ὡς δὲ συνέμιξαν εἰς χεῖρας, ἐγένετο μάχη τὸ μὲν ἐν τάξει καὶ κόσμῳ διὰ τὴν σπουδὴν ἑκατέρων ἀφῃρημένη, οἳ δʼ ὡς ἀπὸ τύχης τινὸς ἢ φάλαγξ φάλαγγι ἢ λόχος λόχῳ ἢ ἀνὴρ ἀνδρὶ συνέπεσον, ἱππεῖς τε καὶ πεζοὶ ἅμα πεφυρμένοι ἐμάχοντο. ἀρωγοὶ δʼ αὐτοῖς ἑκατέρωθεν ἐπῄεσαν οὐ διὰ μακροῦ τῶν πόλεων οὐσῶν, οἳ τὸ κάμνον ἀναθαρρύνοντες ἐπὶ πολὺν χρόνον ἀντέχειν ταῖς ταλαιπωρίαις ἐποίουν. ἔπειτα οἱ Ῥωμαῖοι προσγενομένης σφίσι τῆς ἵππου πάλιν νικῶσι τοὺς Σαβίνους, καὶ πολλοὺς ἀποκτείναντες ἀνέστρεψαν εἰς τὴν πόλιν ἄγοντες αἰχμαλώτους πάνυ συχνούς. τούς τε κατὰ τὴν πόλιν ὄντας Σαβίνων, οἳ κατὰ θέας πρόφασιν ἀφιγμένοι προκαταλήψεσθαι τοῖς ἐπιοῦσι τὰ ἐρύματα τῆς πόλεως ἔμελλον, ὥσπερ αὐτοῖς συνετέτακτο, ἀναζητοῦντες εἰς τὰ δεσμωτήρια κατετίθεντο. τὰς δὲ θυσίας, αἷς ὁ πόλεμος ἐμποδὼν ἐγένετο, διπλασίας τῶν προτέρων ψηφισάμενοι αὖθις ἐν εὐπαθείαις ἦσαν.ἔτι δὲ πανηγυρίζουσιν αὐτοῖς πρεσβευταὶ παρῆσαν ἐξ ἔθνους Ἀρούγκων, οἳ τῆς Καμπανῶν χώρας τὰ κάλλιστα πεδία κατεῖχον. οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν ἠξίουν τὴν Οὐολούσκων τῶν καλουμένων Ἐχετρανῶν χώραν, ἣν ἀφελόμενοι τοὺς Ἐχετρανοὺς Ῥωμαῖοι κληρούχοις εἰς φυλακὴν τοῦ ἔθνους ἐκπεμφθεῖσι διένειμαν, ἀποδιδόναι σφίσι καὶ τὴν φρουρὰν ἀπαγαγεῖν ἐξ αὐτῆς· ἐὰν δὲ μὴ ποιήσωσιν, Ἀρούγκους ἥξοντας ἐπὶ τὴν Ῥωμαίων ὀλίγου χρόνου καὶ δίκας ληψομένους ὅσων διέθεντο τοὺς ὁμόρους κακῶν ἐκδέχεσθαι.Ῥωμαῖοι δʼ αὐτοῖς τάδε ἀπεκρίναντο· ἀπαγγέλλετε, ὦ πρέσβεις, Ἀρούγκοις, ὅτι ἡμεῖς οἱ Ῥωμαῖοι δικαιοῦμεν ὅσα κτᾶταί τις ἀρετῇ πολεμίους ἀφελόμενος, ταῦτα τοῖς ἐγγόνοις ὡς οἰκεῖα παραδιδόναι. πόλεμον δʼ οὐ δέδιμεν τὸν Ἀρούγκων οὔτε πρῶτον οὔτε δεινότατον ἐσόμενον· ἀλλʼ ἐν ἔθει ἡμῖν ὑπάρχει πᾶσι μάχεσθαι περὶ τῆς ἡγεμονίας, καὶ ἀρετῆς συναγώνισμά τι ἐσόμενον ὁρῶντες αὐτὸν ἀκαταπλήκτως δεξόμεθα.μετὰ ταῦτʼ Ἀροῦγκοί τε πολλῇ στρατιᾷ ὁρμηθέντες ἐκ τῆς ἑαυτῶν, καὶ Ῥωμαῖοι τὰς οἰκείας δυνάμεις ἔχοντες ἡγουμένου Σερουιλίου, συντυγχάνουσιν ἀλλήλοις ἀγχοῦ πόλεως Ἀρικείας, ἣ διέχει σταδίους ἑκατὸν εἴκοσι τῆς Ῥώμης· καὶ στρατοπεδεύονται ἑκάτεροι ἐν ὄρεσιν ὀχυροῖς ὀλίγον ἀλλήλων διεστῶτες. ἐπεὶ δὲ τοὺς χάρακας ἐκρατύναντο, προῆλθον εἰς τὸ πεδίον ἀγωνιούμενοι, καὶ συμπεσόντες ἐξ ἑωθινῆς μέχρις ἡμέρας μεσούσης ἀντεῖχον, ὥστε πολὺν ἐξ ἀμφοτέρων γενέσθαι φόνον. φιλοπόλεμον γὰρ δὴ τὸ τῶν Ἀρούγκων ἔθνος ἦν, καὶ τῷ μεγέθει τε καὶ ῥώμῃ καὶ ὄψεως δεινότητι πολὺ τὸ θηριῶδες ἐχούσῃ φοβερώτατον.ἐν τούτῳ λέγεται τῷ πολέμῳ τοὺς ἱππεῖς τῶν Ῥωμαίων κρατίστους γενέσθαι, καὶ τὸν ἡγεμόνα αὐτῶν Αὖλον Ποστόμιον Ἄλβον, ὃς ἔσχε τὴν δικτάτορα ἀρχὴν ἐν τῷ πρόσθεν ἐνιαυτῷ. τὸ μὲν γὰρ χωρίον, ἐν ᾧ ἡ μάχη ἐγένετο, ἥκισθʼ ἱππάσιμον ἦν καὶ κολωνούς τε πετρώδεις καὶ φάραγγας βαθείας εἶχεν, ὥστε μηδὲν ἑκατέροις τὴν ἵππον οἵαν τʼ εἶναι προσωφελεῖν.ὁ δὲ Ποστόμιος παρακελευσάμενος τοῖς ἀμφʼ αὑτὸν ἀπὸ τῶν ἵππων καταβῆναι καὶ ποιήσας στῖφος ἀνδρῶν ἑξακοσίων, ἐν οἷς μάλιστα ἔκαμνε τοῖς Ῥωμαίοις κατὰ πρανοῦς ὠθουμένοις χωρίου ἡ φάλαγξ, ἐν τούτοις συνάπτει τοῖς πολεμίοις, καὶ αὐτίκα συνίστησιν αὐτῶν τὰς τάξεις. ὡς δʼ ἅπαξ ἀνεκόπησαν οἱ βάρβαροι, θάρσος ἐνέπεσε τοῖς Ῥωμαίοις, καὶ φιλονεικία τοῖς πεζοῖς πρὸς τοὺς ἱππεῖς· καὶ καθʼ ἓν ἀμφότεροι πυργηδὸν ἐξωθοῦσι τὸ δεξιὸν κέρας τῶν πολεμίων ἕως τοῦ λόφου· καὶ οἱ μὲν τοῖς περὶ τὸν χάρακα φεύγουσιν ἑπόμενοι πολλοὺς ἀπέκτειναν, οἱ δὲ τοῖς ἔτι μαχομένοις κατὰ νώτου ἐπῆγον.τρεψάμενοι δὲ κἀκείνους εἰς φυγὴν ἐπίπονόν τε καὶ βραδεῖαν τὴν ἀποχώρησιν ποιουμένους πρὸς ὀχθώδη χωρία ἐδίωκον, τένοντάς τε ὑποκόπτοντες ποδῶν καὶ τὰς ἰγνῦς πλαγίοις τοῖς ξίφεσι διαιροῦντες, ἕως ἐπὶ τὸν χάρακα αὐτῶν ἀφίκοντο. βιασάμενοι δὲ καὶ τούτου τοὺς φύλακας οὐ πολλοὺς ὄντας ἐκράτησαν τοῦ στρατοπέδου καὶ διήρπασαν· ὠφελείας μέντοι οὐ πολλὰς εὗρον, ὅτι μὴ ὅπλα καὶ ἵππους, καὶ εἴ τι ἄλλο πολεμιστήριον χρῆμα ἦν. ταῦτα οἱ περὶ Σερουίλιον καὶ Ἄππιον ὕπατοι ἔπραξαν.μετὰ ταῦτα παραλαμβάνουσι τὴν ὑπατικὴν ἀρχὴν Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Οὐετούριος Γέμινος, ἄρχοντος Ἀθήνησι Θεμιστοκλέους, ἑξηκοστῷ καὶ διακοσιοστῷ μετὰ τὴν κτίσιν ἔτει, μελλούσης εἰς τοὐπιὸν τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα δεύτερον Τισικράτης Κροτωνιάτης. ἐπὶ τούτων Σαβῖνοι πάλιν ἐπὶ Ῥωμαίους στρατιὰν ἐξάγειν μείζονα παρεσκευάζοντο, καὶ Μεδυλλῖνοι Ῥωμαίων ἀποστάντες πρὸς τὸ Σαβίνων ἔθνος ὅρκους ἐποιήσαντο περὶ συμμαχίας.πυνθανόμενοι δὲ τὴν διάνοιαν αὐτῶν οἱ πατρίκιοι παρεσκευάζοντο διὰ ταχέων ἐξιέναι πανστρατιᾷ· τὸ δὲ δημοτικὸν οὐχ ὑπήκουεν αὐτοῖς, ἀλλʼ ἐμνησικάκουν τῆς ψευσθείσης αὐτοῖς πολλάκις ὑποσχέσεως περὶ τῶν ἐπικουρίας δεομένων ἀπόρων, τἀναντία ἐπαγόντων τῶν ἐπʼ ἐκείνοις ψηφιζομένων. κατʼ ὀλίγους δὲ συλλεγόμενοι ὅρκοις ἀλλήλους κατελάμβανον ὑπὲρ τοῦ μηκέτι συνάρασθαι τοῖς πατρικίοις πολέμου μηδενὸς καθʼ ἕνα τῶν ἀπόρων κατισχυόμενοι κοινῇ καὶ πρὸς τοὺς ἐντυγχάνοντας βοηθήσαντες. καὶ ἐγίνετο πολλαχῇ μὲν καὶ ἄλλῃ τὸ συνώμοτον ἐν ἁψιμαχίαις λόγων τε καὶ ἔργων ἐμφανές, μάλιστα δʼ ἐδήλωσε τοῖς ὑπάτοις, ἐπειδὴ οὐ προσῄεσαν οἱ καλούμενοι πρὸς τὴν στρατολογίαν.