δρᾶν. θεούς τε ἐπιμαρτυράμενοι καὶ δαίμονας, οἳ τὰ θνητὰ πάντα κατὰ δίκην ἄγουσι, καὶ καταλιπόντες ἐκείνοις ἀναπράξασθαι τὰς ὑπὲρ ἡμῶν δίκας, ἐκεῖνο μόνον ἀξιοῦμεν, οἷς ἐστιν ἡμῶν ἐν τῇ πόλει τέκνα νήπια καὶ γονεῖς καὶ εἴ τινες ἄρα γυναῖκες ἡμῖν ἐθελήσουσι κοινωνεῖν τῆς τύχης, τὰ σώματʼ ἀπολαβεῖν. ταῦθʼ ἡμῖν ἀπόχρη λαβεῖν, καὶ οὐκέτι οὐδενὸς ἄλλου δεόμεθα τῶν ἐκ τῆς πατρίδος. ἀλλʼ εὐτυχεῖτε καὶ ζῆτε βίον, ὃν ἂν προαιρῆσθε, οὕτως ἀπολίτευτα καὶ ἀκοινώνητα πρὸς τοὺς ταπεινοτέρους φρονοῦντες.ὁ μὲν δὴ Βροῦτος τοιούτους εἰπὼν λόγους ἐπαύσατο· τοῖς δὲ παροῦσιν, ὅσα τε περὶ τῶν δικαίων εἶπεν, ἀληθῆ εἶναι ἐδόκει καὶ ὅσα τῆς ὑπεροψίας τοῦ συνεδρίου κατηγόρησε, μάλιστα δʼ ἐν οἷς τὸ ἀσφαλὲς τῶν ὁμολογιῶν δόλου μεστὸν ἀπεδείκνυε καὶ ἀπάτης. ἐπεὶ δὲ τὰς ὕβρεις τελευτῶν διῆλθεν, ἃς ἦσαν ὑβρισμένοι ὑπὸ τῶν δανειστῶν, καὶ τῶν οἰκείων ἕκαστον ἀνέμνησε κακῶν, οὐδεὶς ἦν στερρὸς οὕτω τὴν διάνοιαν, ὃς οὐκ ἐξεχεῖτο τοῖς δάκρυσι καὶ ἀνεκλαίετο τὰς κοινὰς συμφοράς· καὶ τοῦτʼ οὐκ αὐτοῖς μόνοις συνέβαινε παθεῖν, ἀλλὰ καὶ τοῖς παρὰ τῆς βουλῆς ἥκουσιν. οὐδὲ γὰρ οἱ πρέσβεις τὰ δάκρυα κατέχειν ἴσχυον ἐνθυμούμενοι τὰς ἐκ τοῦ διοικισμοῦ τῆς πόλεως ἀτυχίας, καὶ πολὺς ἦν χρόνος ἐν ᾧ κατηφεῖς καὶ δεδακρυμένοι καὶτί χρὴ λέγειν ἀποροῦντες εἱστήκεσαν. ἐπειδὴ δʼ ὅ τε πολὺς θρῆνος ἐπαύσατο καὶ σιωπὴ κατέσχε τὴν ἐκκλησίαν, παρῆλθεν ἀπολογησόμενος πρὸς ταῦτα, ὅσπερ ἐδόκει τῶν ἄλλων πολιτῶν ἡλικίᾳ τε προὔχειν καὶ ἀξιώσει, Τῖτος Λάρκιος, ὃς δὶς ἀποδειχθεὶς ὕπατος δυναστείᾳ τῇ καλουμένῃ δικτατορίᾳ κράτιστα πάντων ἀνθρώπων χρησάμενος ἱερὰν καὶ σεβασμοῦ μεστὴν ἐποίησε νομισθῆναι τὴν ἐπίφθονον ἀρχήν.ἐπιβαλλόμενος δὲ περὶ τοῦ δικαίου ποιεῖσθαι λόγους, καὶ τὰ μὲν τοῖς δανειστικοῖς ἐγκαλῶν ὡς ὠμὰ καὶ ἀπάνθρωπα διαπεπραγμένοις, τὰ δὲ τῶν πενήτων καθαπτόμενος ὡς οὐ δικαίως ἀξιούντων βίᾳ μᾶλλον ἀφεῖσθαι τῶν ὀφειλημάτων ἢ χάριτι, καὶ ὡς τὴν βουλὴν οὐκ ὀρθῶς δι’ ὀργῆς ἐχόντων ἐπὶ τῷ μηθενὸς τῶν μετρίων παρʼαὐτῆς τυγχάνειν, μᾶλλον ἢ οὐχὶ τοὺς αἰτίους· πειρώμενός τʼ ἀποφαίνειν βραχὺ μὲν ὑπάρχον τοῦ δήμου τὸ μὴ κατὰ γνώμην ἀδικοῦν, ὑπὸ δὲ μήκους ἀπορίας ἠναγκασμένον αἰτεῖσθαι τὴν ἄφεσιν, τὸ δὲ πλεῖον ἀκολασίᾳ καὶ ὕβρει καὶ τῷ καθʼ ἡδονὰς ζῆν ἐφεικὸς καὶ δι’ ἁρπαγῆς ἐκ τῶν ἀλλοτρίων ὑπηρετεῖν ταῖς ἐπιθυμίαις παρεσκευασμένον, διακρίνεσθαί τε οἰόμενος δεῖν ἀπὸ τῶν ἐλεεινῶν τὰ πονηρὰ καὶ ἀπὸ τῶν φιλανθρωπίας δεομένων τὰ μίσους ἄξια, καὶ τοιούτους τινὰς ἄλλους καθιστάμενος λόγους ἀληθεῖς μέν, οὐχ ἅπασι δὲ τοῖς ἀκούουσι κεχαρισμένους, οὐκ ἔπειθεν, ἀλλὰ θροῦς ἦν ἐφʼ ἑκάστῳ πολὺς καὶ τῶν μὲν ἀγανακτήσεις ὡς ἐξαιμάττοντος τὰς λύπας, τῶν δʼ ἐξομολογήσεις ὡς οὐδὲν τῶν ἀληθῶν ἀποκρυπτομένου· ἔλαττον δὲ πολλῷ τοῦτʼ ἦν θατέρου τὸ μέρος, ὥστʼ ἠφανίζοντο τῷ πολλῷ καὶ περιῆν ἡ τοῦ ἀγανακτοῦντος βοή.ὀλίγα δὲ τούτοις ἔτι προσθέντος τοῦ Λαρκίου καὶ τῆς ἐπαναστάσεως αὐτῶν καὶ τῆς προπετείας τῶν βουλευμάτων καθαψαμένου παραλαβὼν τὸν λόγον ὁ τοῦ δήμου προεστηκὼς τότε Σικίννιος ἔτι μᾶλλον ἐτράχυνε τὰς ὀργὰς αὐτῶν λέγων, ὡς ἐκ τούτων ἂν δύναιντο μάλιστα τῶν λόγων καταμαθεῖν, οἷαι τιμαὶ καὶ χάριτες αὐτοὺς ὑποδέξονται κατελθόντας εἰς τὴν πατρίδα.οἷς γὰρ ἐν ἀκμῇ τῶν δεινῶν οὖσι καὶ δεομένοις τῆς παρὰ τοῦ δήμου βοηθείας καὶ ἐπὶ τοῦθʼ ἥκουσιν οὐδὲ νῦν ἐπέρχεται μετρίους καὶ φιλανθρώπους ποιεῖσθαι λόγους, τίνα χρὴ δοκεῖν παραστήσεσθαι διάνοιαν, ὅταν αὐτοῖς κατʼ ἐλπίδα χωρήσῃ τὰ πράγματα, καὶ γένηται τὰ νῦν ὑβριζόμενα τοῖς λόγοις ὑποχείρια τοῖς ἔργοις; ποίας ὑπερηφανίας αὐτοὺς ἀφέξεσθαι, ποίας αἰκίας, ποίας ὠμότητος τυραννικῆς;ἀλλʼ εἰ μὲν ὑμῖν ἀπόχρη δουλεύειν ἅπαντα τὸν τοῦ βίου χρόνον δεδεμένοις καὶ μαστιγουμένοις καὶ πυρὶ καὶ σιδήρῳ καὶ λιμῷ καὶ πάσῃ λώβῃ ἀπολλυμένοις, μὴ τρίβετε τὸν χρόνον, ἀλλὰ τὰ ὅπλα ῥίψαντές τε καὶ τὼ χεῖρε περιαγαγόντες ἀκολουθεῖτε αὐτοῖς· εἰ δὲ τῆς ἐλευθερίας ἔνεστιν ὑμῖν τις πόθος, μὴ ἀνέχεσθε αὐτῶν. ὑμεῖς τʼ, ὦ πρέσβεις, ἢ λέγετε, ἐφʼ οἷς καλεῖτε ἡμᾶς δικαίοις, ἢ μὴ λέγοντες ἐκ τῆς ἐκκλησίας ἄπιτε· οὐ γὰρ ἂν ἔτι μεταδοίημεν ὑμῖν λόγου.ὡς δʼ ἐπαύσατο, πάντες οἱ παρόντες ἐπεθορύβησαν ὡς τὰ δέοντα λελογισμένῳ συγκατατιθέμενοι καὶ μετὰ τοῦτο ἡσυχίας γενομένης Μενήνιος Ἀγρίππας, ὅσπερ καὶ τοὺς ἐν τῇ βουλῇ λόγους ὑπὲρ τοῦ δήμου διέθετο καὶ τοῦ πεμφθῆναι τὴν αὐτοκράτορα πρεσβείαν τὴν γνώμην ἀποφηνάμενος αἰτιώτατος ἦν, διεσήμηνεν ὅτι βούλεται καὶ αὐτὸς εἰπεῖν. τοῖς δὲ κατʼ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ νυνί γέ τοι λόγων ὑπέλαβον ἀκούσεσθαι συμβάσεις ἀληθινὰς καὶ γνώμας σωτηρίους ἀμφοῖν ἐχόντων.καὶ τὸ μὲν πρῶτον ἐπερρόθησαν ἅπαντες βοῇ μεγάλῃ λέγειν κελεύοντες· ἔπειτα ἐπέσχον, καὶ σιγὴ τοσαύτη κατέλαβε τὴν ἐκκλησίαν, ὥστε μηθὲν διαλλάξαι τὸν τόπον ἐρημίας. ὁ δὲ τά τε ἄλλα, ὡς οἷόν τε ἦν, πιθανωτάτοις ἔδοξε χρήσασθαι λόγοις καὶ τοῦ βουλήματος τῶν ἀκουόντων ἐστοχασμένοις, τελευτῶν δὲ τῆς δημηγορίας λέγεται μῦθόν τινα εἰπεῖν εἰς τὸν Αἰσώπειον τρόπον συμπλάσας πολλὴν ὁμοιότητα πρὸς τὰ πράγματα ἔχοντα, καὶ τούτῳ μάλιστʼ αὐτοὺς ἑλεῖν· ὅθεν καὶ μνήμης ἀξιοῦται ὁ λόγος καὶ φέρεται ἐν ἁπάσαις ταῖς ἀρχαίαις ἱστορίαις. ἦν δὲ τὰ λεχθέντα ὑπʼ αὐτοῦ τοιάδε.