προθύμως οὖν ἀπολύσασθε τὰς διαβολὰς καὶ δείξατε αὐτοῖς, ὅτι καὶ στασιάζουσα ἡ Ῥωμαίων δύναμις κρείττων ἑτέρας ἐστὶν ὁμονοούσης· ἢ γὰρ οὐχ ὑπομενοῦσιν ὑμᾶς ἐπιόντας ὁμοθυμαδὸν ἢ δίκας ὑφέξουσι τῆς τόλμης ἀξίας· ἐνθυμήθητε γάρ, ὅτι Οὐολοῦσκοι καὶ Σαβῖνοί εἰσιν, ὧν πολλάκις ἐκρατήσατε μαχομένων, οἱ τὸν πόλεμον ἐπάγοντες ὑμῖν, οὔτε σώματα νῦν μείζονα λαβόντες οὔτε ψυχὰς τῶν προτέρων ἀλκιμωτέρας κτησάμενοι, ἀλλʼ ὡς ἐχθρῶς πρὸς ἀλλήλους ἐχόντων καταφρονήσαντες ὑμῶν. ὅταν δὲ τοὺς πολεμίους τιμωρήσησθε, ἐγγυῶμαι ὑμῖν τὴν βουλὴν ἐγὼ τάς τε ὑπὲρ τῶν χρεῶν φιλονεικίας καὶ ὅ τι ἂν ἄλλο παρʼ αὐτῆς αἰτῆσθε μέτριον, ἀξίως τῆς ἀρετῆς, ἣν ἂν παράσχησθε ἐν τῷ πολέμῳ, βραβεύσειν.τέως δʼ ἀφείσθω πᾶσα μὲν οὐσία, πᾶν δὲ σῶμα, πᾶσα δʼ ἐπιτιμία πολίτου Ῥωμαίου ἀρρυσίαστος ἀπό τε δανείου καὶ ἄλλου παντὸς συμβολαίου. τοῖς δὲ προθύμως ἀγωνισαμένοις κάλλιστος μὲν στέφανος πόλις ἥδε ἡ γειναμένη στᾶσα ὀρθή, καλὸς δὲ καὶ ὁ παρὰ τῶν συνόντων ἔπαινος ὑπάρξει· καὶ ὁ παρʼ ἡμῶν κόσμος ἱκανὸς οἶκόν τʼ ἐπανορθῶσαι χρήμασι καὶ γένος ἐπιλαμπρῦναι τιμαῖς. παράδειγμά τε ὑμῖν ἀξιῶ γενέσθαι τοὐμὸν εἰς τοὺς κινδύνους πρόθυμον· ὑπεραγωνιοῦμαι γὰρ ὡς ὁ κράτιστα ἐρρωμένος ὑμῶν.ταῦτʼ εἰπόντος αὐτοῦ πᾶς ὁ δῆμος ἄσμενος ἀκούσας ὡς οὐδὲν ἔτι φενακισθησόμενος ὑπέσχετο συνάρασθαι τοῦ πολέμου, καὶ γίνεται δέκα στρατιωτικὰ τάγματα, ἐξ ἀνδρῶν τετρακισχιλίων ἕκαστον. τούτων τρία μὲν ἑκάτερος τῶν ὑπάτων ἔλαβε καὶ τῶν ἱππέων ὅσον ἑκάστῳ προσεμερίσθη· τὰ δὲ τέτταρα καὶ τοὺς λοιποὺς ἱππεῖς ὁ δικτάτωρ. καὶ αὐτίκα παρασκευασάμενοι ᾤχοντο διὰ τάχους ἐπὶ μὲν Αἰκανοὺς Τῖτος Οὐετούριος, ἐπὶ δʼ Οὐολούσκους Αὖλος Οὐεργίνιος, αὐτὸς δʼ ὁ δικτάτωρ Οὐαλέριος ἐπὶ Σαβίνους, τὴν δὲ πόλιν ἅμα τοῖς γεραιτέροις καὶ ὀλίγῳ τινὶ στρατεύματι ἀκμαίῳ Τῖτος Λάρκιος ἐφύλαττεν.ὁ μὲν οὖν Οὐολούσκων πόλεμος ταχεῖαν τὴν κρίσιν ἔλαβε· πλήθει γὰρ ὑπεραίρειν πολὺ νομίσαντες τῶν προτέρων κακῶν ἀναμνησθέντες, ἀγωνισταὶ ταχίους ἢ φρονιμώτεροι ἀναγκασθέντες γενέσθαι θᾶττον πρῶτοι ὥρμησαν ἐπὶ τοὺς Ῥωμαίους, ἡνίκα ὤφθησαν ἐν συνόψει στρατοπεδεύσαντες. γενομένης δὲ μάχης καρτερᾶς πολλὰ μὲν δράσαντες γενναῖα, πλείω δὲ τὰ δεινὰ ὑπομείναντες εἰς φυγὴν τρέπονται, καὶ ὅ τε χάραξ αὐτῶν ἑάλω καὶ πόλις ἐπιφανὴς ἐκ πολιορκίας παρέστη· Οὐέλιτραι δʼὄνομα αὐτῇ. ὁμοίως δὲ καὶ τὸ Σαβίνων φρόνημα ἐν ὀλίγῳ πάνυ ἐταπεινώθη χρόνῳ μιᾷ παρατάξει ἐξ ἀμφοτέρων βουληθέντων ἐπικρατεῖν. ἔπειτα ἥ τε χώρα προὐνομεύθη, καὶ πολίχναι τινὲς ἑάλωσαν, ἐξ ὧν πολλὰ καὶ σώματα καὶ χρήματα οἱ στρατιῶται ἔλαβον. Αἰκανοὶ δὲ τὰ τῆς ἀσθενείας ἑαυτῶν ὑφορῶντες ἐπεὶ τὰ τῶν συμμάχων τέλος ἔχοντα ἐπύθοντο, χωρίοις τʼ ἐχυροῖς ἐπεκάθηντο καὶ εἰς μάχας οὐ προῄεσαν, τάς τʼ ἀποχωρήσεις, ὅπῃ ἐδύναντο, διʼ ὀρῶν ἢ δρυμῶν κρυφαίας ἐποιοῦντο, καὶ διέτριψαν μὲν ἄχρι τινὸς διαφέροντες τὸν πόλεμον· οὐ μέντοιγε διασώσασθαι ἀθῶον τὴν στρατιὰν ἐδυνήθησαν ἐπιθεμένων αὐτοῖς τῶν Ῥωμαίων ἐν χωρίοις κρημνώδεσι τολμηρῶς καὶ λαβόντων τὸ στρατόπεδον κατὰ κράτος. ἔπειτα φυγή τʼ αὐτῶν ἐκ τῆς Λατίνων γῆς ἐγένετο καὶ παραδόσεις τῶν πόλεων, ἃς ἔτυχον αὑτῶν τῇ πρώτῃ ἐφόδῳ καταλαβόμενοι, εἰσὶ δʼ ὧν καὶ ἐκ φιλονεικίας οὐκ ἐκλιπόντων τὰς ἄκρας ἁλώσεις.Οὐαλέριος δὲ κατὰ νοῦν χωρήσαντος αὐτῷ τοῦ πολέμου τὸν εἰωθότα θρίαμβον ἀπὸ τῆς νίκης καταγαγὼν ἀπέλυσε τὸν δῆμον ἀπὸ τῆς στρατείας, οὔπω τῆς βουλῆς καιρὸν εἶναι νομιζούσης, ἵνα μὴ τὰς ὑποσχέσεις ἀπαιτοῖεν οἱ ἄποροι· εἰς δὲ τὴν δορίκτητον, ἣν Οὐολούσκους ἀφείλοντο, κληρούχους ἀπέστειλεν ἐπιλέξας ἄνδρας ἐκ τῶν ἀπόρων, οἳ τήν τε πολεμίαν φρουρήσειν ἔμελλον καὶ τὸ ἐν τῇ πόλει στασιάζον ἔλαττον ἀπολείψειν.ταῦτα διοικησάμενος ἠξίου τὴν βουλὴν τὰς ὑποσχέσεις αὐτῷ βεβαιῶσαι κεκομισμένην τὸ παρὰ τοῦ πλήθους πρόθυμον ἐν τοῖς ἀγῶσιν. ὡς δʼ οὐ προσεῖχεν αὐτῷ τὸν νοῦν, ἀλλʼ, ὅπερ πρότερον ἠναντιοῦτο, τῇ γνώμῃ συστρέψαντες ἑαυτοὺς νέοι καὶ βίαιοι καὶ πλήθει τῶν ἑτέρων ἐπικρατοῦντες καὶ τότε ἀντέπραττον καὶ πολλῇ καταβοῇ ἐχρῶντο, τὴν οἰκίαν αὐτοῦ δημοκόλακα ἀποφαίνοντες καὶ νόμων πονηρῶν ἀρχηγόν, ᾧ δὲ μάλιστα ἠγάλλοντο οἱ ἄνδρες ἐπὶ τῆς ἐκκλησίας τῶν δικαστηρίων πολιτεύματι, τούτῳ πᾶσαν ἠφανικέναι τὴν τῶν πατρικίων δυναστείαν αἰτιώμενοι· σχετλιάσας ὁ Οὐαλέριος πολλὰ καὶ ὡς οὐ δίκαια πάσχοι διαβεβλημένος ὑπʼ αὐτῶν πρὸς τὸν δῆμον ὀνειδίσας, τήν τε μέλλουσαν καταλήψεσθαι σφᾶς τύχην τοιαῦτα βουλευσαμένους ἀνακλαυσάμενος, καὶ οἷα εἰκὸς ἐν τοιούτῳ κακῷ, τὰ μὲν ἐκ πάθους, τὰ δὲ ἀπὸ τοῦ πλεῖόν τι τῶν πολλῶν νοεῖν, ἀποθεσπίσας, ᾤχετο ἀπιὼν ἐκ τοῦ βουλευτηρίου· καὶ συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν, ἔλεξε·πολλὴν χάριν ὑμῖν εἰδώς, ὦ πολῖται, τῆς τε προθυμίας, ἣν παρέσχεσθέ μοι ἑκούσιοι συναράμενοι τοῦ πολέμου, καὶ ἔτι μᾶλλον τῆς ἀρετῆς, ἣν ἐν τοῖς ἀγῶσιν ἐπεδείξασθε, μεγάλην μὲν ἐποιούμην σπουδὴν ἀμείψασθαι ὑμᾶς τοῖς τε ἄλλοις καὶ τῷ μὴ ψεύσασθαι τὰς ὑποσχέσεις, ἃς ὑπὲρ τῆς βουλῆς ἐποιούμην πρὸς ὑμᾶς, καὶ εἰς ὁμόνοιαν ἤδη ποτὲ καταστῆσαι τὴν στάσιν ὑμῶν σύμβουλος καὶ διαιτητὴς ἀμφοῖν γενόμενος· κωλύομαι δὲ πράττειν αὐτὰ διὰ τοὺς οὐ τὰ βέλτιστα τῷ κοινῷ, τὰ δὲ σφίσιν αὐτοῖς ἐν τῷ παρόντι κεχαρισμένα προαιρουμένους, οἳ πλήθει τʼ ἐπικρατοῦντες τῶν ἑτέρων καὶ δυνάμει, ἣν τὸ νέον αὐτοῖς παρέχεται μᾶλλον ἢ τὰ πράγματα, ἔρρωνται.