ὁ μὲν οὖν δῆμος ὡς τούτων ἤκουσε, μεγάλῃ βοῇ καὶ μέχρι πολλοῦ κατεχούσῃ τόν τε ἄνδρα ἐπῄνει, καὶ τοὺς πρεσβευτὰς παρεκάλει συγχωρῆσαι σφίσι καὶ τοῦτο. οἱ δὲ πρέσβεις μεταστάντες ἐκ τῆς ἐκκλησίας καὶ διαλεχθέντες ὀλίγα πρὸς ἀλλήλους παρῆσαν οὐ διὰ μακροῦ. σιωπῆς δὲ γενομένης παρελθὼν ὁ Μενήνιος εἶπε· τὸ μὲν πρᾶγμα, ὦ δημόται, μέγα καὶ πολλῶν μεστὸν ὑποψιῶν ἀτόπων· δέος τε καὶ φροντὶς ἡμᾶς εἰσέρχεται, μή ποτε δύο πόλεις ποιήσωμεν ἐν μιᾷ· πλὴν τό γʼ ἐφʼ ἡμῖν εἶναι μέρος οὐδὲ πρὸς ταύτην ἐναντιούμεθα τὴν δέησιν ὑμῶν.τοῦτο μέντοι χαρίσασθε ἡμῖν, ὃ καὶ ὑπὲρ ὑμῶν ἐστιν· ἐπιτρέψατε τῶν πρεσβευτῶν τισιν εἰς τὴν πόλιν ἀφικομένοις δηλῶσαι τῇ βουλῇ ταῦτα· καὶ γὰρ εἰ τὴν ἐξουσίαν παρʼ αὐτῆς ἔχομεν, ὅπως ἂν βουλώμεθα, ποιήσασθαι τὰς διαλλαγὰς αὐτοκράτορες ὄντες τῶν ὑποσχέσεων, αὐτοί γέ τοι λαβεῖν τοῦτʼ οὐ δικαιοῦμεν, ἀλλʼ ἐπειδὴ παρὰ δόξαν ἡμῖν ἀπήντηται πρᾶγμα καινόν, ἀφελόμενοι τὴν ἰδίαν ἐξουσίαν τῷ συνεδρίῳ φέροντες ἀναθήσομεν· πεπείσμεθα μέντοι κᾀκείνῳ ταὐτὰ δόξειν ἅπερ ἡμῖν. ἐγὼ μὲν οὖν ἐνθάδε μενῶ καὶ σὺν ἐμοί τι μέρος τῆς πρεσβείας, Οὐαλέριος δὲ πορεύσεται καὶ οἱ λοιποὶ σὺναὐτῷ. ἐδόκει ταῦτα· καὶ κατὰ σπουδὴν ἀναβάντες ἐπὶ τοὺς ἵππους ἤλαυνον εἰς τὴν πόλιν οἱ μέλλοντες δηλώσειν τῇ βουλῇ τὰ γενόμενα. προθέντων δὲ τῶν ὑπάτων λόγον τοῖς συνέδροις, Οὐαλερίου μὲν ἦν γνώμη διδόναι καὶ ταύτην τῷ δήμῳ τὴν χάριν· Ἄππιος δέ, ὅσπερ ἐξ ἀρχῆς ἠναντιοῦτο ταῖς διαλλαγαῖς, καὶ τότε ἐκ τοῦ φανεροῦ ἀντέλεγε βοῶν καὶ θεοὺς ἐπιμαρτυρόμενος καί, ὅσων μέλλοι σπέρμα κακῶν βαλεῖν, τῇ πολιτείᾳ προλέγων. ἀλλʼ οὐκ ἔπειθε τοὺς πολλοὺς ὡρμηκότας, ὥσπερ εἶπον, διαλύσασθαι τὴν στάσιν. γίνεται δὴ ψήφισμα τῆς βουλῆς, τά τε ἄλλα, ὅσα οἱ πρέσβεις ὑπέσχοντο τῷ δήμῳ, πάντα εἶναι κύρια, καὶ τὴν ἀσφάλειαν,ἣν ᾐτεῖτο, ἐπιτρέπειν. ταῦθʼ οἱ πρέσβεις διοικησάμενοι τῇ κατόπιν ἡμέρᾳ παρῆσαν ἐπὶ τὸ στρατόπεδον καὶ τὰ δόξαντα τῇ βουλῇ διεσάφησαν. μετὰ τοῦτο Μενηνίου παραινέσαντος τοῖς δημόταις ἀποστεῖλαί τινας εἰς τὴν πόλιν, οἷς ἡ βουλὴ τὰ πιστὰ δώσει, πέμπεται Λεύκιος Ἰούνιος Βροῦτος, ὑπὲρ οὗ πρότερον εἴρηκα, καὶ σὺν αὐτῷ Μάρκος Δέκιος καὶ Σπόριος Ἰκίλιος. τῶν δὲ παρὰ τῆς βουλῆς ἀφιγμένων οἱ μὲν ἡμίσεις ἅμα τοῖς περὶ τὸν Βροῦτον εἰς τὴν πόλιν ὑπέστρεψαν, Ἀγρίππας δὲ μετὰ τῶν λοιπῶν κατέμεινεν ἐπὶ τοῦ στρατοπέδου διαγράψαι παρακληθεὶς τὸν νόμον τοῖς δημοτικοῖς καθʼ ὃν ἀποδείξουσι τὰς ἀρχάς.τῇ δʼ ἑξῆς ἡμέρᾳ παρῆσαν μὲν οἱ περὶ τὸν Βροῦτον πεποιημένοι τὰς πρὸς τὴν βουλὴν συνθήκας διὰ τῶν εἰρηνοδικῶν, οὓς καλοῦσι Ῥωμαῖοι Φητιάλεις. νεμηθεὶς δʼ ὁ δῆμος εἰς τὰς τότε οὔσας φράτρας, ἢ ὅπως βούλεταί τις αὐτὰς προσαγορεύειν, ἃς ἐκεῖνοι καλοῦσι κουρίας, ἄρχοντας ἐνιαυσίους ἀποδεικνύουσι τούσδε· Λεύκιον Ἰούνιον Βροῦτον καὶ Γάιον Σικίννιον Βελλοῦτον, οὓς καὶ τέως εἶχον ἡγεμόνας, καὶ ἔτι πρὸς τούτοις Γάιον καὶ Πόπλιον Λικιννίους καὶ Γάιον Οὐισκέλλιον Ῥοῦγαν.οὗτοι τὴν δημαρχικὴν ἐξουσίαν πρῶτοι παρέλαβον οἱ πέντε ἄνδρες ἡμέρᾳ τετάρτῃ πρότερον εἰδῶν Δεκεμβρίων, ὥσπερ καὶ μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου γίνεται. τελεσθεισῶν δὲ τῶν ἀρχαιρεσιῶν τοῖς μὲν παρὰ τῆς βουλῆς ἥκουσι καλῶς ἔχειν ἐδόκει πάντα, περὶ ὧν ἀπεστάλησαν· ὁ δὲ Βροῦτος ἐκκλησίαν συναγαγὼν συνεβούλευε τοῖς δημόταις ἱερὰν καὶ ἄσυλον ἀποδεῖξαι τὴν ἀρχὴν νόμῳ τε καὶὅρκῳ βεβαιώσαντας αὐτῇ τὸ ἀσφαλές. ἐδόκει ταῦτα πᾶσι, καὶ γράφεται πρὸς αὐτοῦ καὶ τῶν συναρχόντων ὅδε ὁ νόμος· δήμαρχον ἄκοντα, ὥσπερ ἕνα τῶν πολλῶν, μηδεὶς μηδὲν ἀναγκαζέτω δρᾶν μηδὲ μαστιγούτω μηδʼ ἐπιταττέτω μαστιγοῦν ἑτέρῳ μηδʼ ἀποκτιννύτω μηδʼ ἀποκτείνειν κελευέτω. ἐὰν δέ τις τῶν ἀπηγορευμένων τι ποιήσῃ, ἐξάγιστος ἔστω, καὶ τὰ χρήματα αὐτοῦ Δήμητρος ἱερά, καὶ ὁ κτείνας τινὰ τῶν ταῦτʼεἰργασμένων φόνου καθαρὸς ἔστω. καὶ ἵνα μηδὲ τὸ λοιπὸν τῷ δήμῳ ἐξουσία γένηται καταπαῦσαι τόνδε τὸν νόμον, ἀλλʼ εἰς ἅπαντα τὸν χρόνον ἀκίνητος διαμείνῃ, πάντας ἐτάχθη Ῥωμαίους ὀμόσαι καθʼ ἱερῶν ἦ μὴν χρήσεσθαι τῷ νόμῳ καὶ αὐτοὺς καὶ ἐγγόνους τὸν ἀεὶ χρόνον, ἀρά τε τῷ ὅρκῳ προσετέθη, τοῖς μὲν ἐμπεδοῦσι τοὺς θεοὺς τοὺς οὐρανίους ἵλεως εἶναι καὶ δαίμονας τοὺς καταχθονίους, τοῖς δὲ παραβαίνουσιν ἐναντία καὶ τὰ παρὰ θεῶν γίνεσθαι καὶ τὰ παρὰ δαιμόνων ὡς ἄγει τῷ μεγίστῳ ἐνόχοις. ἐκ τούτων κατέστη τοῖς Ῥωμαίοις ἔθος τὰ τῶν δημάρχων σώματα ἱερὰ εἶναι καὶ παναγῆ, καὶ μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου διαμένει.ἐπειδὴ ταῦτʼ ἐψηφίσαντο, βωμὸν κατεσκεύασαν ἐπὶ τῆς ἀκρωρείας, ἐν ᾗ κατεστρατοπέδευσαν, ὃν ἐπὶ τοῦ κατασχόντος αὐτοὺς τότε δείματος ὠνόμασαν, ὡς ἡ πάτριος αὐτῶν σημαίνει γλῶσσα, Διὸς Δειματίου· ᾧ θυσίας ἐπιτελέσαντες καὶ τὸν ὑποδεξάμενον αὐτοὺς τόπον ἱερὸν ἀνέντες, κατῄεσαν εἰς τὴν πόλιν ἅμα τοῖς πρέσβεσιν.ἀποδόντες δὲ καὶ τοῖς ἐν τῇ πόλει θεοῖς χαριστήρια, καὶ τοὺς πατρικίους πείσαντες ἐπικυρῶσαι τὴν ἀρχὴν ψῆφον ἐπενέγκαντας, ἐπειδὴ καὶ τούτου παρʼ αὐτῶν ἔτυχον, ἐδεήθησαν ἔτι τῆς βουλῆς ἐπιτρέψαι σφίσιν ἄνδρας ἐκ τῶν δημοτικῶν δύο καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι τοὺς ὑπηρετήσοντας τοῖς δημάρχοις ὅσων ἂν δέωνται καὶ δίκας, ἃς ἂν ἐπιτρέψωνται ἐκεῖνοι, κρινοῦντας ἱερῶν τε καὶ δημοσίων τόπων καὶ τῆς κατὰ τὴν ἀγορὰν εὐετηρίας