τοιαῦτα ἔσεσθαι εἰκάσωμεν. οἴομαι τοίνυν πρὸς ταῦτα ἐρεῖν αὐτούς, ὅτι περὶ πάντων ἥκουσιν. αὐτοκράτορες, ὥσθʼ, ὅ τι ἂν πείσωμεν ἀλλήλους, τοῦτʼ ἔσται κύριον. ἔστω ταῦτʼ ἀληθῆ· γιγνέσθω τἀκόλουθα τούτοις· οὐδὲν ἀντιλέγω. βούλομαι δὲ τὰ μετὰ ταῦτʼ ἐσόμενα παρʼ αὐτῶν μαθεῖν, ἐπειδὰν εἴπωμεν ἡμεῖς, ἐφʼ οἷς ἀξιοῦμεν ποιεῖσθαι τὴν κάθοδον καὶ συγχωρηθῇ ταῦτα ὑπὸ τούτων, τίς ἐγγυητὴς ἔσται τῶν ὁμολογιῶν ἡμῖν;τίνι πιστεύσαντες ἀσφαλείᾳ τὰ ὅπλα θήσομεν ἐκ τῶν χειρῶν καὶ καταστήσομεν αὖθις εἰς τὴν τούτων ἐξουσίαν τὰ σώματα; πότερον τοῖς ψηφίσμασι τῆς βουλῆς τοῖς ὑπὲρ τούτων γραφησομένοις, οὐ γὰρ δὴ γεγραμμένοις; καὶ τί πάλιν κωλύσει ἑτέροις ἀκυρωθῆναι ταῦτα ψηφίσμασιν, ὅταν Ἀππίῳ καὶ τοῖς ὅμοια φρονοῦσιν ἐκείνῳ φανῇ; ἢ τοῖς ἀξιώμασι τῶν πρεσβευτῶν, οἳ τὰς ἑαυτῶν παρέχονται πίστεις; ἀλλὰ διὰ τῶν ἀνδρῶν τούτων καὶ πρότερον ἡμᾶς ἐξηπάτησαν. ἢ ταῖς ἐπὶ τῶν θεῶν ὁμολογίαις διʼ ὅρκων τὰ πιστὰ πορισάμενοι παρʼ αὐτῶν; ἀλλʼ ἔγωγʼ ὑπὲρ ἅπασαν πίστιν ἀνθρωπίνην ταύτην δέδοικα, ἣν ὑπὸ τῶν ἐν ταῖς ἡγεμονίαις ὄντων καταφρονουμένην ὁρῶ, καὶ τὰς ἀκουσίους συμβάσεις τοῖς ἄρχειν ἀξιοῦσι πρὸς τοὺς ἐλευθερίας μεταποιουμένους, οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πολλάκις ἤδη καταμαθών, ἐπίσταμαι τοσοῦτον ἰσχυούσας χρόνον, ὅσον ἂν αὐτῶν αἱ ἀνάγκαι κρατῶσι.τίς οὖν ἡ τοιαύτη φιλία καὶ πίστις, ἐν ᾗ παρὰ γνώμην ἀλλήλους θεραπεύειν ἀναγκασθησόμεθα φυλάττοντες τοὺς οἰκείους ἑκάτεροι καιρούς; ὑποψίαι δὲ δὴ τό γε μετὰ τοῦτο καὶ διαβολαὶ συνεχεῖς κατʼ ἀλλήλων φθόνοι τε καὶ μίση καὶ πᾶσʼ ἄλλη κακῶν ἰδέα καὶ πολὺς ὁ περὶ τοῦ φθάσαι διολέσαντας τὸ ἀντίπαλον ἀγών, ὡς ἐν τῷ μέλλειν κειμένου τοῦ παθεῖν.πολέμου δὲ πολιτικοῦ ὡς ἅπαντες ἴσασι κάκιον χρῆμα οὐδέν, ἐν ᾧ τὰ μὲν κρατηθέντα ἀτυχεῖ, τὰ δὲ κρατήσαντα ἀδικεῖ, καὶ περίεστι τοῖς μὲν ὑπὸ τῶν φιλτάτων ἀπόλλυσθαι, τοῖς δὲ τὰ φίλτατα διολέσαι. ἐπὶ τοιαύταις δὴ τύχαις καὶ συμφοραῖς οὐκ εὐκταίας μήτε ὑμεῖς, ὦ πατρίκιοι, καλεῖτε ἡμᾶς, μήτε ἡμεῖς αὐτοῖς ὑπακούωμεν, ὦ δημόται, ἀλλʼ, ὡς διῄρηκεν ἡμᾶς ἀπʼ ἀλλήλων ἡ τύχη, στέργωμεν. ἐχέτωσαν μὲν οὖν οὗτοι τὴν πόλιν ὅλην καὶ καρπούσθωσαν ἡμῶν δίχα καὶ τῶν ἄλλων ἀγαθῶν ἁπάντων ἀπολαυέτωσαν μόνοι, τοὺς ταπεινοὺς καὶ ἀδόξους δημότας ἐκβαλόντες ἐκ τῆς πατρίδος· ἀπαλλαττώμεθα δʼ ἡμεῖς, ὅποι ποτʼ ἂν ἡμᾶς ὁ δαίμων ἄγῃ τόπον ἀλλότριον ἐκλιπεῖν νομίσαντες, οὐ πόλιν ἰδίαν.οὔτε γὰρ ἡμῶν τινι ἐνθάδε ὑπολείπεται κλῆρος γῆς οὔτε πατρῷον ἐφέστιον οὔτε ἱερὰ κοινὰ οὔτε ἀξίωμα ὡς ἐν πατρίδι, ὧν περιεχόμενοι φιλοχωροῖμεν ἂν καὶ παρὰ γνώμην μένειν, ἀλλʼ οὐδʼ ἡ μετὰ τῶν ὅπλων τοῖς σώμασι μετὰ πολλῶν πόνων ἐλευθερία· ἐπεὶ τὰ μὲν οἱ πολλοὶ πόλεμοι διέφθειραν, τὰ δʼ ἡ τῶν καθʼ ἡμέραν ἀναγκαίων σπάνις ἐξανήλωσε, τὰ δʼ ὑπὸ τῶν ὑπερηφάνων δανειστῶν τούτων ἀφῃρέθημεν· οἷς τελευτῶντες ἠναγκαζόμεθα τοὺς ἑαυτῶν κλήρους οἱ δείλαιοι γεωργεῖν, σκάπτοντες φυτεύοντες ἀροῦντες ποίμνια νέμοντες ὁμόδουλοι τοῖς ἑαυτῶν δορικτήτοις ἀνδραπόδοις ὄντες, οἱ μὲν ἁλύσει δεθέντες, οἱ δὲ πέδαις, οἱ δʼ ὥσπερ τὰ χαλεπώτατα τῶν θηρίων κλοιοῖς καὶ μύδροις.αἰκίας δὲ δὴ καὶ προπηλακισμοὺς καὶ μάστιγας καὶ πόνους ἐκ νυκτὸς εἰς νύκτα καὶ πᾶσαν ἄλλην ὠμότητα καὶ ὕβριν καὶ ὑπερηφανίαν, ἣν ὑπεμείναμεν, ἐῶ. τοσούτων οὖν καὶ τηλικούτων ἀπηλλαγμένοι κακῶν ὑπὸ τοῦ δαίμονος, ὅση σπουδὴ καὶ δύναμις ἑκάστῳ πάρεστι φεύγωμεν ἀπʼ αὐτῶν ἄσμενοι τύχην καὶ θεὸν οἵπερ ἡμᾶς σώζουσιν ἡγεμόνας τῆς ὁδοῦ ποιησάμενοι, πατρίδα νομίζοντες τὴν ἐλευθερίαν καὶ πλοῦτον τὴν ἀρετήν. πᾶσα γὰρ ἡμᾶς ὑποδέξεται γῆ κοινωνούς, τὰ μὲν ἀλύπους ἐσομένους τοῖς ὑποδεξαμένοις, τὰ δʼ ὠφελίμους.παραδείγματα δὲ τούτων γενέσθωσαν ἡμῖν πολλοί τε Ἕλληνες πολλοί τε βάρβαροι, μάλιστα δʼ οἱ τούτων τε καὶ ἡμῶν πρόγονοι· ὧν οἱ μὲν μετʼ Αἰνείου συναναστάντες ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην ἐν τῇ Λατίνων γῇ πόλιν ᾤκισαν, οἱ δʼ ὕστερον ἐξ Ἄλβας ἀναστάντες Ῥωμύλου τὴν ἀποικίαν ἄγοντος ἐν τοῖσδε τοῖς τόποις ἱδρύσαντο τὴν ὑφʼ ἡμῶν ἐκλειπομένην.ὑπάρχει τε ἡμῖν δύναμις οὐκ ὀλίγῳ πλείων μόνον τῆς ἐκείνοις γενομένης, ἀλλὰ καὶ τριπλασία, καὶ πρόφασις δικαιοτέρα τῆς μεταναστάσεως. οἱ μέν γε ἐξ Ἰλίου μεταναστάντες ὑπὸ πολεμίων ἐξηλαύνοντο, ἡμεῖς δʼ αὐτόθεν ὑπὸ φίλων· ἐλεεινότερον δὲ δήπου τὸ πρὸς τῶν οἰκείων ἢ τῶν ἀλλοτρίων ἐλαύνεσθαι. οἱ δὲ Ῥωμύλῳσυναράμενοι τῆς στρατείας ἐπὶ τῷ κτήσασθαι κρείττονα γῆν ὑπερεῖδον τῆς πατρῴας· ἡμεῖς δὲ τὸν ἄπολιν καὶ τὸν ἀνέστιον ἐκλείποντες βίον, οὔτε θεοῖς ἐπίφθονον οὔτε ἀνθρώποις λυπηρὰν οὔτε γῇ τινι βαρεῖαν στέλλομεν ἀποικίαν, ἀλλʼ οὐδὲ διʼ αἵματος καὶ φόνων ἐμφυλίων ἐλθόντες πρὸς τοὺς ἀπελαύνοντας ἡμᾶς, οὐδὲ πυρὶ καὶ σιδήρῳ κακώσαντες τὴν ἐκλειπομένην γῆν, οὐδʼ ἄλλο μνημόσυνον οὐδὲν αἰωνίου καταλιπόντες ἔχθρας, ὡς ταῖς παρεσπονδημέναις φυγαῖς καὶ εἰς ἀβουλήτους ἀνάγκας κατακλεισθείσαις ἔθος ἐστὶ