ἀφίκετο δʼ αὐτοῖς ἐξεστρατευμένοις ἤδη ἐξ Ἀντίου πόλεως ἐπιφανεστάτης τοῦ Οὐολούσκων ἔθνους στρατιά τε ἱκανὴ καὶ ὅπλα καὶ σῖτος καὶ ὅσων ἄλλων εἰς τὸν πόλεμον ἐδέοντο. ἐφʼ οἷς πάνυ θαρρήσαντες ἐν ἐλπίσι χρησταῖς ἦσαν, ὡς καὶ τῶν ἄλλων Οὐολούσκων συναρουμένων σφίσι τοῦ πολέμου τῆς Ἀντιατῶν πόλεως ἀρξαμένης.ταῦτα μαθὼν ὁ Ποστόμιος ἐξεβοήθει διὰ ταχέων πρὶν ἢ συνελθεῖν τοὺς πολεμίους ἅπαντας· ἀγαγὼν δʼ ἐν νυκτὶ τὴν σὺν αὑτῷ στρατιὰν πορείᾳ συντόνῳ πλησίον γίνεται τῶν Λατίνων ἐστρατοπεδευκότων παρὰ λίμνῃ Ῥηγίλλῃ καλουμένῃ ἐν ἐχυρῷ χωρίῳ καὶ τίθεται τὸν χάρακα κατὰ κεφαλῆς τῶν πολεμίων ἐν ὑψηλῷ λόφῳ καὶ δυσβάτῳ, ἔνθʼ ὑπομένων πολλὰ πλεονεκτήσειν ἔμελλεν.οἱ δὲ τῶν Λατίνων ἡγεμόνες, Ὀκταούιός τε ὁ Τυσκλανὸς ὁ Ταρκυνίου τοῦ βασιλέως γαμβρός, ὡς δέ τινες γράφουσιν, υἱὸς τοῦ γαμβροῦ, καὶ Σέξτος Ταρκύνιος· ἐτύγχανον γὰρ δὴ τηνικαῦτα χωρὶς ἀλλήλων ἐστρατοπεδευκότες· εἰς ἓν συνάγουσι τὰς δυνάμεις χωρίον καὶ παραλαβόντες τοὺς χιλιάρχους τε καὶ λοχαγοὺς ἐσκόπουν, ὅστις ἔσται τρόπος τοῦ πολέμου·καὶ πολλαὶ γνῶμαι ἐλέχθησαν. οἱ μὲν γὰρ ἐξ ἐφόδου χωρεῖν ἠξίουν ἐπὶ τοὺς ἅμα τῷ δικτάτορι καταλαβομένους τὸ ὄρος, ἕως ἔτι ἦσαν αὐτοῖς φοβεροί, οὐκ ἀσφαλείας σημεῖον εἶναι νομίζοντες τὴν τῶν ἐχυρῶν κατάληψιν, ἀλλὰ δειλίας· οἱ δὲ τοὺς μὲν ἀποταφρεύσαντας ὀλίγῃ τινὶ κατείργειν φυλακῇ, τὴν δʼ ἄλλην δύναμιν ἀναλαβόντας ἐπὶ τὴν Ῥώμην ἄγειν ὡς ῥᾳδίαν ἁλῶναι τῆς κρατίστης νεότητος ἐξεληλυθυίας· οἱ δὲ τὰς Οὐολούσκων τε καὶ τῶν ἄλλων συμμάχων βοηθείας ἀναμένειν συνεβούλευον τὰ ἀσφαλέστερα πρὸ τῶν θρασυτέρων αἱρουμένους· Ῥωμαίους μὲν γὰρ οὐθὲν ἀπολαύσειν ἐκ τῆς τριβῆς τοῦ χρόνου, ἑαυτοῖς δὲ βραδυνόμενα κρείττω γενήσεσθαι τὰ πράγματα.ἔτι δʼ αὐτῶν βουλευομένων ἧκεν ἐκ Ῥώμης ὁ ἕτερος τῶν ὑπάτων Τῖτος Οὐεργίνιος ἔχων τὴν σὺν ἑαυτῷ δύναμιν αἰφνίδιος ἐν τῇ κατόπιν νυκτὶ τὴν ὁδὸν διανύσας καὶ στρατοπεδεύεται δίχα τοῦ δικτάτορος ἐφʼ ἑτέρας ῥάχεως ὀρεινῆς πάνυ καὶ ἐχυρᾶς· ὥστʼ ἀμφοτέρωθεν ἀποκεκλεῖσθαι τοὺς Λατίνους τῶν ἐπὶ τὴν πολεμίαν ἐξόδων, τοῦ μὲν ὑπάτου τῶν ἀριστερῶν προκαθημένου μερῶν, τοῦ δὲ δικτάτορος τῶν δεξιῶν.ἔτι δὲ πλείονος ταραχῆς κατασχούσης τοὺς οὐδὲν πλεῖον τῶν ἀσφαλῶν προελομένους ἡγεμόνας καὶ δέους, μὴ τὰ οἰκεῖα οὐ πολλὰ ὄντα δαπανᾶν ἀναγκάζωνται βραδύνοντες, μαθὼν ὁ Ποστόμιος, ὅσον ἦν ἐν αὐτοῖς τὸ ἄπειρον στρατηγίας, πέμπει τὸν ἱππάρχην Τῖτον Αἰβούτιον ἄγοντα τοὺς ἀκμαιοτάτους ἱππεῖς τε καὶ ψιλούς, καταλαβέσθαι κελεύσας ὄρος τι καλῶς ἐν παρόδῳ κείμενον ταῖς παρακομιζομέναις Λατίνοις ἀγοραῖς οἴκοθεν· καὶ φθάνει πρὶν αἰσθέσθαι τοὺς πολεμίους ἡ σὺν τῷ ἱππάρχῃ πεμφθεῖσα δύναμις νύκτωρ παρενεχθεῖσα καὶ διʼ ὕλης ἀτριβοῦς διελθοῦσα καὶ γενομένη ἐγκρατὴς τοῦ λόφου.μαθόντες δʼ οἱ στρατηγοὶ τῶν πολεμίων καταλαμβανόμενα καὶ τὰ κατὰ νώτου σφῶν ἐρυμνὰ καὶ οὐδὲ περὶ τῆς οἴκοθεν ἀγορᾶς χρηστὰς ἔτι ἐλπίδας ἔχοντες ὡς ἀσφαλῶς σφίσι παρακομισθησομένης, ἀπαράξαι τοὺς Ῥωμαίους ἔγνωσαν ἀπὸ τοῦ λόφου, πρὶν ἢ χάρακι καὶ τάφρῳ κρατύνασθαι.ἀναλαβὼν δὲ τὴν ἵππον ἅτερος αὐτῶν Σέξτος ἤλαυνεν ἀνὰ κράτος αὐτήν, ὡς οὐ δεξομένης αὐτὸν τῆς Ῥωμαϊκῆς ἵππου. γενναίως δὲ τῶν Ῥωμαίων ἱππέων τοὺς ἐπιόντας ὑπομεινάντων μέχρι μέν τινος ἀντεῖχεν ὑποστρέφων τε καὶ αὖθις ἐπάγων· ἐπεὶ δʼ ἥ τε φύσις τοῦ χωρίου τοῖς μὲν ἤδη κρατοῦσι τῶν ἄκρων μεγάλα πλεονεκτήματα παρεῖχε, τοῖς δὲ κάτωθεν ἐπιοῦσιν οὐδὲν ὅ τι μὴ πολλὰς πάνυ πληγὰς καὶ πόνους ἀνηνύτους ἔφερε, καὶ αὖθις ἑτέρα παρῆν δύναμις τοῖς Ῥωμαίοις ἐπιλέκτων ἀνδρῶν ἐκ τῆς πεζικῆς φάλαγγος ἐπίκουρος, ἣν ὁ Ποστόμιος κατὰ πόδας ἀπέστειλεν, οὐδὲν ἔτι πράττειν δυνάμενος ἀπῆγε τὴν ἵππον ἐπὶ τὸν χάρακα· καὶ οἱ Ῥωμαῖοι βεβαίως κρατοῦντες τὸ χωρίον προφανῶς κρατύνονται τὴν φυλακήν.μετὰ τοῦτο τὸ ἔργον τοῖς περὶ Μαμίλιον καὶ Σέξτον ἐδόκει μὴ πολὺν διὰ μέσου ποιεῖν τὸν χρόνον, ἀλλʼ ὀξείᾳ κρῖναι τὰ πράγματα μάχῃ. τῷ δὲ δικτάτορι τῶν Ῥωμαίων καταρχὰς οὕτως ἔχοντι προαιρέσεως, ὡς ἀμαχητὶ καταλύσεσθαι τὸν πόλεμον καὶ παντὸς μάλιστα διὰ τὴν ἀπειρίαν τῶν ἀντιστρατήγων τοῦτο ποιήσειν ἐλπίσαντι, τότʼ ἐφάνη χωρεῖν ἐπὶ τὸν ἀγῶνα. ἑάλωσαν γάρ τινες ὑπὸ τῶν φρουρούντων τὰς ὁδοὺς ἱππέων ἄγγελοι γράμματα φέροντες παρʼ Οὐολούσκων πρὸς τοὺς στρατηγοὺς τῶν Λατίνων δηλοῦντα, ὅτι πολλαὶ δυνάμεις αὐτοῖς ἐπὶ συμμαχίαν ἥξουσιν εἰς ἡμέραν τρίτην μάλιστα καὶ αὖθις ἕτεραι παρʼ Ἑρνίκων.τὰ μὲν δὴ παρασχόντα τοῖς ἡγεμόσιν αὐτῶν ταχεῖαν παρατάξεως ἀνάγκην τέως οὐ προαιρουμένοις ταῦτʼ ἦν. ἐπειδὴ δὲ τὰ σημεῖα ἤρθη παρʼ ἑκατέρων τῆς μάχης, προῄεσαν εἰς τὸ μεταξὺ χωρίον ἀμφότεροι καὶ ἐξέτασσον τὰς δυνάμεις κατὰ τάδε· Σέξτος μὲν Ταρκύνιος ἐπὶ τοῦ λαιοῦ τῶν Λατίνων ἐτάχθη κέρατος, Ὀκταούιος δὲ Μαμίλιος ἐπὶ τοῦ δεξιοῦ, τὴν δὲ κατὰ μέσον στάσιν εἶχεν ὁ ἕτερος τῶν Ταρκυνίου παίδων Τῖτος, ἔνθα καὶ Ῥωμαίων οἵ τε αὐτόμολοι καὶ οἱ φυγάδες ἐτάχθησαν. ἡ δʼ ἵππος ἅπασα τριχῇ διαιρεθεῖσα τοῖς κέρασιν ἀμφοτέροις προσενεμήθη καὶ τοῖς κατὰ μέσην τεταγμένοις