παρελθὼν δὲ Μάνιος Οὐαλέριος, ὅσπερ ἦν αὐτῶν πρεσβύτατός τε καὶ δημοτικώτατος, ἐπιμαρτυρήσαντος αὐτῷ τὴν προθυμίαν τοῦ πλήθους εὐμενεστάταις φωναῖς καὶ προσηγορίαις, ἐπειδὴ σιωπῆς ἔτυχε τοιούτοις ἐχρήσατο λόγοις· οὐδὲν ὑμᾶς ἔτι τὸ κωλῦόν ἐστιν, ὦ δημόται, κατιέναι πάλιν ἐπὶ τὰ ὑμέτερα καὶ διηλλάχθαι πρὸς τοὺς πατέρας.ἐψήφισται γὰρ ἡ βουλὴ καλὴν καὶ συμφέρουσαν ὑμῖν κάθοδον, καὶ γνώμην πεποίηται μηδενὸς τῶν γεγονότων μνησικακεῖν· ἡμᾶς τε οὓς ἐγίγνωσκε φιλοδημοτάτους ὄντας καὶ πρὸς ὑμῶν τὰ δίκαια τιμωμένους πρεσβευτὰς ἀπέσταλκεν αὐτοκράτορας ἀποδείξασα τῶν διαλύσεων, ἵνα μὴ δόξαις μηδʼ εἰκασμοῖς χρώμενοι περὶ τῆς ὑμετέρας γνώμης, ἀλλὰ παρʼ αὐτῶν ὑμῶν ἀκούσαντες, ἐφʼ οἷς ἀξιοῦτε καταλύσασθαι τὴν διχοστασίαν, ἂν ᾖ μέτριόν τι τῶν αἰτημάτων καὶ μήτε τῷ ἀδυνάτῳ μήτε ὑπʼ ἄλλης αἰσχύνης ἀνηκέστου κωλύηται, συγχωρῶμεν ὑμῖν μηκέτι τὴν τοῦ συνεδρίου γνώμην ἐκδεχόμενοι, μηδʼ εἰς χρόνους μακροὺς καὶ φθόνους ἀντιπάλων ἀναβάλλοντες τὰ πράγματα.ταῦτα δὴ τῆς βουλῆς ἐψηφισμένης δέχεσθε ἄσμενοι τὰς χάριτας αὐτῶν, ὦ δημόται, μετὰ πάσης προθυμίας καὶ σπουδῆς, ἐν μεγάλῳ τιθέμενοι τὴν τοσαύτην εὐτυχίαν καὶ πολλὴν τοῖς θεοῖς χάριν εἰδότες αὐτῆς, εἰ πόλις ἡ Ῥωμαίων ἡ τοσούτων ἄρχουσα ἀνθρώπων, καὶ συνέδριον, ὃ τὴν ἡγεμονίαν ἔχει πάντων τῶν ἐν ταύτῃ καλῶν, οὐκ ὂν αὐτοῖς πάτριον οὐδενὶ τῶν ἀντιπάλων εἴκειν, ὑμῖν μόνοις ὑποκατακλίνονται τῆς ἀξιώσεως ἑκόντες, καὶ οὔτε ἀκριβολογεῖσθαι περὶ τῶν καθηκόντων ἑκατέροις ἠξίωσαν ὡς ὑποδεεστέροις κρείττονες, ἀλλʼ αὐτοὶ πρότεροι περὶ διαλύσεως ἐπρεσβεύσαντο, οὔτε τὰς αὐθάδεις ὑμῶν ἀποκρίσεις, ἃς ἐποιήσασθε πρὸς τοὺς προτέρους πρέσβεις, πρὸς ὀργὴν ἐδέξαντο, ἀλλʼ ὑπέμειναν ὑμῶν τὸ σοβαρὸν τοῦτο καὶ μειρακιῶδες τῆς αὐθαδείας βάρος, ὥσπερ ἂν παίδων ἀφρόνων χρηστοὶ πατέρες· καὶ πάλιν ἑτέραν πρεσβείαν ἀποστέλλειν ᾤοντο δεῖν καὶ τῶν δικαίων μειονεκτεῖν καὶ πάντα ὑπομένειν, ὦ πολῖται, τὰμέτρια. ἐπὶ δὴ τοσαύτης βεβηκότες εὐτυχίας μὴ μέλλετε λέγειν, ὦ δημόται, τίνων χρήζετε μηδʼ ἐντρυφᾶτε ἡμῖν, καταλυσάμενοι δὲ τὴν στάσιν ἄπιτε χαίροντες εἰς τὴν γειναμένην τε καὶ θρεψαμένην ὑμᾶς πόλιν, ᾗ τροφεῖά τε καὶ χάριτας οὐ χρηστὰς ἀπεδίδοτε, καταλιπόντες αὐτὴν τὸ γοῦν ἐφʼ ὑμῖν εἶναι ἔρημον καὶ μηλόβοτον. εἰ δὲ παρήσετε τὸν καιρὸν τοῦτον, εὔξεσθε πολλάκις ὅμοιον εὑρεῖν ἕτερον.παυσαμένου δὲ τοῦ Οὐαλερίου παρελθὼν ὁ Σικίννιος οὐκ ἐξ ἑνὸς ἔφη δεῖν λόγου τὸ συμφέρον ἐξετάζειν τοὺς εὖ βουλευομένους, ἀλλʼ ὑποτίθεσθαι τὸν ἐναντίον αὑτοῖς λόγον, ἄλλως τε καὶ περὶ τηλικούτων πραγμάτων σκοποῦντας· ἠξίου τε λέγειν πρὸς ταῦτα τοὺς βουλομένους ἅπασαν αἰδῶ καὶ εὐλάβειαν ἀποθεμένους· οὐ γὰρ ἐπιτρέπειν τὰ πράγματα σφίσιν εἰς τὰς τοιαύτας ἀνάγκας κατακεκλεισμένοις οὔτʼ ὄκνῳ οὔτʼαἰσχύνῃ εἴκειν. σιωπῆς δὲ γενομένης ἐπειδὴ πάντες εἰς ἀλλήλους ἀπέβλεπον ἐπιζητοῦντες τὸν ὑπὲρ τοῦ κοινοῦ λέξοντα, ἐφαίνετο δʼ οὐδείς· ὁ γὰρ Σικίννιος τοῖς αὐτοῖς πολλάκις ἐχρῆτο λόγοις· παρέρχεται κατὰ τὰς ὑποσχέσεις Λεύκιος Ἰούνιος ἐκεῖνος ὁ βουλόμενος ἐπικαλεῖσθαι Βροῦτος καὶ τυχὼν ἐπισημασίας παρὰ τοῦπλήθους ἀθρόας τοιαύτην διέθετο δημηγορίαν· τὸ δέος ὑμᾶς, ὦ δημόται, τὸ τῶν πατρικίων ἐντετηκὸς ἔτι ταῖς ψυχαῖς ἐκπλήσσειν ἔοικε, καὶ διὰ τοῦτο τεταπεινωμένοι φέρειν τοὺς λόγους εἰς μέσον, οἷς εἰώθατε χρῆσθαι πρὸς ἀλλήλους, ὀκνεῖτε. οἴεται δʼ ἴσως ἕκαστος ὑμῶν τὸν πλησίον ὑπὲρ τοῦ κοινοῦ λέξειν, καὶ πάντας μᾶλλον, εἴ τι κινδύνευμά ἐστιν, ὑπομενεῖν, αὐτὸς δʼ ἐν τῷ ἀσφαλεῖ βεβηκώς, ὅ τι ἂν ἐκ τοῦ τολμηροῦ χρηστὸν περιγένηται, τούτου τὸ μέρος ἕξειν ἀδεῶς· κακῶς εἰδώς. εἰ γὰρ ἅπαντες τοῦτο ὑπολάβοιμεν, ἡ καθʼ ἕνα ὑμῶν ἕκαστον ἀτολμία κοινὴ πᾶσιν ἔσται βλάβη, καὶ ἐν ᾧ τὸ ἴδιόν τις ἀσφαλὲς ἀποσκοπεῖτὸ μετὰ πάντων κοινὸν ἀπολεῖ. ἀλλʼ εἰ καὶ μὴ πρότερον ἔγνωτε, ὅτι λέλυται τὸ δέος ὑμῶν καὶ τὸ ἐλεύθερον ἅμα τοῖς ὅπλοις βεβαίως ἔχετε, νῦν γʼ ἤδη μάθετε διδασκάλοις χρησάμενοι τούτοις. οἱ γὰρ ὑπερήφανοι καὶ βαρεῖς οὐκ ἐπιτάττοντες ὑμῖν ὡς πρότερον ἥκουσιν οὐδʼ ἀπειλοῦντες, ἀλλὰ δεόμενοι καὶ παρακαλοῦντες, ἐπὶ τὰ ὑμέτερα ὑμᾶς κατιέναι, καὶ ὡς ἐλευθέροις ἐξ ἴσου ἤδη ἄρχονται ὁμιλεῖν. τί οὖν ἔτι καταπέπληχθε αὐτοὺς καὶ σιωπᾶτε, ἀλλʼ οὐκ ἐλεύθερα φρονεῖτε καὶ διαρρήξαντες ἤδη ποτὲ τοὺς χαλινοὺς λέγετε εἰς τὸ κοινόν, ἃ πεπόνθατε πρὸς αὐτῶν; ὦ σχέτλιοι,τί δεδοίκατε; μή τι πάθητε ἡγεμόνι τῆς ἐλευθεροστομίας ἐμοὶ χρώμενοι; κινδυνεύσω γὰρ ὑπὲρ ὑμῶν εἰπεῖν τὰ δίκαια μετὰ παρρησίας ἐγὼ πρὸς αὐτοὺς καὶ οὐδὲν ἀποκρύψομαι. καὶ ἐπειδὴ Οὐαλέριος οὐδὲν ἔφησεν εἶναι τὸ κωλῦον ἀναστρέφειν ὑμᾶς ἐπὶ τὰ οἰκεῖα τῆς βουλῆς διδούσης τὴν κάθοδον καὶ προσεψηφισμένης τὸ μὴ μνησικακεῖν, ταῦτʼ ἀποκρινοῦμαι πρὸς αὐτόν, ἅπερ ἐστὶν ἀληθῆ καὶ ἀναγκαῖα εἰρῆσθαι.ἡμᾶς, ὦ Οὐαλέριε, πολλὰ μὲν καὶ ἄλλα τὰ κωλύοντά ἐστιν ἀποθεμένους τὰ ὅπλα ἐφʼ ὑμῖν γενέσθαι, τρία δὲ τὰ μέγιστα καὶ τὰ φανερώτατα. πρῶτον μέν, ὅτι ἐγκαλοῦντες ἡμῖν ὡς ἡμαρτηκόσιν ἥκετε καὶ ἐν εὐεργεσίας οἴεσθε μέρει διδόναι τὴν κάθοδον· ἔπειθʼ, ὅτι οὐδὲν ὑποδηλοῦτε παρακαλοῦντες ἐπὶ τὰς διαλλαγάς, ἐφʼ οἷς αὐτὰς δικαίοις καὶ φιλανθρώποις ποιησόμεθα· τὸ δὲ τελευταῖον, ὅτι βέβαιον ἡμῖν, ὧν ἂν ὑπόσχησθε, οὐδέν ἐστιν, ἀλλὰ πολλάκις ἐξαπατῶντες τε καὶ φενακίζοντες ἡμᾶς διατετελέκατε.