ὡς δʼ ἦν αὐτῷ πάντα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια εὐτρεπῆ, προήγαγε τὰς δυνάμεις εἰς ὕπαιθρον, καὶ τίθεται στρατόπεδα τρία καθʼ οὓς μάλιστα ὑπελάμβανε τόπους ποιήσεσθαι τοὺς Λατίνους τὴν ἔφοδον. ἐνθυμούμενος δʼ, ὅτι φρονίμων στρατηγῶν ἐστιν, οὐ μόνον τὰ ἑαυτῶν πράγματα ποιεῖν ἰσχυρά, ἀλλὰ καὶ τὰ τῶν πολεμίων ἀσθενῆ, καὶ μάλιστα μὲν ἄνευ μάχης καὶ πόνου καταλύεσθαι τοὺς πολέμους, εἰ δὲ μή γε σὺν ἐλαχίστῃ τοῦ στρατιωτικοῦ πλήθους δαπάνῃ, πολέμων θʼ ἁπάντων κακίστους ἡγούμενος καὶ πλεῖστα τὰ λυπηρὰ ἔχοντας, οὓς πρὸς συγγενεῖς καὶ φίλους ἀναγκαζόμενοί τινες ἀναιροῦνται, ἐπιεικεστέρων μᾶλλον ἢ δικαιοτέρων ᾤετο δεῖν αὐτοῖς διαλύσεων.κρύφα τε δὴ πέμπων πρὸς τοὺς ἐπιφανεστάτους τῶν Λατίνων ἀνυπόπτους τινὰς ἔπειθε φιλίαν πράττειν ταῖς πόλεσι, καὶ ἐκ τοῦ φανεροῦ πρεσβευόμενος κατὰ πόλεις τε καὶ πρὸς τὸ κοινὸν οὐ χαλεπῶς ἐξειργάσατο μηκέτι τὴν αὐτὴν ἅπαντας ὁρμὴν ἔχειν πρὸς τὸν πόλεμον· μάλιστα δʼ αὐτοὺς ἐξεθεράπευσε καὶ διαστῆναι πρὸς τοὺς ἡγεμόνας ἐποίησε διὰ τοιαύτης εὐεργεσίας.οἱ γὰρ τὴν αὐτοκράτορα παρειληφότες τῶν Λατίνων στρατηγίαν, Μαμίλιός τε καὶ Σέξτος ἐν Τύσκλῳ πόλει τὰς δυνάμεις συνέχοντες, παρεσκευάζοντο μὲν ὡς ἐλάσοντες ἐπὶ τὴν Ῥώμην, ἐδαπάνων δὲ πολὺν εἰς τὸ μέλλειν χρόνον, εἴτε τὰς ὑστεριζούσας ἀναμένοντες πόλεις, εἴτε τῶν ἱερῶν αὐτοῖς οὐ γινομένων καλῶν. ἐν τούτῳ δὴ τῷ χρόνῳ τινὲς ἀποσκιδνάμενοι τοῦ στρατοπέδου τὴν χώραν τῶν Ῥωμαίων ἐπόρθουν.τοῦτο μαθὼν ὁ Λάρκιος ἀποστέλλει τὸν Κλοίλιον ἐπʼ αὐτοὺς ἄγοντα τῶν ἱππέων τε καὶ ψιλῶν τοὺς ἀνδρειοτάτους. ὃς ἐπιφανεὶς αὐτοῖς ἀπροσδόκητος ὀλίγους μέν τινας ἀποκτείνει μαχόμενος, τοὺς δὲ λοιποὺς αἰχμαλώτους λαμβάνει. τούτους ὁ Λάρκιος ἐκ τῶν τραυμάτων ἀναλαβὼν καὶ ταῖς ἄλλαις ἐκθεραπεύσας φιλανθρωπίαις ἀπέστειλεν εἰς Τύσκλον ἀθρόους ἄνευ λύτρων, πρεσβευτὰς σὺν αὐτοῖς πέμψας Ῥωμαίων τοὺς ἐντιμοτάτους. οὗτοι διεπράξαντο διαλυθῆναι τὸ στράτευμα τῶν Λατίνων καὶ γενέσθαι ταῖς πόλεσιν ἐνιαυσίους ἀνοχάς.ταῦτα διαπραξάμενος ὁ ἀνὴρ ἀπῆγε τὰς δυνάμεις ἐκ τῆς ὑπαίθρου καὶ πρὶν ἢ πάντα τὸν τῆς ἐξουσίας ἐκπληρῶσαι χρόνον ὑπάτους ἀποδείξας ἀπέθετο τὴν ἀρχὴν οὔτʼ ἀποκτείνας οὐθένα Ῥωμαίων οὔτʼ ἐξελάσας τῆς πατρίδος οὔτʼ ἄλλῃ συμφορᾷ βαρείᾳ περιβαλὼν οὐδεμιᾷ.οὗτος ὁ ζῆλος ἀπʼ ἐκείνου τοῦ ἀνδρὸς ἀρξάμενος ἅπασι παρέμεινε τοῖς λαμβάνουσι τὴν αὐτὴν ἐξουσίαν ἄχρι τῆς τρίτης πρὸ ἡμῶν γενεᾶς. οὐθένα γοῦν ἐκ τῆς ἱστορίας παρειλήφαμεν, ὃς οὐ μετρίως αὐτῇ καὶ πολιτικῶς ἐχρήσατο, πολλάκις ἀναγκασθείσης τῆς πόλεως καταλῦσαι τὰς νομίμους ἀρχὰς καὶ πάντα ποιῆσαι τὰ πράγματα ὑφʼ ἑνί.καὶ εἰ μὲν ἐν τοῖς ὀθνείοις πολέμοις μόνον ἦσαν οἱ λαμβάνοντες τὴν δικτατορίαν ἀγαθοὶ προστάται τῆς πατρίδος μηδὲν ὑπὸ τοῦ μεγέθους τῆς ἀρχῆς διαφθειρόμενοι ἧττον ἂν θαυμαστὸν ἦν· νῦν δὲ καὶ ἐν ταῖς ἐμφυλίοις διχοστασίαις πολλαῖς καὶ μεγάλαις γενομέναις καὶ ἐπὶ καταλύσει βασιλειῶν καὶ τυραννίδων ὑποπτευομένων καὶ ἐπʼ ἄλλων συμφορῶν κωλύσει μυρίων ὅσων οἱ τηλικαύτης τυχόντες ἐξουσίας ἅπαντες ἀνεπιλήπτους καὶ τῷ πρώτῳ λαβόντι τὴν ἀρχὴν ὁμοίους ἑαυτοὺς παρέσχον· ὥσθʼ ἅπασι παραστῆναι τὴν αὐτὴν δόξαν, ὅτι μία βοήθεια παντός ἐστιν ἀνιάτου κακοῦ καὶ τελευταίας σωτηρίας ἐλπίς, ὅταν ἀπορραγῶσιν ἅπασαι διὰ καιρούς τινας, ἡ τοῦ δικτάτορος ἀρχή. ἐπὶ δὲτῆς κατὰ τοὺς πατέρας ἡμῶν ἡλικίας ὁμοῦ τι τετρακοσίων διαγενομένων ἐτῶν ἀπὸ τῆς Τίτου Λαρκίου δικτατορίας διεβλήθη καὶ μισητὸν ἅπασιν ἀνθρώποις ἐφάνη τὸ πρᾶγμα Λευκίου Κορνηλίου Σύλλα πρώτου καὶ μόνου πικρῶς αὐτῇ καὶ ὠμῶς χρησαμένου· ὥστε τότε πρῶτον αἰσθέσθαι Ῥωμαίους, ὃ τὸν ἄλλον ἅπαντα χρόνον ἠγνόουν, ὅτι τυραννίς ἐστιν ἡ τοῦδικτάτορος ἀρχή. βουλήν τε γὰρ ἐκ τῶν ἐπιτυχόντων ἀνθρώπων συνέστησε καὶ τὸ τῆς δημαρχίας κράτος εἰς τοὐλάχιστον συνέστειλε καὶ πόλεις ὅλας ἐξῴκισε καὶ βασιλείας τὰς μὲν ἀνεῖλε, τὰς δʼ αὐτὸς ἀπέδειξε, καὶ ἄλλα πολλὰ καὶ αὐθάδη διεπράξατο, περὶ ὧν πολὺ ἂν ἔργον εἴη λέγειν· πολίτας τε χωρὶς τῶν ἐν ταῖς μάχαις ἀπολομένων τοὺς παραδόντας αὐτῷ σφᾶς αὐτοὺς οὐκ ἐλάττους τετρακισμυρίων ἀπέκτεινεν, ὧν τινας καὶβασάνοις πρῶτον αἰκισάμενος. εἰ μὲν οὖν ἀναγκαίως ἢ συμφερόντως τῷ κοινῷ πάντα ταῦτʼ ἔπραξεν, οὐχ ὁ παρὼν καιρὸς ἐξετάζειν· ὅτι δὲ διὰ ταῦτʼ ἐμισήθη καὶ δεινὸν ἐφάνη τὸ τοῦ δικτάτορος ὄνομα, τοῦτό μοι προὔκειτο ἐπιδεῖξαι. πέφυκε δʼ οὐ ταῖς δυναστείαις τοῦτο μόναις, ἀλλὰ καὶ τοῖς ἄλλοις συμβαίνειν τοῖς περιμαχήτοις καὶ θαυμαζομένοις ὑπὸ τοῦ κοινοῦ βίου πράγμασι. καλὰ μὲν γὰρ ἅπαντα φαίνεται καὶ συμφέροντα τοῖς χρωμένοις, ὅταν τις αὐτοῖς χρῆται καλῶς, αἰσχρὰ δὲ καὶ ἀσύμφορα, ὅταν πονροὺς λάβῃ προστάτας. τούτου δʼ ἡ φύσις αἰτία προσθεῖσα τοῖς ἀγαθοῖς ἅπασι καὶ κῆράς τινας συμφύτους. ἀλλʼ ὑπὲρ μὲν τούτων ἕτερος ἂν εἴη τοῖς λόγοις καιρὸς ἐπιτηδειότερος. οἱ δʼ ἐν τῷ κατόπιν ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν παραλαβόντες Αὖλος Σεμπρώνιος Ἀτρατῖνος καὶ Μάρκος Μηνύκιος, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πρώτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης, ἄρχοντος Ἀθήνησιν Ἱππάρχου.