ταῦτα μὲν οὖν τὰ λεχθέντα ὑπὸ τῶν προεστηκότων τῆς βουλῆς, τοῦ δὲ δικτάτορος τὴν Λαρκίου γνώμην προελομένου καὶ οὐδενὸς ἔτι λέξαντος τἀναντία παρῆσαν εἰσκληθέντες εἰς τὸ συνέδριον οἱ πρέσβεις τὰς ἀποκρίσεις ληψόμενοι· καὶ ὁ Ποστόμιος ὀνειδίσας αὐτοῖς τὴν οὐδέποτε σωφρονισθῆναι δυναμένην κακίαν· δίκαιον μὲν ἦν, ἔφη, τὰ ἔσχατα παθεῖν, ἅτε δὴ καὶ αὐτοὶ πράττειν ἐμέλλετε, εἰ κατωρθώσατε ἃς πολλάκις ἤλθετε ἐπʼ % αὐτοὺς ὁδούς· οὐ μέντοι Ῥωμαίους τὰ δίκαια πρὸ τῶν ἐπιεικῶν προελέσθαι λογιζομένους, ὅτι συγγενεῖς εἰσι καὶ ἐπὶ τὸν ἔλεον τῶν ἀδικουμένων καταπεφεύγασιν, ἀλλὰ καὶ ταύτας τὰς ἁμαρτίας αὐτοῖς ἀζημίους ἀφιέναι θεῶν τε ὁμογνίων ἕνεκα καὶ τύχης ἀτεκμάρτου, παρʼ ἧς τὸ κράτος ἔσχον.νῦν μὲν οὖν, ἔφη, παντὸς ἠλευθερωμένοι δέους πορεύεσθε, ἐὰν δὲ τοὺς αἰχμαλώτους ἀπολύσητε καὶ τοὺς αὐτομόλους παραδῶτε ἡμῖν καὶ τοὺς φυγάδας ἐξελάσητε, τότε τοὺς περὶ φιλίας τε καὶ συμμαχίας διαλεξομένους πρέσβεις πέμπετε πρὸς ἡμᾶς, ὡς οὐδενὸς ἀτυχήσοντες τῶν μετρίων. ἀπῄεσαν οἱ πρέσβεις ταύτας τὰς ἀποκρίσεις λαβόντες καὶ μετʼ ὀλίγας ἡμέρας ἧκον τούς τʼ αἰχμαλώτους ἀφεικότες καὶ τοὺς ἁλόντας τῶν αὐτομόλων δεσμίους ἄγοντες καὶ τοὺς ἅμα Ταρκυνίῳ φυγάδας ἐξεληλακότες ἐκ τῶν πόλεων. ἀνθʼ ὧν εὕροντο παρὰ τῆς βουλῆς τὴν ἀρχαίαν φιλίαν καὶ συμμαχίαν καὶ τοὺς ὅρκους τοὺς ὑπὲρ τούτων ποτὲ γενομένους διὰ τῶν εἰρηνοδικῶν ἀνενεώσαντο. ὁ μὲν δὴ πρὸς τοὺς τυράννους συστὰς πόλεμος τετρακαιδεκαέτης ἀπὸ τῆς ἐκπτώσεως αὐτῶν γενόμενος τοιαύτης ἔτυχε τελευτῆς.Ταρκύνιος δʼ ὁ βασιλεύς, οὗτος γὰρ ἔτι λοιπὸς ἐκ τοῦ γένους ἦν, ὁμοῦ τι γεγονὼς ἐνενηκονταέτης κατὰ τὸν χρόνον τοῦτον, ἀπολωλεκὼς τὰ τέκνα καὶ τὸν τῶν κηδεστῶν οἶκον καὶ γῆρας ἐλεεινὸν καὶ παρʼ ἐχθροῖς διαντλῶν, οὔτε Λατίνων ὑποδεχομένων αὐτὸν ἔτι ταῖς πόλεσιν, οὔτε Τυρρηνῶν οὔτε Σαβίνων οὔτʼ ἄλλης πλησιοχώρου πόλεως ἐλευθέρας οὐδεμιᾶς, εἰς τὴν Καμπανίδα Κύμην ᾤχετο πρὸς Ἀριστόδημον τὸν ἐπικληθέντα Μαλακὸν τυραννοῦντα τότε Κυμαίων· παρʼ ᾧ βραχύν τινα ἡμερῶν ἀριθμὸν ἐπιβιοὺς ἀποθνήσκει καὶ θάπτεται ὑπʼ αὐτοῦ. τῶν δὲ σὺν ἐκείνῳ φυγάδων οἱ μὲν ἐν τῇ Κύμῃ κατέμειναν, οἱ δʼ εἰς ἄλλας τινὰς πόλεις σκεδασθέντες ἐπὶ ξένης τὸν βίον κατέστρεψαν.Ῥωμαίοις δὲ καταλυσαμένοις τοὺς ὑπαίθρους πολέμους ἡ πολιτικὴ στάσις αὖθις ἐπανίστατο τῆς μὲν βουλῆς ψηφισαμένης καθίζειν τὰ δικαστήρια καὶ τὰς ἀμφισβητήσεις, ἃς διὰ τὸν πόλεμον ἀνεβάλλοντο, κρίνεσθαι κατὰ τοὺς νόμους· τῶν δὲ περὶ τὰς συναλλαγὰς ἀμφισβητημάτων εἰς μεγάλους κλύδωνας καὶ δεινὰς προβεβηκότων ἀτοπίας τε καὶ· ἀναισχυντίας, τῶν μὲν δημοτικῶν ἀδυνάτως ἔχειν σκηπτομένων διαλύειν τὰ χρέα, χώρας τʼ αὐτοῖς κεκομμένης ἐν τῷ πολυετεῖ πολέμῳ καὶ βοσκημάτων διεφθαρμένων καὶ ἀνδραπόδων αὐτομολίαις καὶ καταδρομαῖς σπανισθέντων τῆς τε κατὰ πόλιν κτήσεως ἐξανηλωμένης ταῖς εἰς τὴν στρατείαν δαπάναις· τῶν δὲ δανειστῶν ταύτας μὲν τὰς συμφορὰς ὁμοίας ἅπασι γεγονέναι λεγόντων καὶ οὐ μόνοις τοῖς χρεωφειλέταις, οὐκ ἀνεκτὸν δʼ ἡγουμένων σφίσι μὴ μόνον, ἃ διὰ τὸν πόλεμον ἀφῃρέθησαν ὑπὸ τῶν ἐχθρῶν, ἀλλὰ καὶ ἃ δεομένοις τισὶ τῶν πολιτῶν ἐν εἰρήνῃ συνήλλαξαν, ἀπολωλέναι.ἀξιούντων δʼ οὔτε τῶν δανειστῶν οὐδὲν μέτριον ὑπομένειν οὔτε τῶν χρεωφειλετῶν ποιεῖν οὐδὲν δίκαιον, ἀλλὰ τῶν μὲν οὐδὲ τοὺς τόκους ἀφιέναι, τῶν δὲ μηδὲ αὐτὰ τὰ συναλλάγματα διαλύειν· ἐξ ὧν σύνοδοι μὲν ἤδη κατὰ συστροφὰς τῶν ἐν ταῖς ὁμοίαις ὄντων τύχαις ἐγένοντο καὶ ἀντιπαρατάξεις κατὰ τὴν ἀγοράν, ἔστι δʼ ὅτε καὶ χειρῶν ἁψιμαχίαι, καὶ συνετετάρακτο πᾶς ὁ πολιτικὸςκόσμος· ταῦθʼ ὁρῶν ὁ Ποστόμιος, ἕως ἔτι τὸ τιμώμενον εἶχε παρὰ πάντων ὅμοιον πολέμῳ βαρεῖ καλὸν ὑπεκδῦναι τοὺς πολιτικοὺς χειμῶνας ἔγνω· καὶ πρὶν ἐκπληρῶσαι τὸν ἔσχατον τῆς αὐτοκράτορος ἀρχῆς χρόνον, τήν τε δικτατορίαν ἐξωμόσατο καὶ προθεὶς ἀρχαιρεσιῶν ἡμέραν μετὰ τοῦ συνυπάτου τὰς πατρίους κατέστησεν ἀρχάς.παραλαμβάνουσι δὴ ὕπατοι πάλιν τὴν ἐνιαύσιόν τε καὶ νόμιμον ἀρχὴν Ἄππιος Κλαύδιος Σαβῖνος καὶ Πόπλιος Σερουίλιος Πρίσκος· οἳ τὸ μὲν ἀνωτάτω συμφέρον εἶδον ὀρθῶς, ὅτι δεῖ περισπᾶν τὸν ἐντὸς τείχους θόρυβον ἐπὶ τοὺς ἔξω πολέμους· καὶ παρεσκευάζοντο κατὰ τοῦ Οὐολούσκων ἔθνους τὸν ἕτερον σφῶν ἐξάγειν στρατιάν, τιμωρήσασθαί τʼ αὐτοὺς προαιρούμενοι τῆς ἀποσταλείσης κατὰ Ῥωμαίων Λατίνοις συμμαχίας καὶ προκαταλαβεῖν τὰς παρασκευὰς αὐτῶν ἔτι συνεσταλμένας. ἠγγέλλοντο γὰρ κἀκεῖνοι δυνάμεις ἤδη καταγράφειν ἁπάσῃ σπουδῇ καὶ εἰς τὰ πλησίον ἔθνη πρεσβεύεσθαι παρακαλοῦντες ἐπὶ τὴν συμμαχίαν, πυθόμενοι τοὺς δημοτικοὺς ἀφεστηκέναι τῶν πατρικίων καὶ νομίσαντες οὐ χαλεπὸν εἶναι πόλιν οἰκείῳ πολέμῳ νοσοῦσαν ἄρασθαι.ἐπὶ τούτους δὴ στρατιὰν ἐξάγειν βουλευσάμενοι καὶ δόξαντες ἅπασι τοῖς συνέδροις ὀρθῶς βεβουλεῦσθαι προεῖπον ἥκειν ἅπασι τοῖς ἐν ἀκμῇ χρόνον ὁρίσαντες, ἐν ᾧ τὴν καταγραφὴν τῶν στρατιωτῶν ἔμελλον ποιεῖσθαι. ὡς δʼ οὐχ ὑπήκουον αὐτοῖς οἱ δημοτικοὶ καλούμενοι πολλάκις ἐπὶ τὸν στρατιωτικὸν ὅρκον, οὐκέτι τὴν αὐτὴν ἑκάτερος εἶχε γνώμην, ἀλλʼ ἔνθεν ἀρξάμενοι διεστήκεσάν τε καὶ τἀναντία πράττοντες ἀλλήλοις παρὰ πάντα τὸν τῆς ἀρχῆς χρόνον διετέλεσαν.