οὔτε γὰρ ἄλλοθί που συνεχώρησεν ἀπαχθέντας τοὺς υἱοὺς ἔξω τῆς ἁπάντων ὄψεως ἀποθανεῖν, οὔτʼ αὐτὸς ἐκ τῆς ἀγορᾶς ὑπανεχώρησεν, ἕως ἐκεῖνοι κολασθῶσι, τὴν δεινὴν θέαν ἐκτρεπόμενος, οὔτʼ ἄνευ προπηλακισμοῦ ἀφῆκεν αὐτοῖς τὴν ἐψηφισμένην ἐκπληρῶσαι μοῖραν· ἀλλὰ πάντα τὰ περὶ τὰς τιμωρίας ἔθη καὶ νόμιμα φυλάττων, ὅσα τοῖς κακούργοις ἀπόκειται παθεῖν, ἐν ἀγορᾷ πάντων ὁρώντων αἰκισθέντας τὰ σώματα πληγαῖς, αὐτὸς ἅπασι τοῖς γιγνομένοις παρών, τότε συνεχώρησε τοὺς αὐχένας τοῖς πελέκεσιν ἀποκοπῆναι.ὑπὲρ ἅπαντα δὲ τὰ παράδοξα καὶ θαυμαστὰ τοῦ ἀνδρὸς τὸ ἀτενὲς τῆς ὄψεως καὶ ἄτεγκτον ἦν· ὅς γε τῶν ἄλλων ἁπάντων ὅσοι τῷ πάθει παρεγένοντο κλαιόντων μόνος οὔτʼ ἀνακλαυσάμενος ὤφθη τὸν μόρον τῶν τέκνων οὔτʼ ἀποιμώξας ἑαυτὸν τῆς καθεξούσης τὸν οἶκον ἐρημίας οὔτʼ ἄλλο μαλακὸν οὐθὲν ἐνδούς, ἀλλʼ ἄδακρύς τε καὶ ἀστένακτος καὶ ἀτενὴς διαμένων εὐκαρδίως ἤνεγκε τὴν συμφοράν. οὕτως ἰσχυρὸς ἦν τὴν γνώμην καὶ βέβαιος τὰ κριθέντα διατηρεῖν καὶ τῶν ἐπιταραττόντων τοὺς λογισμοὺς παθῶν καρτερός.ἀποκτείνας δὲ τοὺς υἱοὺς εὐθὺς ἐκάλει τοὺς ἀδελφιδοῦς τοῦ συνάρχοντος Ἀκυλλίους, παρʼ οἷς αἱ σύνοδοι τῶν κατὰ τῆς πόλεως συνομοσαμένων ἐγένοντο· καὶ τὰς ἐπιστολὰς αὐτῶν ἀναγνῶναι τῷ γραμματεῖ κελεύσας, ὥστε πάντας ἀκούειν τοὺς παρόντας, ἀπολογίαν ἔφησεν αὐτοῖς διδόναι. ὡς δὲ προήχθησαν οἱ νεανίσκοι πρὸς τὸ βῆμα, εἴθʼ ὑποθεμένου τινὸς τῶν φίλων εἴτʼ αὐτοὶ συμφρονήσαντες τοῖς γόνασι τοῦ θείου προσπίπτουσιν ὡς διʼ ἐκείνου σωθησόμενοι.κελεύσαντος δὲ τοῦ Βρούτου τοῖς ῥαβδούχοις ἀποσπᾶν αὐτοὺς καὶ ἀπάγειν ἐπὶ τὸν θάνατον, εἰ μὴ βούλοιντο ἀπολογήσασθαι, μικρὸν ἐπισχεῖν τοῖς ὑπηρέταις ὁ Καλλατῖνος εἰπών, ἕως τῷ συνάρχοντι διαλεχθῇ, λαβὼν τὸν ἄνδρα καταμόνας πολλὰς ἐξέτεινεν ὑπὲρ τῶν μειρακίων δεήσεις· τὰ μὲν ἀπολογούμενος ὡς διὰ νεότητος ἄνοιαν καὶ πονηρὰς φίλων ὁμιλίας εἰς ταύτην ἐμπεσόντων τὴν φρενοβλάβειαν, τὰ δὲ παρακαλῶν ἑαυτῷ χαρίσασθαι τὰς ψυχὰς τῶν συγγενῶνμίαν αἰτουμένῳ ταύτην τὴν δωρεὰν καὶ περὶ οὐδενὸς ἔτι ἑτέρου ἐνοχλήσοντι, τὰ δὲ διδάσκων, ὅτι συνταραχθῆναι κίνδυνος ὅλην τὴν πόλιν, ἐὰν ἅπαντας ἐπιχειρῶσι θανάτῳ ζημιοῦν τοὺς δόξαντάς τι συμπράττειν τοῖς φυγάσιν ὑπὲρ τῆς καθόδου· πολλοὺς γὰρ εἶναι καὶ οὐκ ἀσήμων οἰκιῶν ἐνίους. ὡς δʼ οὐκ ἔπειθε, τελευτῶν ἠξίου μὴ θάνατον, ἀλλὰ μετρίαν κατʼ αὐτῶν ὁρίσαι κόλασιν, ἄτοπον εἶναι λέγων τοὺς μὲν τυράννους φυγαῖς ἐζημιῶσθαι, τοὺς δὲ τῶν τυράννων φίλους θανάτῳ. ἀντιλέγοντος δὲ καὶ πρὸς τὴν ἐπιείκειαν τῆς κολάσεως τοῦ ἀνδρὸς καὶ οὐδʼ εἰς ἑτέρους ἀναβαλέσθαι χρόνους τὰς κρίσεις τῶν ἐν ταῖς αἰτίαις βουλομένου· τελευταία γὰρ αὕτη τοῦ συνάρχοντος δέησις ἦν· ἀλλʼ αὐθημερὸν ἀποκτενεῖν ἅπαντας ἀπειλοῦντος καὶ διομνυμένου, ἀδημονῶν ὁ Κολλατῖνος ἐπὶ τῷ μηδενὸς ὦν ἠξίου τυγχάνειν, Τοιγαροῦν, ἔφησεν, ἐπεὶ σκαιὸς εἶ καὶ πικρὸς ἐγὼ τὰ μειράκια ἀφαιροῦμαι τῆς αὐτῆς ἐξουσίας ἧς σὺ κύριος ὤν. καὶ ὁ Βροῦτος ἐκπικρανθείς, οὐκ ἐμοῦ γʼ, ἔφη, ζῶντος, ὦ Κολλατῖνε, τοὺς προδότας τῆς πατρίδος ἰσχύσεις ἐξελέσθαι· ἀλλὰ καὶ σὺ δώσεις δίκας ἃς προσῆκεν οὐκ εἰς μακράν.ταῦτʼ εἰπὼν καὶ φυλακὴν τοῖς μειρακίοις ἐπιστήσας ἐκάλει τὸν δῆμον εἰς ἐκκλησίαν. πληρωθείσης δὲ τῆς ἀγορᾶς ὄχλου· περιβόητον γὰρ ἀνὰ τὴν πόλιν ὅλην τὸ περὶ τοὺς παῖδας αὐτοῦ πάθος ἐγεγόνει· προελθών τε καὶ τοὺς ἐντιμοτάτους τῶν ἐν τῷ συνεδρίῳπαραστησάμενος ἔλεξε τοιάδε· ἐβουλόμην μὲν ἄν, ὦ ἄνδρες πολῖται, Κολλατῖνον τουτονὶ τὸν συνάρχοντα περὶ πάντων μοι ταὐτὰ φρονεῖν καὶ μὴ τῷ λόγῳ μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις μισεῖν τοὺς τυράννους καὶ πολεμεῖν· ἐπεὶ δὲ τἀναντία φρονῶν γέγονέ μοι καταφανὴς καὶ ἔστιν οὐ μόνον τῇ φύσει Ταρκυνίων συγγενής, ἀλλὰ καὶ τῇ προαιρέσει, διαλλαγάς τε πράττων πρὸς αὐτοὺς καὶ ἀντὶ τῶν κοινῇ συμφερόντων τὸ ἑαυτοῦ σκοπῶν λυσιτελές, αὐτός τε κωλύειν αὐτὸν παρεσκεύασμαι πράττειν ἃ κατὰ νοῦν ἔχει πονηρὰ ὄντα, καὶ ὑμᾶς ἐπὶ τούτῳ παρεκάλεσα· φράσω δʼ ὑμῖν πρῶτον μὲν, ἐν οἷς ἐγένετο κινδύνοις τὰ πράγματα τῆς πόλεως, ἔπειτα πῶς αὐτοῖς ἑκάτερος ἡμῶν κέχρηται.τῶν πολιτῶν τινες συνελθόντες εἰς τὴν Ἀκυλλίων οἰκίαν τῶν ἐκ τῆς Κολλατίνου γεγονότων ἀδελφῆς, ἐν οἷς ἦσαν οἵ τʼ ἐμοὶ παῖδες ἀμφότεροι καὶ οἱ τῆς γυναικὸς ἀδελφοὶ τῆς ἐμῆς καὶ ἄλλοι τινὲς ἅμα τούτοις οὐκ ἀφανεῖς, συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους καὶ συνώμοσαν ἀποκτείναντες ἐμὲ καταγαγεῖν Ταρκύνιον ἐπὶ τὴν ἀρχήν· ἐπιστολάς τε περὶ τούτων γράψαντες αὐτογράφους καὶ ταῖς ἑαυτῶν σφραγῖσι κατασημηνάμενοι πέμπειν πρὸς τοὺς φυγάδας ἔμελλον.ταῦθʼ ἡμῖν θεῶν τινος εὐνοίᾳ καταφανῆ γέγονεν ὑπὸ τοῦδε μηνυθέντα τοῦ ἀνδρός· ἔστι δʼ Ἀκυλλίων δοῦλος, παρʼ οἷς καταγόμενοι τῇ παρελθούσῃ νυκτὶ τὰς ἐπιστολὰς ἔγραψαν· καὶ τῶν γραμμάτων γεγόναμεν αὐτῶν ἐγκρατεῖς. Τῖτον μὲν οὖν ἐγὼ καὶ Τιβέριον τοὺς ἐμοὺς παῖδας τετιμώρημαι· καὶ οὐδὲν καταλέλυται διὰ τὴν ἐμὴν ἐπιείκειαν οὔτε νόμος οὔθʼ ὅρκος· Ἀκυλλίους δὲ Κολλατῖνος ἀφαιρεῖταί μου καί φησιν οὐκ ἐάσειν ὅμοια τοῖς ἐμοῖς παισὶ βουλεύσαντας τῶν ὁμοίων ἐκείνοις τυχεῖν.