μετὰ δὲ ταῦτα Τῖτος Λάρκιος εἶπεν· ἐμοὶ δʼ, ὦ βουλή, δοκεῖ κράτιστον μὴ μόνον τοὺς ἐν τοῖς πολέμοις ἀγαθοὺς γενομένους, ἀλλὰ καὶ τὸν ἄλλον ἅπαντα δῆμον ἐλεύθερον τῶν συμβολαίων ἀφεῖσθαι. μόνως γὰρ ἂν οὕτως ὅλην τὴν πόλιν ὁμονοοῦσαν ἐργασαίμεθα. τρίτος δὲ παρελθὼν Ἄππιος Κλαύδιος ὁ τὴν ὕπατον ἀρχὴν τῷ παρελθόντι ἔτει σχὼν ἔλεξεν·ἀεὶ μέν, ὦ βουλή, ὁσάκις ὑπὲρ τούτων προὐτέθη λόγος, ἐπὶ τῆς αὐτῆς εἰμὶ γνώμης, μὴ ἐπιτρέπειν τῷ δήμῳ μηδὲν τῶν ἀξιουμένων, ὅ τι μὴ νόμιμον μηδὲ καλόν, μήτε τὸ φρόνημα τῆς πόλεως ἐλαττοῦν, καὶ οὐδὲ νῦν μεταγινώσκω τῶν ἐξ ἀρχῆς μοι φανέντων οὐδέν· ἢ πάντων ἂν εἴην ἀνθρώπων ἀφρονέστατος, εἰ πέρυσι μὲν ὕπατος ὢν ἀντιπράττοντός μοι τοῦ συνυπάτου καὶ τὸν δῆμον ἐπισείοντος ἀντέσχον καὶ διέμεινα ἐπὶ τῶν ἐγνωσμένων οὔτε φόβῳ ἀποτραπεὶς οὔτε δεήσει οὔτε χάρισιν εἴξας, νῦν δʼ ἰδιώτης ὢν ῥίψαιμι ἐμαυτὸν καὶ τὴν παρρησίαν καταπροδοίην·εἴτε μου τὸ ἐλεύθερον τῆς ψυχῆς ὑμῶν ἕκαστος βούλεται ἀποκαλεῖν εὐγενὲς εἴτε αὔθαδες, ὅσον ἂν ζῶ χρόνον οὐκ ἀποστήσομαι τοῦ ἤδη καλῶς δεδογμένου, καὶ οὐδέποτε εἰσάξω χαριζόμενος τοῖς κακοῖς χρεῶν ἀποκοπάς, ἀλλὰ καὶ πρὸς τοὺς εἰσάγοντας αὐτὰς ἁπάσῃ προθυμίᾳ χρώμενος ὁμόσε χωρήσω, λογιζόμενος, ὅτι πᾶσα κακία καὶ διαφθορὰ καὶ συλλήβδην ἀνατροπὴ πόλεως ἀπὸ χρεοκοπίας ἄρχεται.καὶ εἴτε τις ἀπὸ τοῦ φρονίμου εἴτε διὰ μανίας τινός, ἐπειδὴ οὐ τὸ ἴδιον ἀσφαλές, ἀλλὰ τὸ τῆς πόλεως ἀξιῶ σκοπεῖν, εἴτε ὁπωσδήποτε οἰήσεται τάδε λέγεσθαι, συγχωρῶ αὐτῷ νομίζειν, ὅπως βούλεται, μέχρι δὲ παντὸς ἐναντιώσομαι τοῖς μὴ τὰ πάτρια πολιτεύματα εἰσηγησομένοις. ἐπειδὴ δʼ οὐ τὰ χρέα ἀπαιτοῦσιν οἱ καιροί, μεγάλην δὲ βοήθειαν, ὃ μόνον ἔσται τῆς διχοστασίας φάρμακον ἐν τῷ παρόντι φράσω· δικτάτορα ἕλεσθε κατὰ τάχος, ὃς ἀνευθύνῳ χρώμενος ἐξουσίᾳ καὶ βουλὴν καὶ δῆμον ἀναγκάσει τὰ κράτιστα τῷ κοινῷ φρονεῖν· ἄλλη γὰρ οὐκ ἔσται τηλικούτου κακοῦ λύσις.ταῦτʼ εἰπόντος Ἀππίου καὶ τῶν νέων ἐπιθορυβησάντων ὡς τὰ δέοντα εἰσηγουμένου, Σερουίλιός τʼ ἀντιλέξων ἀνέστη καὶ ἄλλοι τινὲς τῶν πρεσβυτέρων· ἡττῶντο δʼ ὑπὸ τῶν νεωτέρων ἐκ παρασκευῆς τʼ ἀφικνουμένων καὶ βίᾳ πολλῇ χρωμένων,καὶ πέρας ἐνίκησεν ἡ Ἀππίου γνώμη. καὶ μετὰ ταῦτα οἱ ὕπατοι κοινῇ γνώμῃ χρησάμενοι τῶν πλείστων οἰομένων τὸν Ἄππιον ἀποδειχθήσεσθαι δικτάτορα, ὡς μόνον ἐπικρατῆσαι τῆς προστασίας δυνησόμενον, ἐκεῖνον μὲν ἀπήλασαν, Μάνιον δʼ Οὐαλέριον ἀδελφὸν Ποπλίου Οὐαλερίου τοῦ πρώτου ὑπατεύσαντος καὶ δημοτικώτατον δοκοῦντα ἔσεσθαι καὶ ἄνδρα γηραιὸν ἀπέδειξαν, αὐτὸ τὸ φοβερὸν οἰόμενοι τῆς ἐξουσίας ἀποχρῆναι, ἀνδρὸς δὲ τὰ πάντα ἐπιεικοῦς τοῖς πράγμασι δεῖν, ἵνα μηδὲν ἐξεργάσηται νεώτερον.παραλαβὼν δὲ τὴν ἀρχὴν Οὐαλέριος καὶ προσελόμενος ἱππάρχην Κόιντον Σερουίλιον, ἀδελφὸν τοῦ συνυπατεύσαντος Ἀππίῳ Σερουιλίου, παρήγγειλε τὸν δῆμον εἰς ἐκκλησίαν παρεῖναι. συνελθόντος δʼ ὄχλου συχνοῦ τότε πρῶτον, ἐξ οὗ τὴν ἀρχὴν ὁ Σερουίλιος ἀπέθετο καὶ ὁ δῆμος ἀγόμενος ἐπὶ τὰς στρατείας εἰς φανερὰν ἀπόνοιαν ἐτράπετο, προελθὼν ἐπὶ τὸ βῆμα ἔλεξεν· ὦ πολῖται, εὖ ἴσμεν, ὅτι βουλομένοις ὑμῶν, ἐστιν ἀεί τινας ἐκ τοῦ Οὐαλερίων γένους ἄρχειν ὑμῶν, ὑφʼ ὧν ἐλεύθεροι τυραννίδος χαλεπῆς γεγόνατε καὶ οὐδενὸς τῶν μετρίων ἀτυχήσειν τάχʼ ἂν ἐπιμείναιτε ὑμᾶς αὐτοὺς ἐπιτρέψαντες τοῖς ἁπάντων δημοτικωτάτοις δοκοῦσι καὶ οὖσιν.ὥστʼ οὐ διδαχῆς ὑμῖν δεομένοις ὅτι βεβαιώσομεν τῷ δήμῳ τὸ ἐλεύθερον, οἵπερ καὶ ἐξ ἀρχῆς αὐτὸ ἐδώκαμεν, οἱ λόγοι ἔσονται, ἀλλὰ παρακλήσεως μετρίας, ἵνα πιστεύητε ἡμῖν, ὅ τι ἂν ὑποσχώμεθα, ἐμπεδώσειν. ἡλικίας γάρ, ἣ τὸ φενακίζειν ἥκιστα ἐπιδέχεται, ἐπὶ τὸ τέλειον ἥκομεν, καὶ ἀξιώσεως, ἣ τοῦ ῥᾳδιουργεῖν ἐλάχιστον φέρεται μέρος, ἀρκούντως ἔχομεν, χρόνον τε οὐχ ἑτέρωθί που τὸν λειπόμενον βιοτεύειν μέλλομεν, ἀλλʼ ἐν ὑμῖν δίκας, ὧν ἂν ἐξαπατῆσαι δοκῶμεν, ὑφέξοντες.ταῦτα μὲν οὖν, ὥσπερ ἔφην, ὡς οὐ μακρῶν δεόμενος λόγων πρὸς εἰδότας, ἐάσω. ὃ δέ μοι δοκεῖτε παθόντες ὑφʼ ἑτέρων εἰκότως ἐπὶ πάντων ὑποπτεύειν, ὁρῶντες αἰεί τινα τῶν παρακαλούντων ὑμᾶς ἐπὶ τοὺς πολέμους ὑπάτων ὑπισχνούμενον, ὧν ἂν δέησθε, παρὰ τῆς βουλῆς διαπράξεσθαι, μηδὲν δʼ ἐπὶ τέλος ἄγοντα τῶν ὁμολογηθέντων· τοῦτο ὡς οὐ δικαίως ἂν ὑποπτεύοιτε καὶ περὶ ἐμοῦ, δυσὶν ἂν τοῖσδε μάλιστα πιστωσαίμην, τῷ τε μὴ ἂν ἐμοὶ τὴν βουλὴν εἰς τοῦτο τὸ λειτούργημα, ἑτέρων ὄντων τῶν ἐπιτηδειοτέρων, τῷ φιλοδημοτάτῳ δοκοῦντι εἶναι καταχρήσασθαι· καὶ τῷ μὴ ἂν αὐτοκράτορι κοσμῆσαι ἀρχῇ, διʼ ἣν τὰ δόξαντά μοι κράτιστα εἶναι καὶ δίχʼ ἐκείνης ἐπικυροῦν δυνήσομαι.οὐ γὰρ δήπου συνεξαπατᾶν ὑμᾶς ἐπιστάμενον τὴν ἀπάτην καὶ βουλευσάμενόν με μετὰ ταύτης συγκακουργεῖν ὑπολαμβάνετε. εἰ γὰρ ταῦτα ὑμῖν εἰσέρχεται περὶ ἐμοῦ ὡς ἁπάντων ἀνθρώπων κακουργοτέρου, ... ὅ τι βούλεσθε χρώμενοί μοι ταύτης μὲν τῆς ὑποψίας ἐμοὶ πειθόμενοι τὰς ψυχὰς ἐλευθερώσατε, ἐπὶ δὲ τοὺς πολεμίους τὴν ὀργὴν μετάθετε ἀπὸ τῶν φίλων, οἳ πόλιν τε ὑμᾶς ἀφελούμενοι ἥκουσι καὶ ἀντʼ ἐλευθέρων δούλους ποιήσοντες καὶ τἆλλα, ὅσα δεινὰ ἐν ἀνθρώποις νενόμισται, διαθεῖναι σπεύδοντες οὐ πόρρω τῆς χώρας εἶναι ἀγγέλλονται.