ἡ μὲν γὰρ τῶν φυγάδων βραχεῖά ἐστιν ἰσχὺς καὶ οὔτε πολὺν ἀνθέξει χρόνον διαμένουσα, ὥσπερ νῦν, ὑπαίθριος μένει ὑπὸ καλύβαις ὥρᾳ ἔτους χειμερίῳ, πορίζεσθαι δὲ τὰ ἐπιτήδεια οὐχ ὅπως διʼ ἁρπαγῆς ἔτι δυνησομένη ἐπειδὰν τὰ ὄντα ἀναλώσῃ, ἀλλʼ οὐδʼ ἂν ἄλλοθεν ὠνητὰ ἐπεισάγεσθαι διὰ πενίαν, οἷς οὔτε ἰδίᾳ οὔτʼ ἐν κοινῷ χρήματά ἐστιν· οἱ δὲ πόλεμοι ταῖς περιουσίαις τῶν χρημάτων ὡς τὰ πολλὰ ἀντέχουσιν· ἀναρχία τʼ αὐτοῖς ὡς εἰκὸς καὶ στάσις ἐκ τῆς ἀναρχίας ἐμπεσοῦσα ταχὺ διαχεῖ καὶ διαλύσει τὰ βουλεύματα.οὐ γὰρ δὴ ἀξιώσουσιν οὔτε Σαβίνοις οὔτε Τυρρηνοῖς οὔτʼ ἄλλοις τισὶ τῶν ἀλλοφύλων παραδόντες σφᾶς αὐτούς, ἐκείνοις δουλεύειν, ὧν καὶ αὐτοί ποτʼ ἀφείλοντο τὴν ἐλευθερίαν σὺν ὑμῖν, καὶ μάλιστα οὐδὲ πιστευθήσονται πρὸς αὐτῶν οἱ κακῶς αὑτῶν τὴν πατρίδα καὶ αἰσχρῶς ἀπολέσαι προθυμηθέντες, μὴ οὐχὶ ὅμοια δράσειν τὴν ὑποδεξαμένην. ἀριστοκρατεῖται δὲ καὶ τα ἔθνη τὰ πέριξ ὑμῶν ᾶπαντα, καὶ το δημοτικὸν ἐν οὐδεμιᾷ πόλει μεταποιεῖται τῶν ἰσων, ὥστε οὐ δήπου οἱ προὔχοντες ἐν ἑκάστῃ πόλει τὸν οἰκεῖον οὐκ ἐῶντες παρακινεῖν ὄχλον, τοῦτον εἰσδέξονται τὸν ἔπηλυν καὶ στασιαστὴν εἰς τὴν ἑαυτῶν πατρίδα, μὴ μεταδόντες αὐτοὶ τῶν ὁμοίων σὺν χρόνῳ στερήσονται τῶν ἴσων.εἰ δʼ ἄρα γε γνώμης ἁμάρτοιμι καὶ παραδέξαιτό τις αὐτοὺς πόλις, ἐνταῦθα δὴ διαγινώσκοινθʼ ὡς ἄν πολέμιοί τε ὄντες καὶ τὰ πολεμίων πεισόμενοι. ἔχομεν δʼ αὐτῶν ὅμηρα πατέρας καὶ γαμετὰς καὶ τὴν ἄλλην συγγένειαν, ὧν οὐδʼ ἂν εὐχόμενοι κρείττονα παρὰ θεῶν αἰτησαίμεθα· οὓς ἐν ὄψει τῶν συγγενῶν στήσαντες ἀπολοῦμεν, εἰ τολμήσαιεν ὁμόσε χωρεῖν, ὡς ταῖς ἐσχάταις λώβαις διαχρησόμενοι. καὶ αὐτούς, εἰ τοῦτο μάθοιεν, εὖ ἴστε, ὅτι λήψεσθε ἀντιβολοῦντας, ὀλοφυρομένους, παραδιδόντας σφᾶς αὐτοὺς ἡμῖν δίχα τῶν ὅπλων, ἅπαντα ὑπομένοντας. δειναὶ γὰρ αἱ τοιαίδε ἀνάγκαι καὶ πάντας τοὺς αὐθάδεις λογισμοὺς κλάσαι καὶ καταβαλεῖν εἰς τὸ μηδέν.ὧν μὲν ὀὴ χάριν τὸν ἐκ τῶν φυγάδων πόλεμον οὐκ ἀξιῶ δεδιέναι ταῦτʼ ἐστι· τὰ δʼ ἐκ τῶν ἀλλοεθνῶν φοβερὰ οὐ νῦν πρῶτον ἐξετασθήσεται μέχρι λόγου τοιαῦτα ὄντα, ἀλλὰ καὶ πρότερον, ὁσάκις ἡμῖν πεῖραν ἑαυτῶν ἔδωκαν, ἐλάττω τῆς δόξης διεφάνη. ὅσοι δʼ οὐχ ἱκανὴν οἴονται τὴν οἰκείαν δύναμιν τῆς πόλεως καὶ τῇδε μάλιστα ὀρρωδοῦσι τὸν πόλεμον, μαθέτωσαν οὐχ ἱκανῶς αὐτῆς ᾐσθημένοι.πρὸς μέν γε τοὺς ἀφεστηκότας τῶν πολιτῶν ἀντίπαλον χεῖρα ἕξομεν, εἰ βουλοίμεθα τῶν θεραπόντων ἐπιλεξάμενοι τοὺς ἀκμαιοτάτους ἐλευθερῶσαι. κρεῖττον γὰρ τὴν ἐλευθερίαν χαρίσασθαι τούτοις ἢ τὴν ἡγεμονίαν ὑπʼ ἐκείνων ἀφαιρεθῆναι. ἔχουσι δὲ τῶν πολεμικῶν ἐμπειρίαν ἱκανὴν πολλάκις ἡμῖν παραγενόμενοι κατὰ τὰς στρατείας.πρὸς δὲ τοὺς ἔξωθεν πολεμίους αὐτοί τε χωρῶμεν ἁπάσῃ προθυμίᾳ καὶ τοὺς πελάτας ἅπαντας ἐπαγώμεθα καὶ τοῦ δημοτικοῦ τὸ περιόν. ἵνα δὲ πρόθυμον ᾗ πρὸς τοὺς ἀγῶνας, ἄφεσιν αὐτῷ χαρισώμεθα τῶν χρεῶν, μὴ κοινήν, ἀλλὰ κατʼ ἄνδρα. εἰ γάρ τι δεῖ τοῖς καιροῖς εἴξαντας μετριάσαι, μὴ πρὸς τοὺς πολεμίους τῶν πσλιτῶν τοῦτʼ ἔστω τὸ μέτριον, ἀλλὰ πρὸς τοὺς φίλους, οἷς οὐκ ἀναγκαζόμενοι τὰς χάριτας διδόναι δόξομεν, ἀλλὰ πειθόμενοι. ἐὰν δὲ καὶ ἄλλης ἐπιδέῃ βοηθείας, ὡς ταύτης οὐκ οὔσης ἱκανῆς, τούς τʼ ἐκ τῶν φρουρίων μεταπεμπώμεθα, καὶ τοὺς ἐν ταῖς ἀποικίαις ἀνακαλῶμεν.τοῦτο δʼ ὅσον ἐστὶ πλῆθος ἐκ τῆς ἔγγιστα γενομένης τιμήσεως μαθεῖν ῥᾴδιον ἂν εἴη. τρισκαίδεκα μυριάδες εἰσὶ Ῥωμαίων τῶν ἐν ἥβῃ τετιμημένων, ὧν οὐκ ἂν εἴη μέρος ἕβδομον τὸ φυγαδικόν. οὐ λέγω δὲ τὰς Λατίνων τριάκοντα πόλεις, αἳ μετὰ πολλῆς εὐχῆς δέξαιντʼ ἂν τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας διὰ τὸ συγγενές, ἐὰν ψηφίσησθε αὐταῖς ἰσοπολιτείαν μόνον, ἧς αἰεὶ διατελοῦσι δεόμεναι.ὃ δὲ πάντων ἐστὶ κράτιστον ἐν τοῖς πολέμοις, καὶ οὔτε ὑμεῖς αὐτοὶ ἐνεθυμήθητέ πω, οὔτε τῶν συμβούλων οὐδεὶς λέγει, τοῦτο προσθεὶς παύσομαι. οὐδενὸς οὕτω δεῖ τοῖς μέλλουσιν εὐτυχὲς ἕξειν τὸ τῶν ἀγώνων τέλος, ὡς στρατηγῶν ἀγαθῶν. τούτων ἡ μὲν ἡμετέρα πλουτεῖ πόλις, αἱ δὲ τῶν ἀντιπάλων σπανίζουσιν.αἱ μὲν οὖν πολυοχλοῦσαι δυνάμεις, ὅταν λάβωσιν ἡγεμόνας οὐκ εἰδότας ἄρχειν, ἀσχημονοῦσι καὶ περὶ αὑταῖς σφάλλονται τὰ πλεῖστα, καὶ τοσούτῳ μᾶλλον κακοπαθοῦσιν, ὅσῳπερ ἂν μείζονα ἔχωσι πόνον. οἱ δʼ ἀγαθοὶ στρατηλάται, κἂν μικρὰς λάβωσι δυνάμεις, ταχέως ποιοῦσιν αὐτὰς μεγάλας. ὥστʼ ἄχρις ἂν ἡγεῖσθαι δυναμένους ἄνδρας ἔχωμεν, οὐκ ἀπορήσομεν τῶν ἄρχεσθαι βουλομένων.ἐνθυμούμενοι δὴ ταῦτα καὶ τῶν ἔργων τῆς πόλεως μεμνημένοι μηδὲν ταπεινὸν μηδʼ ἀγεννὲς μηδʼ ἀνάξιον ὑμῶν αὐτῶν ψηφίσησθε. τί οὖν, εἴ τις ἔροιτό με, τι πράττειν ὑμῖν παραινῶ; τουτὶ γὰρ ἴσως πάλαι γνῶναι σπεύδετε. μηδένα μήτε πρεσβείαν πέμπειν πρὸς τοὺς ἀφεστηκότας, μήτε ἄφεσιν ψηφίσασθαι τῶν χρεῶν, μήτʼ ἄλλο ποιεῖν μηδέν, ὅ τι δόξειεν ἂν φόβου τεκμήριον εἶναι καὶ ἀμηχανίας· ἐὰν δὲ καταθέμενοι τὰ ὅπλα κατέλθωσιν εἰς τὴν πόλιν καὶ παράσχωσιν ὑμῖν βουλεύσασθαι περὶ σφῶν αὐτῶν, καθʼ ἡσυχίαν ἐξετάσαντας τότε χρῆσθαι μετριότητι πρὸς αὐτοὺς εἰδότας, ὅτι πᾶν τὸ ἀνόητον, ἄλλως τε κἂν ὄχλος ᾖ, πρὸς μὲν τοὺς ταπεινοὺς αὔθαδες γίνεσθαι φιλεῖ, πρὸς δὲ τοὺς αὐθάδεις ταπεινοῦσθαι.