ὅτι μὲν οὐχ ὑπʼ ἀνάγκης τε καὶ ἀπορίας βιασθεὶς ὁ δῆμος ἐποιήσατο τὴν ἀπόστασιν, ὦ πατέρες, ἀλλὰ πονηρᾷ ἐλπίδι ἐπαρθεὶς ὡς καταλύσων τὴν ἀριστοκρατίαν ὑμῶν καὶ πάντων αὐτὸς ἐσόμενος τῶν κοινῶν κύριος, σχεδὸν οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι τὰ περὶ τὰς διαλλαγὰς αὐτοῦ πλεονεκτήματα ὁρῶντας· ᾧ γʼ οὐκ ἀπέχρησε διαφθείραντι τὴν περὶ τὰ συμβόλαια πίστιν καὶ τοὺς ἐπὶ ταύτῃ κειμένους ἀνελόντι νόμους μηθὲν ἄλλο πολυπραγμονεῖν, καινὴν δὲ καταστησάμενος ἀρχὴν ἐπὶ τῷ καθελεῖν τὴν τῶν ὑπάτων ἱερὰν καὶ ἄσυλον ἐποίησεν αὐτὴν νόμῳ, καὶ νῦν τυραννικὴν ἐξουσίαν περιβαλλόμενος, ὦ βουλή, τῷ νεωστὶ κυρωθέντι νόμῳ λέληθεν ὑμᾶς.ὅταν γὰρ ἐπʼ ἐξουσίας πολλῆς οἱ προεστηκότες αὐτοῦ πρόφασιν εὐπρεπῆ προβαλλόμενοι τὸ δὴ τοῖς ἀδικουμένοις τῶν δημοτῶν βοηθεῖν διὰ τῆς ἐξουσίας ταύτης ἄγωσι καὶ φέρωσιν, ὅσʼ ἂν αὐτοῖς δοκῇ, καὶ μηθεὶς ὁ κωλύσων τὰς παρανομίας αὐτῶν ᾖ, μήτʼ ἰδιώτης μήτʼ ἄρχων δεδοικὼς τὸν νόμον, ὃς ἀφαιρεῖται καὶ τὸν λόγον ἡμῶν ἅμα τοῖς ἔργοις θάνατον ἐπιτιθεὶς ζημίαν τοῖς ἐλευθέραν φωνὴν ἀφιεῖσι, τί προσῆκεν ὄνομα θέσθαι τῇ δυναστείᾳ ταύτῃ τοὺς νοῦν ἔχοντας ἕτερον, ἢ τοῦθʼ, ὅπερ ἐστὶν ἀληθὴς καὶ πάντες ἂν ὁμολογήσετε, τυραννίδα; εἰ δʼ οὐχ ὑφʼ ἑνὸς ἀνδρός, ἀλλʼ ὑφʼ ὅλου τυραννούμεθα δήμου, τί τοῦτο διαφέρει; τὸ γὰρ ἔργον ἐξ ἀμφοῖν ταὐτό.κράτιστον μὲν οὖν ἦν μηδὲ τὸ σπέρμα τῆς ἐξουσίας ταύτης ἐᾶσαι καταβαλλόμενον, ἀλλὰ πάντα ὑπομεῖναι πρότερον, ὡς Ἄππιος ὁ βέλτιστος ἐκ πολλοῦ τὰ δεινὰ προορώμενος ἠξίου, εἰ δὲ μή, νῦν γʼ ὁμοθυμαδὸν ἅπαντας ἐξορύξαντας αὐτὴν πρόρριζον ἐκ τῆς πόλεως ἐκβαλεῖν, ἕωςἀσθενής ἐστι καὶ προσπολεμηθῆναι ῥᾳδία. καὶ τοῦτʼ οὐ πρώτοις ἡμῖν, ὦ βουλή, οὐδὲ μόνοις ἐξεγένετο παθεῖν, πολλοῖς δὲ καὶ πολλάκις ἤδη τοῖς εἰς ἀβουλήτους ἀνάγκας καταστᾶσι γνώμης ἁμαρτοῦσι τῆς ἀρίστης περὶ τὰ μέγιστα, ἐπειδὴ τὰς ἀρχὰς οὐκ ἐκώλυσαν τοῦ κακοῦ, τὰς αὐξήσεις πειρᾶσθαι καθαιρεῖν· καὶ ἡ μετάνοια τῶν ὀψὲ ἀρχομένων σωφρονεῖν ἥττων οὖσα τῆς προνοίας, καθʼ ἕτερον αὖ τρόπον οὐ χείρων οὖσα ἀναφαίνεται τῇ κωλύσει τοῦ τέλους ἀφανίζουσα τὸ ἐν τῇ ἀρχῇ ἀγνοηθέν.εἰ δέ τισιν ὑμῶν δεινὰ μὲν τὰ τοῦ δήμου ἔργα εἶναι δοκεῖ, καὶ κωλύεσθαι αὐτὸν οἴονται δεῖν τὰ λοιπὰ ἐξαμαρτάνοντα, δέος δʼ εἰσέρχεται, μὴ δόξωσι λύειν τὰς ὁμολογίας πρότεροι καὶ παραβαίνειν τοὺς ὅρκους, γνώτωσαν, ὅτι οὐκ ἄρχοντες, ἀλλʼ ἀμυνόμενοι, οὐδʼ ἀναιροῦντες τὰς ὁμολογίας, ἀλλὰ τοὺς ἀνῃρηκότας τιμωρούμενοι αὐτὸ δρῶσιν, ἀναίτιοί τε πρὸς θεοὺς ἔσονται καὶ ἐπὶ τῷ σφετέρῳ συμφέροντι τὰ δίκαια πράξουσι.μέγα δʼ ὑμῖν γενέσθω τεκμήριον, ὅτι τοῦ λύειν τὰς ὁμολογίας καὶ παρασπονδεῖν οὐχ ὑμεῖς, ἀλλὰ τὸ δημοτικὸν ἄρχει μέρος οὐκ ἀξιοῦν ἐμμένειν, ἐφʼ οἷς εὕρετο τὴν κάθοδον· οὐ γὰρ ἐπὶ τῷ κακῶς δρᾶσαι τὴν βουλήν, ἀλλʼ ἐπὶ τῷ μὴ ὑπʼ ἐκείνης κακοῦσθαι τὴν τῶν δημάρχων ἐξουσίαν ᾐτήσατο. χρῆται δʼ αὐτῇ οὐκέτι εἰς ἃ δεῖ οὐδʼ ἐφʼ οἷς εὕρετο, ἀλλʼ ἐπὶ διαφθορᾷκαὶ συγχύσει τῆς πατρίου πολιτείας. μέμνησθε γὰρ δήπου τὴν νεωστὶ γενομένην ἐκκλησίαν καὶ τοὺς ὑπὸ τῶν δημαγωγῶν ῥηθέντας ἐν αὐτῇ λόγους, ὅσην ἐπεδείξαντο αὐθάδειάν τε καὶ ἀκοσμίαν, καὶ νῦν, ἐφʼ οἵου εἰσὶν αὐχήματος οἱ μηδὲν ὑγιὲς φρονοῦντες, ἐπειδὴ ἔγνωσαν, ὡς ἐν τῇ ψήφῳ ἐστὶν ἅπαν τὸ τῆς πόλεως κράτος, ἧς αὐτοὶ κρατήσουσι πλείους ἡμῶν ὄντες.τί οὖν καταλείπεται ποιεῖν ἡμῖν ἀρξάντων ἐκείνων παρασπονδεῖν καὶ παρανομεῖν, εἰ μὴ τὸ ἀμύνεσθαι τοὺς ἄρξαντας, καὶ ἃ τέως ἀδίκως ἔχουσιν ἀφελέσθαι σὺν δίκῃ, καὶ εἰς τὸ λοιπὸν παῦσαι πλειόνων ἐφιεμένους· χάριν εἰδότας τοῖς θεοῖς, ὅτι οὐκ εἴασαν αὐτοὺς τὰ πρῶτα πλεονεκτήσαντας εἰς τὰ λοιπὰ σωφρονεῖν, ἀλλὰ ταύτην ἐνέβαλον αὐτοῖς τὴν ἀναισχυντίαν τε καὶ πολυπραγμοσύνην, ὑφʼ ἧς ὑμεῖς ἀναγκασθέντες τά τʼ ἀπολωλότα πειρᾶσθε ἀναλαβεῖν, καὶ τὰ λοιπὰ διʼ ἧς προσῆκε φυλακῆς λαβεῖν.καιρὸς δʼ ὁ παρὼν οἷος οὐχ ἕτερος, εἴπερ γʼ ἄρχεσθαι μέλλετε σωφρονεῖν, ἐν ᾧ κεκάκωται αὐτῶν τὸ πλεῖστον μέρος ὑπὸ τοῦ λιμοῦ, καὶ τὸ λοιπὸν οὐκ ἂν ἔτι δύναιτο πολὺν ἀντισχεῖν χρόνον ὑπʼ ἀχρηματίας, εἰ σπανίους τε καὶ τιμίας ἔχοι τὰς ἀγοράς· ἀναγκασθήσονται δʼ οἱ μὲν κάκιστοι καὶ οὐδέποτε τῇ ἀριστοκρατίᾳ χαίροντες ἐκλιπεῖν τὴν πόλιν, οἱ δʼ ἐπιεικέστεροι πολιτεύεσθαι κοσμίως μηθὲν ἔτι ἐνοχλοῦντες ὑμῖν.τάς τʼ οὖν ἀγορὰς διὰ φυλακῆς ἔχετε, καὶ τῆς τιμῆς τῶν ὠνίων μηθὲν ἀνίετε, ἀλλʼ ὅσου πλείστου ποτὲ ἦν τὰ ὤνια, τοσούτου καὶ νῦν αὐτὰ πωλεῖν ψηφίσασθε δικαίας ἀφορμὰς ἔχοντες καὶ προφάσεις εὐλόγους τήν τʼ ἀχάριστον τοῦ δήμου καταβοήν, ὡς ὐφʼ ἡμῶν κατασκευασθείσης τῆς σιτοδείας, ἣ διὰ τὴν ἀπόστασιν τὴν ἐκείνων ἐγένετο καὶ τὴν καταφθοράν, ἣν ἐποιήσαντο, τῆς γῆς, ἄγοντες αὐτὴν καὶ φέροντες ὥσπερ πολεμίαν, καὶ τὰς ἐξαιρεθείσας ἐκ τοῦ δημοσίου δαπάνας εἰς τοὺς ἀποσταλέντας ἐπὶ τὴν σιτωνίαν ἄνδρας, καὶ ἄλλα πολλά τινʼ, ἃ ἠδίκησθε ὑπʼ αὐτῶν· ἵνα καὶ γνῶμεν ἤδη, τί ποτʼ ἐστὶν ἐκεῖνο τὸ δεινόν, ὃ διαθήσουσιν ἡμᾶς, ἂν μὴ ποιῶμεν ἅπαντα τῷ δήμῳ τὰ καθʼ ἡδονάς, ὡς οἱ δημαγωγοὶ αὐτῶν δεδιττόμενοι ἔλεγον.