ταύταις μὲν οὖν ταῖς πρεσβείαις τοιαῦτα παθούσαις ἀπράκτοις ἀναστρέψαι συνέβη, ἐκ δὲ τῶν ἐν Τυρρηνίᾳ πόλεων οἱ πεμφθέντες κέγχρους τε καὶ ζέας συνωνησάμενοι ταῖς ποταμηγοῖς σκάφαις κατεκόμισαν εἰς τὴν πόλιν. αὕτη βραχύν τινα χρόνον ἡ ἀγορὰ Ῥωμαίους διέθρεψεν· ἔπειτʼ ἐξαναλωθεῖσα εἰς τὰς αὐτὰς ἀπορίας κατέστησεν αὐτούς. ἦν δʼ οὐθὲν εἶδος ἀναγκαίας τροφῆς, ὃ οὐκ ἐπείραζον ἔτι, συνέβαινέ τʼ οὐκ ὀλίγοις αὐτῶν, τὰ μὲν διὰ τὴν σπάνιν, τὰ δὲ διὰ τὴν ἀτοπίαν τῆς οὐκ εἰωθυίας ἐδωδῆς, τοῖς μὲν ἀρρώστων διακεῖσθαι τὰ σώματα, τοῖς δὲ παρημελημένοις διὰ πενίαν καὶ παντάπασιν ἀδυνάτως·ὡς δὲ τοῦτʼ ἔγνωσαν οἱ νεωστὶ κεκρατημένοι τῷ πολέμῳ Οὐολοῦσκοι, πρεσβειῶν ἀπορρήτοις διαποστολαῖς ἐνῆγον ἀλλήλους εἰς τὸν κατʼ αὐτῶν πόλεμον, ὡς ἀδυνάτων ἐσομένων, εἴ τις αὐτοῖς ἐπίθοιτο κεκακωμένοις πολέμῳ τε καὶ λιμῷ ἀντέχειν. θεῶν δέ τις εὔνοια, οἷς φροντὶς ἦν μὴ περιιδεῖν ὑπὸ τοῖς ἐχθροῖς Ῥωμαίους γενομένους, ἐκφανέστατα καὶ τότε τὴν ἑαυτῆς δύναμιν ἀπεδείξατο. τοσοῦτος γάρ τις ἄφνω εἰς τὰς πόλεις τῶν Οὐολούσκων φθόρος λοιμικὸς ἐνέσκηψεν, ὅσος ἐν οὐδενὶ ἄλλῳ τόπῳ μνημονεύεται γενόμενος οὔθʼ Ἑλλάδος οὔτε βαρβάρου γῆς, πᾶσαν ἡλικίαν καὶ τύχην καὶ φύσιν ἐρρωμένων τε καὶ ἀσθενῶν σωμάτων ὁμοίως διεργαξόμενος. ἐδήλωσε δὲ τὴν ὑπερβολὴν τῆς συμφορᾶς πόλις ἐπιφανὴς τῶν Οὐολούσκων, Οὐέλιτραι ὄνομα αὐτῇ, μεγάλη τε καὶ πολυάνθρωπος οὖσα τέως, ἧς ὁ λοιμὸς μίαν ὑπελείπετο μοῖραν ἐκ τῶν δέκα, τὰς δʼ ἄλλας ὑπολαβὼν ἀπήνεγκε.τελευτῶντες δʼ οὖν ὅσοι περιῆσαν ἐκ τῆς συμφορᾶς πρεσβευσάμενοι Ῥωμαίοις ἔφρασαν τὴν ἐρημίαν καὶ παρέδοσαν τὴν πόλιν. ἔτυχον δὲ καὶ πρότερον ἐποίκους ἐκ τῆς Ῥώμης εἰληφότες, ἀφʼ ἧς αἰτίας καὶ τὸ δεύτερον τοὺς κληρούχους παρʼ αὐτῶν ᾔτουν.ταῦτα τοῖς Ῥωμαίοις μαθοῦσι τῆς μὲν συμφορᾶς οἶκτος εἰσῄει, καὶ οὐδὲν ᾤοντο δεῖν τοῖς ἐχθροῖς ἐπὶ τοιαύταις τύχαις μνησικακεῖν, ὡς ἱκανὰς δεδωκόσι τοῖς θεοῖς ὑπὲρ σφῶν δίκας ἀνθʼ ὧν ἔμελλον δράσειν· Οὐελίτρας δὲ παραλαμβάνειν ἐδόκει κληρούχων οὐκ ὀλίγων ἀποστολῇ πολλὰ τὰ συμφέροντα ἐκ τοῦ πράγματος ἐπιλογιζομένοις.τό τε γὰρ χωρίον ἱκανὸν εἶναι ἐφαίνετο φυλακῇ ἀξιόχρεῳ καταληφθὲν οἷς ἂν νεωτερίζειν ἢ παρακινεῖν τι βουλομένοις ᾖ μέγα κώλυμα καὶ ἐμπόδιον εἶναι· ἥ τʼ ἀπορία τῆς τροφῆς ἡ κατέχουσα τὴν πόλιν οὐ παρʼ ὀλίγον μετριωτέρα γενήσεσθαι ὑπωπτεύετο, εἰ μετασταίη τις ἐξ αὐτῆς ἀπὸ τοῦ πλήθους μοῖρα ἀξιόλογος. μάλιστα δʼ ἡ στάσις ἀναρριπιζομένη, πρὶν ἢ πεπαῦσθαι καλῶς ἔτι τὴν προτέραν,ἐνῆγεν αὐτοὺς ψηφίζεσθαι τὸν ἀπόστολον. πάλιν γάρ, ὥσπερ καὶ πρότερον, ὁ δῆμος ἠρεθίζετο καὶ διʼ ὀργῆς εἶχε τοὺς πατρικίους, πολλοί τε καὶ χαλεποὶ κατʼ αὐτῶν ἐγίνοντο λόγοι τῶν μὲν ὀλιγωρίαν ἐγκαλούντων καὶ ῥᾳθυμίαν, ὅτι οὐκ ἐκ πολλοῦ προείδοντο τὴν ἐσομένην τοῦ σίτου σπάνιν καὶ προὐμηχανήσαντο τὰ πρὸς τὴν συμφορὰν ἀλεξήματα, τῶν δʼ ἐξ ἐπιβουλῆς ὑπʼ αὐτῶν γεγονέναι τὴν σιτοδείαν ἀποφαινόντων διʼ ὀργήν τε καὶ ἐπιθυμίαν τοῦ κακῶσαι τὸ δημοτικὸν ἀναμνήσει τῆς ἀποστάσεως.διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἡ τῶν κληρούχων ἀποστολὴ ταχεῖα ἐγίνετο τριῶν ἀποδειχθέντων ἀνδρῶν ὑπὸ τῆς βουλῆς ἡγεμόνων. τῷ δήμῳ δὲ κατʼ ἀρχὰς μὲν ἦν ἀσμένῳ τοὺς κληρούχους διαλαγχάνειν ὡς λιμοῦ τʼ ἀπαλλαχθησομένῳ καὶ χώραν οἰκήσοντι εὐδαίμονα· ἔπειτʼ ἐνθυμουμένῳ τὸν λοιμόν, ὃς. ἐν τῇ μελλούσῃ αὐτὸν ὑποδέχεσθαι πόλει πολὺς γενόμενος τούς τʼ οἰκήτορας διεφθάρκει καὶ δέος παρεῖχε, μὴ καὶ τοὺς ἐποίκους ταὐτὸν ἐργάσηται, μεθίστατο κατὰ μικρὸν εἰς τἀναντία ἡ γνώμη, ὥστʼ οὐ πολλοί τινες ἐφάνησαν οἱ μετέχειν βουλόμενοι τῆς ἀποικίας, ἀλλὰ πολὺ ἐλάττους ὧν ἡ βουλὴ ἐψηφίσατο, καὶ οὗτοι δʼ ἤδη σφῶν αὐτῶν κατεγνώκεσαν ὡς κακῶς βεβουλευμένων καὶ ὑπανεδύοντο τὴν ἔξοδον.κατελήφθη μέντοι τοῦτο τὸ μέρος καὶ τὸ ἄλλο τὸ μὴ ἑκουσίως συναιρόμενον τῆς ἐξόδου ψηφισαμένης τῆς βουλῆς ἐξ ἁπάντων γενέσθαι Ῥωμαίων κλήρῳ τὴν ἔξοδον, κατὰ δὲ τῶν λαχόντων, εἰ μὴ ἐξίοιεν, χαλεπὰς καὶ ἀπαραιτήτους θεμένης ζημίας. οὗτός τε δὴ ὁ στόλος εἰς Οὐελίτρας εὐπρεπεῖ ἀνάγκῃ καταληφθεὶς ἀπεστάλη, καὶ ἕτερος αὖθις οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς Νώρβαν πόλιν, ἥ ἐστι τοῦ Λατίνων ἔθνους οὐκ ἀφανής.ἐγένετο δʼ οὐδὲν τῶν ἐκ λογισμοῦ τοῖς πατρικίοις κατὰ γοῦν τὴν ἐλπίδα λωφήσειν τὴν στάσιν, ἀλλʼ οἱ περιλειφθέντες ἔτι χείρους ταῖς ὀργαῖς ἦσαν καὶ πολλῇ τῇ καταβοῇ τῶν βουλευτῶν ἐχρῶντο κατά τε συστροφὰς καὶ ἑταιρίας, ὀλίγοι μὲν συνιόντες τὸ πρῶτον, ἔπειτʼ ἀθρόοι συντονωτέρας ἤδη γινομένης τῆς ἀπορίας καὶ συνδραμόντες εἰς τὴν ἀγορὰν τοὺς δημάρχους ἐβόων.συναχθείσης δʼ ὑπʼ αὐτῶν ἐκκλησίας παρελθὼν Σπόριος Σικίνιος, ὃς ἦν τοῦ ἀρχείου τότε ἡγεμών, αὐτός τε πολὺς ἔρρει κατὰ τῆς βουλῆς αὔξων ὡς μάλιστʼ ἐνῆν τὸν κατʼ αὐτῆς φθόνον, καὶ τοὺς ἄλλους ἠξίου λέγειν ἃ φρονοῦσιν εἰς τὸ κοινόν, μάλιστα δὲ τὸν Σικίνιον καὶ τὸν Βροῦτον ἀγορανόμους τότʼ ὄντας ἀνακαλῶν ἑκάτερον ἐξ ὀνόματος, οἳ καὶ τῆς πρώτης ἀποστάσεως τῷ δήμῳ ἦρξαν, καὶ τὴν δημαρχικὴν ἐξουσίαν εἰσηγησάμενοι πρῶτοι αὐτῆς ἔτυχον.