παυσαμένου δὲ τοῦ Κλαυδίου μεγάλη φωνὴ καὶ θόρυβος ἐξαίσιος ἄχρι πολλοῦ χρόνου κατεῖχε τὸ συνέδριον. οἱ μὲν γὰρ ἀριστοκρατικοὶ δοκοῦντες εἶναι καὶ τὰ δικαιότερα πρὸ τῶν ἀδίκων οἰόμενοι δεῖν σκοπεῖν τῇ Κλαυδίου γνώμῃ προσετίθεντο καὶ τοὺς ὑπάτους ἠξίουν μάλιστα μὲν τῇ κρείττονι προσχωρῆσαι μερίδι διαλογιζομένους, ὅτι βασιλικὸν ἔχουσι τὸ τῆς ἀρχῆς κράτος, οὐ δημοτικόν· εἰ δὲ μή γε, φυλάττειν αὑτοὺς ἴσους καὶ μὴ κατισχύειν μηδετέραν τῶν στάσεων, διαριθμησαμένους δὲ τὰς γνώμας τῶν συνέδρων ταῖς πλείοσι γνώμαις στοιχεῖν.εἰ δὲ τούτων ἀμφοτέρων ὑπεριδόντες αὐτοκράτορας αὑτοὺς ποιήσουσι τῶν διαλύσεων, οὐκ ἐπιτρέψειν αὐτοῖς ἔλεγον, ἀλλʼ ἐναντιώσεσθαι πάσῃ προθυμίᾳ λόγοις τʼ ἄχρις ἂν ἐξῇ, χρώμενοι καὶ ὅπλοις, ὅταν ἀναγκαῖον γένηται· ἦν δὲ τοῦτο στῖφος καρτερὸν καὶ σχεδὸν ἅπασα τῶν πατρικίων ἡ νεότης ταύτης εἴχετο τῆς προαιρέσεως.οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες τῇ Μενηνίου τε καὶ Οὐαλερίου γνώμῃ προσέκειντο καὶ μάλιστα οἱ προβεβηκότες ταῖς ἡλικίαις ἐνθυμούμενοι τὰς συμφοράς, ὅσαι καταλαμβάνουσι τὰς πόλεις ἐκ τῶν ἐμφυλίων πολέμων. ἐξηττώμενοι δὲ τῆς κραυγῆς τῶν νέων καὶ τῆς ἀκοσμίας τό τε φιλότιμον αὐτῶν ὑφορώμενοι καὶ τὸν ἐπιπολασμόν, ὃν ἐποιοῦντο κατὰ τῶν ὑπάτων, δεδιότες, ὡς οὐ πρόσω χειροκρασίας ἐλευσόμενον, εἰ μή τις αὐτοῖς εἴξειεν, εἰς δάκρυα καὶ δεήσεις τῶν ἐναντιουμένων τελευτῶντες ἐτράποντο.λωφήσαντος δὲ τοῦ θορύβου καὶ σιωπῆς γενομένης σὺν χρόνῳ διαλεχθέντες τι πρὸς αὑτοὺς οἱ ὕπατοι τέλος ἐξήνεγκαν τῆς ἑαυτῶν γνώμης τοιόνδε· ἡμεῖς, ὦ βουλή, μάλιστα μὲν ἠξιοῦμεν ἅπαντας ὑμᾶς ὁμογνωμονεῖν, ἄλλως τε καὶ ταῦτα περὶ κοινῆς σωτηρίας βουλευομένους· εἰ δὲ μή, τοῖς πρεσβυτέροις ὑμῶν εἴκειν τοὺς νεωτέρους καὶ μὴ φιλονεικεῖν ἐνθυμουμένους, ὅτι κἀκείνοις εἰς ταύτην ἐλθοῦσι τὴν ἡλικίαν τῆς ἴσης ὑπάρξει τυγχάνειν τιμῆς παρὰ τῶν ἐγγόνων. ἐπεὶ δʼ ὁρῶμεν εἰς ἔριν ὑμᾶς ἐκπεπτωκότας ὀλεθριωτάτην τῶν ἀνθρωπίνων νόσων καὶ πολλὴν τὴν αὐθάδειαν ὁμιλοῦσαν ὑμῶν τοῖς νέοις, νῦν μὲν ἐπεὶ βραχὺ τὸ λειπόμενόν ἐστι τῆς ἡμέρας καὶ οὐκ ἂν δύναιτο τέλος ἐν τούτῳ λαβεῖν τὰ δόξαντα ὑμῖν, ἄπιτʼ ἐκ τοῦ συνεδρίου· εἰς δὲ τὸν ἐπιόντα σύλλογον ἥξετε μετριώτεροι γενόμενοι καὶ γνώμας ἔχοντες ἀμείνους.εἰ δὲ παραμενεῖ τὸ φιλόνεικον ὑμῖν, νέοις μὲν οὔτε δικασταῖς οὔτε συμβούλοις ἔτι τῶν συμφερόντων χρησόμεθα, ἀλλὰ καὶ εἰς τὸ λοιπὸν ἀνείρξομεν αὐτῶν τὴν ἀκοσμίαν νόμῳ τάξαντες ἀριθμὸν ἐτῶν, ὃν δεήσει τοὺς βουλεύσοντας ἔχειν· τοῖς δὲ πρεσβυτέροις ἀποδόντες λόγον αὖθις, ἐὰν μηδὲν συμφέρωνται ταῖς γνώμαις, ταχείᾳ τὴν φιλονεικίαν αὐτῶν λύσομεν ὁδῷ, ἣν ἄμεινόν ἐστιν ὑμᾶς προακοῦσαι καὶ μαθεῖν.ἴστε δήπου νόμον ἡμῖν ὑπάρχοντα, ἐξ οὗ τήνδε οἰκοῦμεν τὴν πόλιν, πάντων εἶναι κυρίαν τὴν βουλήν, πλὴν ἀρχὰς ἀποδεῖξαι καὶ νόμους ψηφίσαι καὶ πόλεμον ἐξενεγκεῖν ἢ τὸν συνεστῶτα καταλύσασθαι· τούτων δὲ τῶν τριῶν τὸν δῆμον ἔχειν τὴν ἐξουσίαν ψῆφον ἐπιφέροντα. ἐν δὲ τῷ παρόντι οὐχ ὑπὲρ ἑτέρου τινὸς ἢ πολέμου καὶ εἰρήνης βουλευόμεθα, ὥστε πολλὴ ἀνάγκη τὸν δῆμον ἐπικυρῶσαι τὰς ἡμετέρας γνώμας ψήφου γενόμενον κύριον.παραγγείλαντες δὴ τῷ πλήθει παρεῖναι κατὰ τόνδε τὸν νόμον εἰς τὴν ἀγοράν, ἐπειδὰν ὑμεῖς ἀποδείξησθε τὰς γνώμας, ἀποδώσομεν αὐτῷ τὴν ψῆφον, οὕτως ἂν μάλιστα νομίσαντες ἀρθῆναι τὴν ἔριν ὑμῶν· ὅ τι δʼ ἂν οἱ πλείους ψηφίσωνται, τοῦθʼ ἡγησόμεθα κύριον. ἄξιοι δὲ δήπου ταύτης εἰσὶ τῆς τιμῆς τυγχάνειν οἱ διαμένοντες εὖνοι τῇ πόλει καὶ μέλλοντες ἰσομοιρεῖν ἡμῖν κακῶν τε καὶ ἀγαθῶν.ταῦτʼ εἰπόντες διέλυσαν τὸν σύλλογον· ταῖς δʼ ἑξῆς ἡμέραις παραγγεῖλαι κελεύσαντες ἅπασι τοῖς κατὰ τοὺς ἀγροὺς καὶ τὰ φρούρια παρεῖναι καὶ τῇ βουλῇ προαγορεύσαντες ἥκειν εἰς τὴν αὐτὴν ἡμέραν, ἐπειδὴ κατέμαθον ὄχλου μεστὴν οὖσαν τὴν πόλιν καὶ τὰς γνώμας τῶν πατρικίων ἐξηττωμένας τῶν δεήσεων, ἃς ἐποιοῦντο σὺν οἰμωγῇ καὶ ὀδυρμῷ πατέρες τε καὶ παιδία νήπια τῶν ἀποστατῶν, τῇ κυρίᾳ τῶν ἡμερῶν ἐξῄεσαν ἐπὶ τὴν ἀγορὰν στενοχωρουμένην ἐκπολλῆς ἔτι νυκτὸς ἅπασαν ὄχλῳ παντοδαπῷ. καὶ παρελθόντες ἐπὶ τὸ ἱερὸν τοῦ Ἡφαίστου, ἔνθα ἦν ἔθος αὐτοῖς τὰς ἐκκλησίας ἐπιτελεῖν, πρῶτον μὲν ἐπῄνεσαν τὸν δῆμον ἐπὶ τῇ σπουδῇ καὶ προθυμίᾳ τῆς κατὰ πλῆθος ἀφίξεως· ἔπειτα παρεκάλεσαν ἐκδέχεσθαι μεθʼ ἡσυχίας, ἕως ἂν γένηται τὸ προβούλευμα τῆς βουλῆς· τοῖς δʼ οἰκείοις τῶν ἀποστατῶν ἀγαθὰς παρῄνουν ἐλπίδας ἔχειν, ὡς οὐ διὰ μακροῦ κομιουμένοις τὰ φίλτατα, καὶ μετὰ τοῦτο παρελθόντες εἰς τὸ συνέδριον αὐτοί τε διελέχθησαν ἐπιεικεῖς καὶ μετρίους λόγους, καὶ τοὺς ἄλλους ἠξίουν χρηστὰς καὶ φιλανθρώπους ἀποδείκνυσθαι γνώμας. πρῶτον δὲ τῶν ἄλλων ἐκάλουν τὸν Μενήνιον· ὃς ἀναστὰς τοῖς αὐτοῖς ἐχρήσατο λόγοις οἷς καὶ πρότερον ἐπὶ τὰς διαλλαγὰς τὴν βουλὴν παρακαλῶν καὶ γνώμην ἀπεφήνατο τὴν αὐτὴν ἀξιῶν πρεσβείαν ἀποστέλλειν πρὸς τοὺς ἀφεστηκότας διὰ ταχέων αὐτοκράτορα τῶν διαλλαγῶν.