ὡς δὲ μετέστησαν ἐκ τοῦ βουλευτηρίου καὶ λόγος ἀπεδόθη τοῖς εἰωθόσιν ἀποφαίνεσθαι γνώμας, Τῖτος μὲν Λάρκιος ὁ πρῶτος ἀποδειχθεὶς δικτάτωρ ἐν τῷ παρελθόντι ἐνιαυτῷ ταμιεύεσθαι τὴν τύχην αὐτοῖς συνεβούλευε μέγιστον εἶναι λέγων ἐγκώμιον ὥσπερ ἑνὸς ἀνδρὸς οὕτω καὶ πόλεως ὅλης, εἰ μὴ διαφθαρήσεται ταῖς εὐπραγίαις, ἀλλʼ εὐμενῶς καὶ μετρίως φέροι τἀγαθά.πάσας μὲν γὰρ τὰς εὐτυχίας φθονεῖσθαι, μάλιστα δʼ ὅσαις πρόσεστιν εἰς τοὺς ταπεινωθέντας καὶ ὑπὸ χεῖρα γενομένους ὕβρις καὶ βαρύτης· τῇ τύχῃ δʼ οὐκ ἐῶν τι πιστεύειν πολλάκις αὐτῆς πεῖραν εἰληφότας ἐπʼ οἰκείοις κακοῖς τε καὶ ἀγαθοῖς, ὡς ἀβέβαιός ἐστι καὶ ἀγχίστροφος· οὐδʼ ἀνάγκην προσάγειν τοῖς διαφόροις τὴν περὶ τῶν ἐσχάτων κινδύνων, δι’ ἣν καὶ παρὰ γνώμην τολμηταὶ γίνονταίτινες καὶ ὑπὲρ δύναμιν μαχηταί· δέος δὲ σφίσιν εἶναι λέγων, μὴ κοινὸν μῖσος ἐπισπάσωνται παρὰ πάντων ὅσων ἀξιοῦσιν ἄρχειν, ἐὰν πικρὰς καὶ ἀπαραιτήτους ἀπὸ τῶν ἁμαρτόντων ἀναπράττωνται δίκας, ὡς ἐκβεβηκότες ἐκ τῶν συνήθων ἐπιτηδευμάτων, ἀφʼ ὧν εἰς ἐπιφάνειαν προῆλθον ἐπιλαθόμενοι, καὶ πεποιηκότες τυραννίδα τὴν ἀρχήν, ἀλλʼ οὐχ ἡγεμονίαν ὡς πρότερον ἦν καὶ προστασίαν· τά τε ἁμαρτήματα μέτρια καὶ οὐ νεμεσητὰ εἶναι λέγων, εἴ τινες ἐλευθερίας περιεχόμεναι πόλεις καὶ ἄρχειν ποτὲ μαθοῦσαι τῆς παλαιᾶς ἀξιώσεως οὐ μεθίενται. εἰ δʼ ἀνιάτως οἱ τῶν κρατίστων ὀρεχθέντες, ἐὰν διαμάρτωσι τῆς ἐλπίδος, ζημιώσονται, οὐδὲν ἔσεσθαι τὸ κωλῦον ἅπαντας ἀνθρώπους ὑπʼ ἀλλήλων ἀπολωλέναι· πᾶσι γὰρ εἶναι τὸν τῆς ἐλευθερίας πόθον ἔμφυτον.πολλῷ τε κρείττονα καὶ βεβαιοτέραν ἀποφαίνων ἀρχήν, ἥτις εὐεργεσίαις, ἀλλὰ μὴ τιμωρίαις κρατεῖν βούλεται τῶν ὑπηκόων· τῇ μὲν γὰρ εὔνοιαν ἀκολουθεῖν, τῇ δὲ φόβον, ἀνάγκην δʼ εἶναι φύσεως πάντα μάλιστα μισεῖσθαι τὰ φοβερά· τελευτῶν δὲ τοῦ λόγου παραδείγμασιν αὐτοὺς ἠξίου χρῆσθαι τοῖς κρατίστοις τῶν προγόνων ἔργοις, ἐφʼ οἷς ἐπαίνων ἐτύγχανον ἐκεῖνοι, ἐπιλεγόμενος ὅσας ἁλούσας κατὰ κράτος πόλεις οὐ κατασκάπτοντες οὐδὲ ἡβηδὸν ἀναιροῦντες οὐδʼ ἐξανδραποδιζόμενοι, ἀλλʼ ἀποικίας τῆς Ῥώμης ποιοῦντες, καὶ τοῖς βουλομένοις τῶν κρατηθέντων παρὰ σφίσι κατοικεῖν πολιτείας μεταδιδόντες, μεγάλην ἐκ μικρᾶς ἐποιοῦντο τὴν πόλιν. κεφάλαιον δʼ αὐτοῦ τῆς γνώμης ἦν ἀνανεώσεσθαι τὰς σπονδὰς πρὸς τὸ κοινὸν τῶν Λατίνων, ἃς ἦσαν πεποιημένοι πρότερον, καὶ μηδενὸς τῶν ἁμαρτημάτων μηδεμιᾷ πόλει μνησικακεῖν.Σερουίλιος δὲ Σουλπίκιος περὶ μὲν τῆς εἰρήνης καὶ τῆς ἀνανεώσεως τῶν σπονδῶν οὐδὲν ἀντέλεγεν· ἐπειδὴ δὲ πρότεροι τὰς σπονδὰς ἔλυσαν Λατῖνοι, καὶ οὐχὶ τότε πρῶτον, ὥστε συγγνώμης τινὸς αὐτοῖς δεῖν ἀνάγκην καὶ ἀπάτην προβαλλομένοις, ἀλλὰ πολλάκις ἤδη καὶ πρότερον, ὥστε καὶ διορθώσεως σφίσι δεῖν, τὴν μὲν ἄδειαν ἅπασι συγκεχωρῆσθαι καὶ τὴν ἐλευθερίαν διὰ τὸ συγγενές, τῆς δὲ γῆς τὴν ἡμίσειαν αὐτοὺς ἀφαιρεθῆναι καὶ κληρούχους ἀποσταλῆναι Ῥωμαίων εἰς αὐτήν, οἵ τινες ἐκείνην καρπώσονται καὶτοὺς ἄνδρας μηδὲν ἔτι νεωτερίσαι σπουδάσουσι. Σπόριος δὲ Κάσσιος ἀνελεῖν τὰς πόλεις αὐτῶν συνεβούλευε θαυμάζειν λέγων ἐπὶ ταῖς εὐηθείαις τῶν παραινούντων ἀφεῖναι τὰς ἁμαρτίας αὐτοῖς ἀζημίους, εἰ μηδὲ δύνανται καταμαθεῖν, ὅτι διὰ τὸν φθόνον τὸν ἔμφυτόν τε καὶ ἀναφαίρετον, ὃν ἔχουσι πρὸς τὴν πόλιν αὐτῶν αὐξομένην, ἄλλους ἐπʼ ἄλλοις ἐπιτεχνῶνται πολέμους καὶ οὐδέποτε παύσονται τῆς ἐπιβούλου προαιρέσεως ἑκόντες, ἕως αὐτῶν τοῦτʼ ἐν ταῖς ψυχαῖς τὸ δύστηνον ἐνοικεῖ πάθος· οἵ γε τελευτῶντες ὑπὸ τυράννῳ ποιήσασθαι, θηρίων ἁπάντων ἀγριωτάτῳ, συγγενῆ σφῶν πόλιν ἐπεχείρησαν ἁπάσας ἀνατρέψαντες τὰς ἐπὶ θεῶν ὁμολογίας, οὐκ ἄλλαις τισὶν ἐλπίσιν ἐπαρθέντες, ἀλλʼ ὅτι ἂν μὴ αὐτοῖς κατὰ γνώμην χωρήσῃ τὰ τοῦ πολέμου δίκην οὐδεμίαν ὑφέξουσιν ἤτινα μικρὰν κομιδῇ. παραδείγμασί τε καὶ αὐτὸς ἠξίου χρῆσθαι τοῖς τῶν προγόνων ἔργοις, οἳ τὴν Ἀλβανῶν πόλιν, ἐξ ἧς αὐτοί τʼ ἀπῳκίσθησαν καὶ Λατίνων ἅπασαι πόλεις, ἐπειδὴ φθονοῦσαν ἔγνωσαν τοῖς αὑτῶν ἀγαθοῖς καὶ τὴν ἄδειαν, ἣν ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασιν εὕρετο, μείζονος ἐπιβουλῆς ἀφορμὴν ποιησαμένην, ἐν ἡμέρᾳ καθελεῖν ἔγνωσαν μιᾷ· ἐν ἴσῳ δόξαντες εἶναι τῷ μηδένα οἰκτείρειν τῶν τὰ μέτρια ἁμαρτανόντων τὸ μηδένα τιμωρεῖσθαι τῶν τὰ μέγιστα καὶἀδιόρθωτα ἀδικούντων. μωρίας δὲ πολλῆς εἶναι καὶ ἀναλγησίας ἔργον· οὐ γὰρ δὴ φιλανθρωπίας οὐδὲ μετριότητος· τὸν τῶν ἀποικισάντων σφᾶς φθόνον, ἐπεὶ πέρα τοῦ δέοντος ἔδοξεν εἶναι βαρὺς καὶ ἀφόρητος, οὐκ ἀνασχομένους τὸν τῶν ὁμογενῶν ὑπομένειν τούς τʼ ἐν ἐλάττοσι πείραις ἐλεγχθέντας πολεμίους ἀφαιρέσει πόλεως ζημιώσαντας, παρὰ τῶν πολλάκις τὸ μῖσος ἀδιάλλακτον ἀποδειξαμένων μηδεμίαν εἰσπράξασθαι δίκην.ταῦτʼ εἰπὼν καὶ τὰς ἀποστάσεις τῶν Λατίνων ἁπάσας ἐξαριθμησάμενος τῶν τʼ ἀπολομένων ἐν τοῖς πρὸς αὐτοὺς πολέμοις Ῥωμαίων τὸ πλῆθος ὅσον ἦν ἀναμνήσας, ἠξίου τὸν αὐτὸν τρόπον χρήσεσθαι καὶ τούτοις, ὃν ἐχρήσαντο Ἀλβανοῖς πρότερον· τὰς μὲν οὖν πόλεις αὐτῶν ἀνελεῖν καὶ τὴν χώραν αὐτῶν τῇ Ῥωμαίων προσθεῖναι, τῶν δʼ ἀνθρώπων τοὺς μὲν εὔνοιάν τινα· πρὸς αὐτοὺς ἀποδειξαμένους ἔχοντας τὰ σφέτερα πολίτας ποιήσεσθαι, τοὺς δʼ αἰτίους τῆς ἀποστάσεως, ὑφʼ ὧν αἱ σπονδαὶ διελύθησαν, ὡς προδότας ἀποκτεῖναι· ὅσον δὲ τοῦ δήμου πτωχὸν καὶ ἀργὸν καὶ ἄχρηστον ἐν ἀνδραπόδων ποιήσεσθαι λόγῳ.