πολὺ ἂν ἔργον εἴη παραδείγματα φέρειν, ὅσα βαρβάρων τε καὶ Ἑλλήνων στρατεύματα ὑπερβαλόντα πλήθει μικραὶ πάνυ κατηγωνίσαντο δυνάμεις, οὕτως ὥστε μηδὲ πιστοὺς εἶναι τοῖς πολλοῖς τοὺς περὶ αὐτῶν λόγους. ἐῶ τἆλλα· ἀλλʼ ὑμεῖς αὐτοὶ πόσους κατωρθώκατε πολέμους μετʼ ἐλάττονος ἢ ὅσης νῦν ἔχετε δυνάμεως μείζοσιν ἢ τοσαύταις παρασκευαῖς πολεμίων ἀντιταχθέντες; φέρε, ἀλλὰ τοῖς μὲν ἄλλοις φοβεροὶ διατελεῖτε ὄντες ὧν ἐκρατεῖτε μαχόμενοι, Λατίνοις δʼ ἄρα τούτοις καὶ τοῖς συμμάχοις αὐτῶν Οὐολούσκοις εὐκαταφρόνητοι, διὰ τὸ μὴ πειραθῆναί ποτε αὐτοὺς τῆς ὑμετέρας μάχης; ἀλλὰ πάντες ἴστε, ὅτι ταῦτʼ ἀμφότερα τὰ ἔθνη πολλαῖς ἐνίκων μάχαις οἱ πατέρες ἡμῶν.ἆρʼ οὖν λόγον ἔχει τὰ μὲν τῶν κρατηθέντων πράγματα ἐπὶ ταῖς τοιαύταις συμφοραῖς κρείττονα εἶναι, τὰ δὲ τῶν κεκρατηκότων ἐπὶ ταῖς τηλικαύταις εὐπραγίαις χείρονα; καὶ τίς ἂν τοῦτο φήσειε νοῦν ἔχων; θαυμάσαιμι δʼ ἄν, εἴ τις ὑμῶν τὸ μὲν τῶν πολεμίων πλῆθος, ἐν ᾧ βραχὺ τὸ γενναῖόν ἐστιν, ὀρρωδεῖ, τῆς δʼ οἰκείας δυνάμεως οὕτω πολλῆς καὶ ἀγαθῆς οὔσης καταφρονεῖ, ἧς οὔτʼ ἀρετῇ κρείττων οὔτʼ ἀριθμῷ πλείων συνηνέχθη ποτὲ ἡμῖν ἐν οὐδενὶ τῶν πρὸ τούτου πολέμων δύναμις.καὶ τόδε, ὦ πολῖται, τοῦ μήτʼ ὀρρωδεῖν μήτʼ ἐκτρέπεσθαι τὰ δεινὰ μέγιστον παρακέλευσμα, ὅτι πάντες οἱ πρωτεύοντες τοῦ βουλευτικοῦ συνεδρίου πάρεισιν, ὥσπερ ὁρᾶτε, κοινὰς ὑμῖν ποιησόμενοι τὰς τοῦ πολέμου τύχας, οἷς ἀφεῖσθαι στρατείας ὅ τε χρόνοςὁ τῆς ἡλικίας ἀποδέδωκε καὶ ὁ νόμος. οὐκοῦν αἰσχρὸν μὲν ὑμᾶς τοὺς ἐν ἀκμῇ φεύγειν τὰ δεινά, τούτους δὲ τοὺς ὑπὲρ ἡλικίαν διώκειν, καὶ τὸ μὲν τῶν γερόντων πρόθυμον, ἐπεὶ οὐκ ἀποκτεῖναί τινα δύναται τῶν πολεμίων, ἀποθνήσκειν γε ὑπὲρ τῆς πατρίδος ἐθέλειν, τὸ δʼ ὑμέτερον ἀκμάζον, οἷς ἔξεστιν εὐτυχήσασι μὲν ἀμφότερα σῶσαι καὶ νικᾶν ἀσφαλῶς, εἰ δὲ καὶ μὴ μετὰ τοῦ δρᾶσαί τι γενναῖον καὶ παθεῖν, μήτε τῆς τύχης πεῖραν λαβεῖν, μήτε τὴν τῆς ἀρετῆς δόξαν καταλιπεῖν;οὐ πρὸς ὑμῶν, ὦ ἄνδρες Ῥωμαῖοι, τὰ μὲν πολλὰ ὑπάρχειν καὶ θαυμαστὰ ἔργα παρʼ ἑτέροις, οὓς οὐδεὶς ὑμνήσει λόγος ἀξίως; πολλὰς δὲ καὶ περιβοήτους πράξεις οἰκείας τὸ ἐξ ὑμῶν καρπώσεται γένος, ἢν τοῦτον ἔτι κατορθώσητε τὸν πόλεμον. ἵνα δὲ καὶ τοῖς τὰ κράτιστα ὑμῶν ἐγνωκόσι τὸ γενναῖον μὴ ἀκερδὲς γένηται καὶ τοῖς πέρα τοῦ δέοντος τὰ δεινὰ πεφοβημένοις μὴ ἀζήμιον ᾖ, πρὶν εἰς ταῦτα ἐλθεῖν, οἵων ἑκατέροις συμβήσεται τυχεῖν, ἀκούσατέ μου.ᾧ μὲν ἄν τι καλὸν ἢ γενναῖον ἐν τῇ μάχῃ διαπραξαμένῳ μαρτυρήσωσιν οἱ τὰ ἔργα συνειδότες τάς τʼ ἄλλας ἀποδώσω παραχρῆμα τιμάς, ἃς ἐκ τῶν πατρίων ἑκάστοις ἐθισμῶν ὑπάρχει φέρεσθαι, καὶ γῆς ἔτι προσθήσω κλῆρον, ἐξ ἧς κέκτηται τὸ δημόσιον, ἱκανὸν ποιῆσαι ὡς μηδενὸς τῶν ἀναγκαίων δεηθῆναι· ᾧ δʼ ἂν ἡ κακὴ καὶ θεοβλαβὴς διάνοια φυγῆς ἀσχήμονος ἐπιθυμίαν ἐμβάλῃ, τούτῳ τὸν φευγόμενον ἀγχοῦ παραστήσω θάνατον· κρείττων γὰρ ἂν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις γένοιτο ὁ τοιοῦτος πολίτης ἀποθανών· καὶ περιέσται τοῖς οὕτως ἀποθανοῦσι μήτε ταφῆς μήτε τῶν ἄλλων νομίμων μεταλαβεῖν, ἀλλʼ ἀζήλοις ἀκλαύστοις ὑπʼ οἰωνῶν τε καὶ θηρίων διαφορηθῆναι.ταῦτα δὴ προεγνωκότες ἴτε προθύμως ἅπαντες ἐπὶ τὸν ἀγῶνα, λαβόντες καλὰς ἐλπίδας ἔργων καλῶν ἡγεμόνας, ὡς ἐν ἑνὶ τῷδε κινδύνῳ τὸ κράτιστον καὶ κατʼ εὐχὴν ἅπασι τέλος λαβόντι τὰ μέγιστα ἕξοντες ἀγαθά, φόβου τυράννων ὑμᾶς αὐτοὺς ἐλευθερώσοντες, πόλει τῇ γειναμένῃ τροφείων δικαίας ἀπαιτούσῃ χάριτας ἀποδώσοντες, παῖδας, ὅσοις εἰσὶν ὑμῶν ἔτι νήπιοι, καὶ γαμετὰς γυναῖκας οὐ περιοψόμενοι παθεῖν πρὸς ἐχθρῶν ἀνήκεστα, γηραιούς τε πατέρας τὸν ὀλίγον ἔτι χρόνον ἥδιστον βιῶναι παρασκευάσοντες.ὦ μακάριοι μέν, οἷς ἂν ἐκγένηται τὸν ἐκ τοῦδε τοῦ πολέμου θρίαμβον καταγαγεῖν, ὑποδεχομένων ὑμᾶς τέκνων καὶ γυναικῶν καὶ πατέρων· εὐκλεεῖς δὲ καὶ ζηλωτοὶ τῆς ἀρετῆς οἱ τὰ σώματα χαριούμενοι τῇ πατρίδι. ἀποθανεῖν μὲν γὰρ ἅπασιν ἀνθρώποις ὀφείλεται, κακοῖς τε καὶ ἀγαθοῖς· καλῶς δὲ καὶ ἐνδόξως μόνοις τοῖς ἀγαθοῖς.ἔτι δʼ αὐτοῦ λέγοντος τὰ εἰς τὸ γενναῖον ἐπαγωγὰ θάρσος τι δαιμόνιον ἐμπίπτει τῇ στρατιᾷ, καὶ ὥσπερ ἐκ μιᾶς ψυχῆς ἅπαντες ἀνεβόησαν ἅμα· θάρσει τε καὶ ἄγε. καὶ ὁ Ποστόμιος ἐπαινέσας τὸ πρόθυμον αὐτῶν καὶ τοῖς θεοῖς εὐξάμενος, ἐὰν εὐτυχὲς καὶ καλὸν τέλος ἀκολουθήσῃ τῇ μάχῃ, θυσίας τε μεγάλας ἀπὸ πολλῶν ἐπιτελέσειν χρημάτων καὶ ἀγῶνας καταστήσεσθαι πολυτελεῖς, οὓς ἄξει ὁ Ῥωμαίων δῆμος ἀνὰπᾶν ἔτος, ἀπέλυσεν ἐπὶ τὰς τάξεις. ὡς δὲ τὸ σύνθημα τὸ παρὰ τῶν ἡγεμόνων παρέλαβον καὶ τὰ παρακλητικὰ τῆς μάχης αἱ σάλπιγγες ἐνεκελεύσαντο, ἐχώρουν ἀλαλάξαντες ὁμόσε, πρῶτον μὲν οἱ ψιλοί τε καὶ ἱππεῖς ἀφʼ ἑκατέρων, ἔπειθʼ αἱ πεζαὶ φάλαγγες ὁπλισμούς τε καὶ τάξεις ὁμοίας ἔχουσαι· καὶ γίνεται πάντων ἀναμὶξ μαχομένων καρτερὸς ἀγὼν καὶ ἐν χερσὶ πᾶσα ἡ μάχη.ὡς δὲ πολὺ τὸ παράλογον ἀμφοτέροις τῆς δόξης ἦν· οὐδέτεροι γὰρ ἐλπίσαντες μάχης δεήσειν σφίσιν, ἀλλὰ τῇ πρώτῃ ἐφόδῳ τοὺς πολεμίους ὑπολαβόντες φοβήσειν, Λατῖνοι μὲν τῷ πλήθει τῆς σφετέρας ἵππου πιστεύσαντες, ἧς οὐδὲ τὸ ῥόθιον ᾤοντο τοὺς Ῥωμαίους ἱππεῖς ἀνέξεσθαι, Ῥωμαῖοι δὲ τῷ τολμηρῶς· καὶ ἀπερισκέπτως ἐπὶ τὰ δεινὰ χωροῦντες καταπλήξεσθαι τοὺς πολεμίους· ταῦτα ὑπὲρ ἀλλήλων καταδοξάσαντες ἐν ἀρχαῖς τἀναντία ἑώρων γινόμενα. οὐκέτι δὲ τὸ τῶν ἀντιπολεμίων δέος, ἀλλὰ τὸ ἴδιον θάρσος ἑκάτεροι τοῦ τε σωθήσεσθαι καὶ τοῦ νικήσειν αἴτιον σφίσι νομίσαντες ἀγαθοὶ μαχηταὶ καὶ ὑπὲρ δύναμιν ἐφάνησαν. ἐγίνοντο δὲ ποικίλαι καὶ ἀγχίστροφοι περὶ αὐτοὺς αἱ τοῦ ἀγῶνος τύχαι.