ὁ δὲ δῆμος, ἐπειδὴ παρῆν ὁ χρόνος, ἐν ᾧ τὰς ἀρχὰς ἐπικυροῦν ἔδει συνελθόντας εἰς τὸ πεδίον, οὐδενὸς οὔτε μετιόντος τὴν ὑπατείαν οὔτε διδομένην ὑπομένοντος λαβεῖν, αὐτὸς ἀποδείκνυσιν ὑπάτους ἐκ τῶν εἰληφότων ἤδη τὴν ἀρχὴν ταύτην δήμῳ τε κεχαρισμένους ἄνδρας καὶ ἀριστοκρατίᾳ, Πόστομον Κομίνιον καὶ Σπόριον Κάσσιον, ὑφʼ οὗ Σαβῖνοι καταπολεμηθέντες τῆς ἡγεμονίας ἀπέστησαν, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης, ἄρχοντος Ἀθήνησι Διογνήτου.οὗτοι παραλαβόντες τὴν ἀρχὴν καλάνδαις Σεπτεμβρίαις θᾶττον ἢ τοῖς προτέροις ἔθος ἦν, πρὶν ἢ τῶν ἄλλων τι διαπράξασθαι βουλὴν συγκαλέσαντες περὶ τῆς καθόδου τῶν δημοτικῶν λέγειν ἠξίουν, ἥν τινα διάνοιαν ἔχει, πρῶτον ἀποφήνασθαι παρακαλοῦντες ἄνδρα ἡλικίας ἐν τῇ κρατίστῃ τότε ὄντα καὶ συνέσει δοκοῦντα τῶν ἄλλων διαφέρειν, μάλιστα δʼ ἐπὶ τῇ προαιρέσει τῶν πολιτευμάτων ἐπαινούμενον, ὅτι τῆς μέσης τάξεως ἦν, οὔτε τὴν αὐθάδειαν τῶν ἀριστοκρατικῶν αὔξων οὔτε τῷ δήμῳ ὅσα βουληθείη πράττειν ἐπιτρέπων, Ἀγρίππαν Μενήνιον· ὃς ἐπὶ τὰς διαλλαγὰς τὴν βουλὴν παρεκάλει τάδε λέγων·εἰ μὲν ἅπασιν, ὦ βουλή, τοῖς παροῦσι τὴν αὐτὴν γνώμην συνέβαινεν ἔχειν, καὶ μηδεὶς ἔμελλε ταῖς πρὸς τὸν δῆμον διαλλαγαῖς ἐμποδὼν ἔσεσθαι, ἐφʼ οἷς δὲ διαλυσόμεθα πρὸς αὐτοὺς εἴτε δικαίοις οὖσιν εἴτε μή, ὅμως ταῦτα προὔκειτο μόνον σκοπεῖν, διʼ ὀλίγων ἂν ὑμῖν ἐδήλωσα λόγων, ἃ φρονῶ.ἐπεὶ δὲ καὶ αὐτὸ τοῦτό τινες οἴονται βουλῆς ἔτι δεῖν, πότερον ἡμῖν ἄμεινόν ἐστι συμβῆναι πρὸς τοὺς ἀφεστηκότας ἢ πολεμεῖν, οὐχ ἡγοῦμαι ῥᾴδιον εἶναί μοι διʼ ὀλίγης δηλώσεως, ὅ τι χρὴ πράττειν παραινέσαι, ἀλλʼ ἀνάγκη διὰ πλειόνων διδάξαι λόγων τοὺς πρὸς τὰς διαλλαγὰς ἀλλοτρίως ἔχοντας ὑμῶν, ὅτι τἀναντία συμπείθουσιν ἢ καὶ δεδίττεσθαι μέλλοντες ὑμᾶς τὰ φαυλότατα τῶν χαλεπῶν καὶ ῥᾳδίας ἔχοντα τὰς ἐπανορθώσεις ὀρρωδοῦντας τῶν μεγίστων τε καὶ ἀνιάτων ἱκανῶς ἀπερισκέπτως ἔχουσι. καὶ τοῦτο πεπόνθασι παρʼ οὐδὲν ἕτερον ἢ ὥστε λογισμῷ μὴ κρίνειν τὸ συμφέρον, ἀλλὰ θυμῷ καὶ μανίᾳ.πῶς γὰρ ἂν οὗτοι λέγοιντο προορᾶσθαί τι τῇ διανοίᾳ τῶν χρησίμων ἢ δυνατῶν, οἵ τινες ὑπολαμβάνουσι τηλικαύτην πόλιν καὶ τοσούτων πραγμάτων κυρίαν ἤδη ἐπίφθονόν τε καὶ λυπηρὰν τοῖς περιοίκοις γιγνομένην, ἢ δίχα τοῦ δημοτικοῦ δυνήσεσθαι κατέχειν τε καὶ σώζειν τὰ ἔθνη ῥᾳδίως, ἢ ἕτερον ἐπάξεσθαι δῆμον ἀντὶ τοῦ πονηροτέρου κρείττονα, ὃς αὐτοῖς προπολεμήσει τε τῆς ἀρχῆς καὶ κατὰ πολλὴν ἡσυχίαν συμπολιτεύσεται, παρέχων καὶ ἐν εἰρήνῃ καὶ κατὰ πολέμους ἑαυτὸν μέτριον; οὐδὲν γὰρ ἂν ἕτερον ἔχοιεν εἰπεῖν, ᾧ πιστεύοντες ἀξιώσουσιν ὑμᾶς μὴ δέχεσθαι τὰς διαλλαγάς.ὧν ἑκάτερον ὅσης ἐστὶ μεστὸν εὐηθείας, ἐξ αὐτῶν ὑμᾶς ἀξιώσαιμʼ ἂν ἔγωγε τῶν ἔργων σκοπεῖν ἐνθυμηθέντας, ὅτι διαστασιασάντων πρὸς ὑμᾶς τῶν ταπεινοτέρων διὰ τοὺς οὔτε πολιτικῶς οὔτε μετρίως ταῖς ἀτυχίαις χρησαμένους, καὶ ὑπαναχωρησάντων μὲν ἐκ τῆς πόλεως, ἄλλο δὲ μηδὲν ὑμᾶς δεινὸν μήτε ἐργαζομένων μήτε διανοουμένων, ἀλλʼ ὡς διαλλαγήσονται χωρὶς αἰσχύνης σκοπούντων, ἀγαπητῶς δεξάμενοι τὸ συμβὰν ἀπὸ τῆς τύχης πολλοὶ τῶν οὐκ εὖ διανοουμένων πρὸς ὑμᾶς, ἀνεπτέρωνται ταῖς γνώμαις, καὶ τοῦτον οἴονται σφίσι παρεῖναι τὸν εὐκταῖον καιρόν, ἐν ᾧκαταλύσουσιν ὑμῶν τὴν ἀρχήν. Αἰκανοὶ μέν γε καὶ Οὐολοῦσκοι, Σαβῖνοί τε καὶ τὸ Ἑρνίκων ἔθνος, πρὸς τῷ μηδένα χρόνον ἐξαίρετον πεποιῆσθαι τοῦ πρὸς ἡμᾶς πολέμου, καὶ τοῖς ἔναγχος κακοῖς δυσανασχετοῦντες λῃστεύουσιν ἡμῶν τοὺς ἀγρούς. Καμπανίας δὲ καὶ Τυρρηνίας ὅσα ἐνδοιαστῶς ἡμῶν ἀφείμενα διατελεῖ, τὰ μὲν ἐκ τοῦ φανεροῦ ἀφίσταται, τὰ δʼ ἀφανῶς παρασκευάζεται. δοκεῖ τʼ οὐδὲ τὸ Λατίνων συγγενὲς ἔτι βέβαιον ἡμῖν διαμένειν φίλιον εἰς πύστιν ἐλθόν, ἀλλὰ καὶ τούτου πολὺ μέρος διαγγέλλεται νοσεῖν ἔρωτι κρατούμενον, ἧς ἅπαντες γλίχονται, μεταβολῆς·οἱ δὲ τέως ἐπιστρατοπεδεύοντες ἑτέροις, νῦν αὐτοὶ τειχήρεις μένοντες καθήμεθα, γῆν τʼ ἄσπορον ἀφεικότες καὶ αὐλὰς διαρπαζομένας ὁρῶντες λείαν τʼ ἀπελαυνομένην καὶ θεράποντας αὐτομολοῦντας καὶ οὐκ ἔχοντες, ὅ τι χρησόμεθα τοῖς κακοῖς. καὶ ταῦτα πάσχοντες ἔτι διαλλαγήσεσθαι πρὸς ἡμᾶς ἐλπίζομεν τὸ δημοτικόν, καὶ ἐφʼ ἡμῖν ὑπάρχον εἰδότες ἑνὶ καταλύσασθαι ψηφίσματι τὴν στάσιν;οὕτω δὲ κακῶς ἐχόντων ἡμῖν τῶν ὑπαιθρίων οὐδὲ τὰ ἐντὸς τείχους δεινὰ ἧττόν ἐστι φοβερά. οὔτε γὰρ ὡς πολιορκησόμενοι παρεσκευάσμεθα ἐκ πολλοῦ τὰ συμμαχικὰ οὔτε πλήθει αὐτοὶ ἀποχρῶντές ἐσμεν ὡς πρὸς τοσαῦτα πολεμίων ἔθνη, τοῦ δʼ ὀλίγου καὶ οὐκ ἀξιομάχου πληρώματος τὸ πλεῖόν ἐστι δημοτικόν, θῆτες καὶ πελάται καὶ χειρώνακτες, οὐ πάνυ βέβαιοι τεταραγμένης ἀριστοκρατίας φύλακες. αἵ τε νῦν αὐτομολίαι συνεχεῖς αὐτῶν πρὸς τοὺς ἀφεστηκότας γινόμεναι,τὸ σύμπαν ὕποπτον εἶναι παρεσκευάκασιν. ὑπὲρ ἅπαντα δὲ ταῦτα ἡ τῶν ἐπιτηδείων συγκομιδὴ κρατουμένης ὑπὸ τῶν πολεμίων τῆς γῆς ἀδύνατος οὖσα φοβεῖ τε ἤδη λιμόν, ἐπειδάν τʼ ἐν τῷ ἀπόρῳ γενώμεθα ἔτι μᾶλλον φοβήσει, χωρὶς δὲ τούτων ὁ μηδένα χρόνον ἡμᾶς εὐσταθεῖν ταῖς διανοίαις ἐῶν πόλεμος. ἅπαντα δʼ ὑπερβάλλει τὰ δεινὰ γύναια τῶν ἀποστατῶν καὶ παιδία νήπια καὶ γηραιοὶ γονεῖς, ἐν ἐσθῆσιν ἐλεειναῖς καὶ σχήμασι πενθίμοις περιφθειρόμενοι κατὰ τὴν ἀγορὰν καὶ τοὺς στενωποὺς κλαίοντες, ἱκετεύοντες, ἁπτόμενοι δεξιᾶς ἑκάστου καὶ γονάτων, ἀπολοφυρόμενοι τὴν κατέχουσαν αὐτοὺς καὶ ἔτι μᾶλλον καθέξουσαν ἐρημίαν, δεινὴ καὶ ἀνυπομόνητος ὄψις.