καὶ γὰρ ἄνδρα ἕνα καὶ πόλιν ὅλην ἐπὶ ταῖς καλλίσταις τῶν ἰδίων πράξεων φιλοτιμεῖσθαι χρή, καὶ τὰς λοιπὰς ὅπως ὁμολογούμεναι ταύταις ἔσονται σκοπεῖν. ὑμεῖς τοίνυν ἤδη πολλοὺς πολεμίους, ὑφʼ ὧν τὰ μέγιστα ἠδικήθητε, ὑποχειρίους λαβόντες, οὔτʼ ἀνελεῖν οὔτʼ ἐκβαλεῖν ἐκ τῶν ἰδίων ἐβουλήθητε, ἀλλὰ καὶ οἴκους καὶ κλήρους αὐτοῖς ἀπέδοτε, καὶ πατρίδας οἰκεῖν, ἐξ ὧν ἔφυσαν, εἰάσατε, ἰσοψήφοις τʼ εἶναι καὶ πολίταις ὑμετέροις ἤδη τισὶν ἐξ αὐτῶν ἐχαρίσασθε.τούτου δʼ ἔτι θαυμασιώτερον ἔργον ὑμῶν ἔχω λέγειν, ὅτι καὶ τῶν ὑμετέρων πολιτῶν πολλοὺς μεγάλα εἰς ὑμᾶς ἐξαμαρτόντας ἀφήκατε τῶν τιμωριῶν, εἰς αὐτοὺς. μόνους ἀποσκήψαντες τοὺς αἰτίους τὴν ὀργήν, ὧν ἦσαν οἵ τε Ἀντέμνας κληρουχήσαντες καὶ Κρουστομέρειαν καὶ Μεδύλλειαν καὶ Φιδήνην καὶ ἄλλοι συχνοί. τί γὰρ δεῖ πάντας ἐξαριθμεῖσθαι νυνί, οὓς ὑμεῖς ἐκ πολιορκίας κρατηθέντας μετρίως ἐνουθετήσατε καὶ πολιτικῶς; καὶ οὐκ ἔσθʼ ὅπως ἢ κινδυνός τις διὰ ταῦτα κατέλαβε τὴν πόλιν ἢ ψόγος, ἀλλʼ ἐπαινεῖταί τε ὑμῶν τὸ ἐπιεικὲς καὶ οὐδὲν ἠλάττωται τοῦ ἀσφαλοῦς.ἔπειτα οἱ τῶν πολεμίων φειδόμενοι τοῖς φίλοις πολεμήσετε, καὶ οἱ τὰ ὑποχείρια γενόμενα μεθιέντες ἀζήμια τοὺς συγκατακτησαμένους ὑμῖν τὴν ἀρχὴν ζημιώσετε, πόλιν τε τὴν αὐτῶν ὑμῶν παρέχοντες ἅπασι τοῖς δεομένοις ἀσφαλῆ καταφυγήν, ταύτης ἀπελαύνειν ὑπομενεῖτε τοὺς αὐθιγενεῖς, οἷς καὶ συνετράφητε καὶ συνεπαιδεύθητε καὶ πολλῶν ἐκοινωνήσατε κακῶν τε καὶ ἀγαθῶν ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους; οὐκ, ἐὰν τά γε δίκαια καὶ τὰ προσήκοντα τοῖς ὑμετέροις ἔθεσι βούλησθε πράττειν καὶ χωρὶς ὀργῆς κρίνητε τὸ συμφέρον.ἀλλʼ ὅτι μὲν δεῖ καταλύσασθαι τὴν στάσιν, εἴποι τις ἄν, οὐχ ἧττον ἡμεῖς ἐγνώκαμεν καὶ πολλὴν παρεσχήμεθα προθυμίαν· πῶς δʼ ἂν καταλυσαίμεθʼ αὐτήν, τοῦτο πειρῶ λέγειν. ὁρᾷς γάρ, ὅση περὶ τὸν δῆμόν ἐστιν αὐθάδεια, ὃς οὔτε πέμπει πρὸς ἡμᾶς περὶ διαλύσεων αὐτὸς ἀδικῶν οὔτε τοῖς ὑφʼ ἡμῶν ἀποσταλεῖσιν ἀποκρίνεται πολιτικὰς καὶ φιλανθρώπους ἀποκρίσεις, ἀλλʼ ὑπερηφανεῖ καὶ ἀπειλεῖ, καὶ εἰκάσαι ῥᾴδιον οὐκ ἔστιν ὅ τι βούλεται. πρὸς δὲ ταῦτα τί παραινῶνῦν πράττειν, ἀκούσατέ μου. ἐγὼ τὸν δῆμον οὔτʼ ἀδιαλλάκτως οἴομαι πρὸς ἡμᾶς ἔχειν οὔτε δράσειν τι, ὧν ἀπειλεῖ, τεκμαιρόμενος, ὅτι οὐκ ἔστιν ὅμοια τοῖς λόγοις αὐτοῦ τὰ ἔργα, πολὺ δὲ μᾶλλον ἡμῶν ἐσπουδακέναι περὶ τὰς διαλύσεις οἴομαι. ἡμεῖς μὲν γὰρ καὶ πατρίδα τὴν τιμιωτάτην κατοικοῦμεν καὶ βίους καὶ οἴκους καὶ γενεὰς καὶ πάντα τὰ πλείστου ἄξια ἐν ταῖς ἰδίαις ἐξουσίαις ἔχομεν· ὁ δʼ ἄπολις καὶ ἀνέστιός ἐστι καὶ τῶν ἀναγκαιοτάτων αὐτῷ στέρεται σωμάτων βίου τε τοῦ καθʼ ἡμέραν οὐκ εὐπορεῖ.τίνος οὖν χάριν, εἴ τις ἔροιτό με, τὰς προκλήσεις οὐ δέχεται τὰς ἡμετέρας ὅμως κακοπαθῶν αὐτός τε οὐδὲν ἐπιπρεσβεύεται πρὸς ἡμᾶς, ὅτι νὴ Δία, φαίην ἄν, ἄχρι τοῦδε λόγων ἀκούει παρὰ τῆς βουλῆς, ἔργον δʼ οὐδὲν ὁρᾷ γινόμενον ἐξ αὐτῶν οὔτε φιλάνθρωπον οὔτε μέτριον, ἐξηπατῆσθαί τε οἴεται πολλάκις ὑφʼ ἡμῶν ὑπισχνουμένων ἀεί τινα πρόνοιαν αὐτοῦ ποιήσεσθαι, μηδὲν δὲ προνοουμένων. πρεσβείας δὲ πέμπειν οὐχ ὑπομένει διὰ τοὺς ἐνθάδε κατηγορεῖν εἰωθότας αὐτοῦ δεδοικώς τε μή τινος, ὧν ἀξιοῖ, διαμάρτῃ.τάχα δʼ ἄν τι καὶ φιλοτιμίας ἀνοήτου περὶ αὐτὸν εἴη πάθος· καὶ οὐδέν γε θαυμαστόν, ἐπεὶ καὶ ἐν ἡμῖν αὐτοῖς εἰσί τινες, οἷς τὸ δύσερι τοῦτο καὶ φιλόνεικον ἔνεστιν ἰδίᾳ τε καὶ κοινῆ οὐκ ἀξιοῦσιν ἡττᾶσθαι τοῦ ἀντιπάλου, ἀλλʼ ἐκ παντὸς ἀεὶ ζητοῦσι περιεῖναι τρόπου καὶ μὴ πρότερον χαρίζεσθαί τι, ἢ λαβεῖν τὸ μέλλον εὖ πάσχειν ὑποχείριον. ἐννοούμενος δὴ ταῦτα οἴομαι δεῖν πρεσβείαν ἀποσταλῆναι πρὸς τοὺς δημοτικοὺς ἐκ τῶν μάλιστα πιστευομένων·τοὺς δʼ ἀποσταλησομένους ἄνδρας αὐτοκράτορας εἶναι παραινῶ, διαλυσομένους αὐτοῖς τὴν στάσιν, ἐφʼ οἷς ἂν αὐτοὶ δικαιῶσι, καὶ μηδὲν ἔτι τῇ βουλῇ προσαναφέροντας· αὐτοὶ γὰρ εἴσονται τοῦτο. οἱ δὲ νῦν ὑπεροπτικοὶ δοκοῦντες εἶναι καὶ βαρεῖς μαθόντες, ὅτι ἀληθῶς σπουδάζετε περὶ τὴν ὁμόνοιαν, καὶ εἰς ἐπιεικεστέρας συγκαθήσουσιν αἱρέσεις, οὐδὲν ἀξιοῦντες οὔτε τῶν αἰσχρῶν οὔτε τῶν ἀδυνάτων. τὸ γὰρ ἠρεθισμένον ἅπαν, ἄλλως τε κἂν ταπεινὸν ᾖ, πρὸς μὲν τοὺς ὑπερηφανοῦντας ἀγριαίνεσθαι φιλεῖ, πρὸς δὲ τοὺς θεραπεύοντας ἡμεροῦσθαι.ταῦτʼ εἰπόντος τοῦ Μενηνίου θροῦς πολὺς ἐνέπεσε τῇ βουλῇ, καὶ διελάλουν ἕκαστοι κατὰ συμμορίας, οἱ μὲν οἰκείως διακείμενοι πρὸς τοὺς δημοτικοὺς παρακαλοῦντες ἀλλήλους πᾶσαν εἰσφέρεσθαι προθυμίαν, ὅπως κατάξουσι τὸν δῆμον εἰς τὴν πατρίδα, ἐπειδὴ προσειλήφεσαν ἡγεμόνα τῆς τότε γνώμης ἀνδρῶν ἀριστοκρατικῶν τὸν ἐπιφανέστατον· οἱ δʼ ἀριστοκρατικοὶ καὶ περὶ παντὸς θέλοντες μὴ κινεῖσθαι ἐκ τοῦ πατρίου κόσμου τὴν πολιτείαν ἀποροῦντες, ὅ τι χρήσονται τοῖς παροῦσι, μεταθέσθαι μὲν οὐκ ἀξιοῦντες τὰς προαιρέσεις, μένειν δʼ ἐπὶ τῶν ἐγνωσμένων οὐ δυνάμενοι· οἱ δʼ ἀκέραιοί τε καὶ τῶν στάσεων οὐδετέρᾳ συμφιλονεικοῦντες εἰρήνην ἄγειν βουλόμενοι καὶ ὅπως μὴ τειχήρεις ἔσονται σκοπεῖν ἀξιοῦντες.