ἐν ἀκμῇ κατάλογον ἐξῄεσαν ἀμφότεροι, ψήφισμα κυρώσαντες ὑπὲρ ἀναβολῆς τῶν τʼ ἰδίων καὶ τῶν δημοσίων δικῶν, ὅσον ἂν χρόνον ὦσιν ἐν τοῖς ὅπλοις.ἐγένετο δʼ οὗτος οὐχ ὅσον ὑπέλαβον, ἀλλὰ πολλῷ ἐλάττων. οἱ γὰρ Ἀντιάται μαθόντες ἐξεστρατευμένους πανδημεὶ Ῥωμαίους οὐδὲ τὸν ἐλάχιστον ἀντέσχον χρόνον, δεόμενοι δὲ καὶ λιπαροῦντες τά τε σώματα τῶν ἁλόντων Σικελιωτῶν ἀπέδοσαν καὶ τὰ χρήματα, ὥστʼ ἠναγκάσθησαν οἱ Ῥωμαῖοι εἰς τὴν πόλιν ἀναστρέψαι.διαλυθείσης δὲ τῆς στρατιᾶς ὁ μὲν Σικίννιος ὁ δήμαρχος συναγαγὼν τὸ πλῆθος εἰς ἐκκλησίαν προεῖπεν ἡμέραν, ἐν ᾗ συντελεῖν ἔμελλε τὴν περὶ τοῦ Μαρκίου κρίσιν· καὶ παρεκάλει τούς τε κατὰ πόλιν ὑπάρχοντας ἀθρόους ἥκειν ἐπὶ τὴν διάγνωσιν τῆς δίκης καὶ τοὺς ἐπὶ τῶν ἀγρῶν διατρίβοντας ἀφεμένους τῶν ἔργων εἰς τὴν αὐτὴν ἡμέραν ἀπαντᾶν, ὡς ὑπὲρ ἐλευθερίας καὶ σωτηρίας ὅλης τῆς πόλεως τὴν ψῆφον ἀναληψομένους· παρήγγελλε δὲ καὶ τῷ Μαρκίῳ παρεῖναι πρὸς τὴν ἀπολογίαν ὡς οὐδενὸς ἀτυχήσοντι τῶν περὶτὰς κρίσεις νομίμων. τοῖς δʼ ὑπάτοις ἐδόκει βουλευσαμένοις μετὰ τοῦ συνεδρίου μὴ περιορᾶν τὸν δῆμον ἐξουσίας τηλικαύτης κύριον γενόμενον. εὕρητο δʼ αὐτοῖς τῆς κωλύσεως ἀφορμὴ δικαία καὶ νόμιμος, ᾗ χρώμενοι πάντα διαλύσειν ᾤοντο τὰ τῶν ἀντιδίκων βουλεύματα. καὶ μετὰ τοῦτο παρεκάλεσαν εἰς λόγους ἐλθεῖν τοὺς προεστηκότας τοῦ δήμου συνόντων αὐτοῖς τῶν ἐπιτηδείων.καὶ ἔλεξε Μηνύκιος τοιάδε· ἡμῖν, ὦ δήμαρχοι, δοκεῖ χρῆναι τὴν στάσιν ἐξελαύνειν ἐκ τῆς πόλεως ἁπάσῃ δυνάμει καὶ μὴ φιλονεικεῖν ἐναντία τῷ δήμῳ περὶ μηδενὸς χρήματος· μάλιστα δʼ ὅταν ὁρῶμεν ὑμᾶς ἀπὸ τῶν βιαίων ἐπὶ τὰ δίκαια καὶ τοὺς λόγους ἥκοντας. ταύτης μέντοιγε τῆς γνώμης ἐπαινοῦντες ὑμᾶς τὴν βουλὴν οἰόμεθα δεῖν ἄρξαι προβούλευμα ποιησαμένην, ὥσπερ ἐστὶν ἡμῖν πάτριον. δύναισθε δʼ ἂν καὶ