οἱ δʼ ἐν τῷ κατόπιν ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν παραλαβόντες, Αὖλος Σεμπρώνιος Ἀτρατῖνος καὶ Μάρκος Μηνύκιος, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πρώτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης ἄρχοντος Ἀθήνησιν Ἱππάρχου, ἄλλο μὲν οὐδὲν οὔτε πολεμικὸν οὔτε πολιτικὸν ἱστορίας ἄξιον ἐπὶ τῆς ἑαυτῶν ἀρχῆς ἔπραξαν· αἵ τε γὰρ πρὸς Λατίνους ἀνοχαὶ πολλὴν αὐτοῖς ἀπὸ τῶν ἔξωθεν πολέμων παρέσχον εἰρήνην ἥ τε τῆς ἀναπράξεως τῶν δανείων κώλυσις, ἣν ἐψηφίσατο ἡ βουλή, τέως ἂν ὁ προσδοκώμενος πόλεμος εἰς ἀσφαλὲς ἔλθῃ τέλος, ἔπαυσε τοὺς ἐντὸς τείχους νεωτερισμούς, οὓς ἐποιοῦντο οἱ πένητες ἀφεῖσθαι τῶν χρεῶν ἀξιοῦντες δημοσίᾳ·δόγμα δὲ βουλῆς ἐκύρωσαν ἐπιεικέστατον, Λατίνοις ἀνδράσιν εἴ τινες ἔτυχον ἐκ τοῦ Ῥωμαίων ἔθνους συνοικοῦσαι γυναῖκες ἢ Ῥωμαίοις Λατῖναι, ἑαυτῶν εἶναι κυρίας, ἐάν τε μένειν θέλωσι παρὰ τοῖς γεγαμηκόσιν ἐάν τε μή, εἰς τὰς πατρίδας ἀναστρέφειν· τῶν δʼ ἐκγόνων τὰ μὲν ἄρρενα παρὰ τοῖς πατράσι μένειν, τὰς δὲ θηλείας καὶ ἔτι ἀγάμους ταῖς μητράσιν ἕπεσθαι· ἐτύγχανον δὲ πολλαὶ πάνυ γυναῖκες εἰς τὰς ἀλλήλων πόλεις ἐκδεδομέναι καὶ διὰ τὸ συγγενὲς καὶ διὰ φιλίαν, οἳ τυχοῦσαι τῆς ἐκ τοῦ ψηφίσματος ἀδείας ἐδήλωσαν ὅσην εἶχον ἐπιθυμίαν τῆς ἐν Ῥώμῃ διαίτης.αἵ τε γὰρ ἐν ταῖς Λατίνων πόλεσι Ῥωμαῖαι μικροῦ δεῖν πᾶσαι καταλιποῦσαι τοὺς ἄνδρας ὡς τοὺς πατέρας ἀνέστρεψαν, αἵ τε Ῥωμαίοις ἐκδεδομέναι Λατίνων πλὴν δυεῖν, αἱ λοιπαὶ τῶν πατρίδων ὑπεριδοῦσαι παρὰ τοῖς γεγαμηκόσιν ἔμειναν· οἰωνὸς εὐτυχὴς τῆς μελλούσης πόλεως ἐπικρατήσειν τῷ πολέμῳ.ἐπὶ τούτων φασὶ τῶν ὑπάτων τὸν νεὼν καθιερωθῆναι τῷ Κρόνῳ κατὰ τὴν ἄνοδον τὴν εἰς τὸ Καπετώλιον φέρουσαν ἐκ τῆς ἀγορᾶς, καὶ δημοτελεῖς ἀναδειχθῆναι τῷ θεῷ καθʼ ἕκαστον ἐνιαυτὸν ἑορτάς τε καὶ θυσίας. τὰ δὲ πρὸ τούτων βωμὸν αὐτόθι καθιδρύσθαι λέγουσι τὸν ὑφʼ Ἡρακλέους κατεσκευασμένον, ἐφʼ οὗ τὰς ἐμπύρους ἀπαρχὰς ἔθυον Ἑλληνικοῖς ἔθεσιν οἱ τὰ ἱερὰ παρʼ ἐκείνου παραλαβόντες· τὴν δʼ ἀρχὴν τῆς ἱδρύσεως τοῦ ναοῦ τινὲς μὲν ἱστοροῦσι λαβεῖν Τῖτον Λάρκιον τὸν ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ, οἱ δὲ καὶ βασιλέα Ταρκύνιον τὸν ἐκπεσόντα τῆς ἀρχῆς· τὴν δὲ καθιέρωσιν τοῦ ναοῦ λαβεῖν Πόστομον Κομίνιον κατὰ ψήφισμα βουλῆς. τούτοις μὲν δὴ τοῖς ὑπάτοις εἰρήνης ὥσπερ ἔφην βαθείας ἐξεγένετο ἀπολαῦσαι.μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ἀρχὴν Αὖλος Ποστόμιος καὶ Τῖτος Οὐεργίνιος, ἐφʼ ὧν αἱ μὲν ἐνιαύσιοι ἀνοχαὶ πρὸς Λατίνους διελέλυντο, παρασκευαὶ δὲ πρὸς τὸν πόλεμον ὑφʼ ἑκατέρων ἐγίνοντο μεγάλαι. ἦν δὲ τὸ μὲν Ῥωμαίων πλῆθος ἅπαν ἑκούσιον καὶ σὺν πολλῇ προθυμίᾳ χωροῦν ἐπὶ τὸν ἀγῶνα· τοῦ δὲ Λατίνων τὸ πλέον ἀπρόθυμον καὶ ὑπʼ ἀνάγκης κατειργόμενον, τῶν μὲν δυναστευόντων ἐν ταῖς πόλεσιν ὀλίγου δεῖν πάντων δωρεαῖς τε καὶ ὑποσχέσεσιν ὑπὸ Ταρκυνίου τε καὶ Μαμιλίου διεφθαρμένων, τῶν δὲ δημοτικῶν, ὅσοις οὐκ ἦν βουλομένοις ὁ πόλεμος, ἀπελαυνομένων ἀπὸ τῆς περὶ τῶν κοινῶν φροντίδος·οὐδὲ γὰρ λόγος ἔτι τοῖς βουλομένοις ἀπεδίδοτο. ἠναγκάζοντο δὴ χαλεπαίνοντες ἐπὶ τούτῳ συχνοὶ καταλιπεῖν τὰς πόλεις καὶ πρὸς τοὺς Ῥωμαίους αὐτομολεῖν· κωλύειν γὰρ οὐκ ἠξίουν οἱ διʼ ἑαυτῶν πεποιημένοι τὰς πόλεις, ἀλλὰ πολλὴν τοῖς διαφόροις, τῆς ἑκουσίου φυγῆς χάριν ᾔδεσαν. ὑποδεχόμενοι δʼ αὐτοὺς οἱ Ῥωμαῖοι τοὺς μὲν ἅμα γυναιξὶ καὶ τέκνοις ἀφικνουμένους εἰς τὰς ἐντὸς τείχους κατέταττον στρατιὰς τοῖς πολιτικοῖς ἐγκαταμιγνύντες λόχοις, τοὺς δὲ λοιποὺς εἰς τὰ περὶ τὴν πόλιν ἀποστέλλοντες φρούρια καὶ ταῖς ἀποικίαις ἀπομερίζοντες, ἵνα μή τι νεωτερίσειαν, εἶχον ἐν φυλακῇ.ἁπάντων δὲ τὴν αὐτὴν γνώμην λαβόντων, ὅτι μιᾶς δεῖ πάλιν τοῖς πράγμασιν ἐφειμένης ἅπαντα διοικεῖν κατὰ τὸν αὑτῆς λογισμὸν ἀνυπευθύνου ἀρχῆς, δικτάτωρ ἀποδείκνυται τῶν ὑπάτων ὁ νεώτερος Αὖλος Ποστόμιος ὑπὸ τοῦ συνάρχοντος Οὐεργινίου· ἱππάρχην δʼ αὐτὸς ἑαυτῷ προσείλετο κατὰ τὸν αὐτὸν τρόπον τῷ προτέρῳ δικτάτορι Τῖτον Αἰβούτιον Ἔλβαν· καὶ καταγράψας ἐν ὀλίγῳ χρόνῳ τοὺς ἐν ἥβῃ Ῥωμαίους ἅπαντας καὶ διελὼν εἰς τέτταρα μέρη τὴν δύναμιν, μιᾶς μὲν αὐτὸς ἡγεῖτο μοίρας, ἑτέρας δὲ τὸν συνύπατον Οὐεργίνιον ἔταξεν ἄρχειν, τῆς δὲ τρίτης Αἰβούτιον τὸν ἱππάρχην, ἐπὶ δὲ τῆς τετάρτης κατέλιπεν ἔπαρχον Αὖλον Σεμπρώνιον, ᾧ τὴν πόλιν φυλάττειν ἐπέτρεψεν.παρεσκευασμένῳ δʼ αὐτῷ πάντα τἀπιτήδεια πρὸς τὸν πόλεμον ἧκον ἀγγέλλοντες οἱ σκοποὶ πανστρατιᾷ Λατίνους ἐξεληλυθότας· καὶ αὖθις ἕτεροι δηλοῦντες ἐξ ἐφόδου τι καταληφθῆναι πρὸς αὐτῶν χωρίον ἐχυρὸν Κορβιῶνα καλούμενον, ἐν ᾧ φρουρά τις ἦν Ῥωμαίων ἐνοικουροῦσα ὀλίγη· ἣν ἅπασαν διαφθείραντες καὶ τὸ χωρίον αὐτὸ κατασχόντες ὁρμητήριον ἐποιοῦντο τοῦ πολέμου· ἀνδράποδα δὲ καὶ βοσκήματα οὐ κατελάμβανον ἐν τοῖς ἀγροῖς χωρὶς τῶν ἐν τῷ Κορβιῶνι ἐγκαταληφθέντων, προανεσκευασμένων πρὸ πολλοῦ τῶν γεωργῶν εἰς τὰ προσεχέστατα τῶν ἐρυμάτων, ὅσα δύναμις ἦν ἑκάστοις φέρειν τε καὶ ἄγειν· οἰκίας δʼ αὐτῶν ἐνεπίμπρασαν ἐρήμους ἀφειμένας καὶ γῆν ἐδῄουν.