ἔστι γὰρ αἱρετὴ τυραννὶς ἡ δικτατορία. δοκοῦσι δέ μοι καὶ τοῦτο παρʼ Ἑλλήνων οἱ Ῥωμαῖοι τὸ πολίτευμα λαβεῖν. οἱ γὰρ Αἰσυμνῆται καλούμενοι παρʼ Ἕλλησι τὸ ἀρχαῖον, ὡς ἐν τοῖς περὶ βασιλείας ἱστορεῖ Θεόφραστος, αἱρετοί τινες ἦσαν τύραννοι· ᾑροῦντο δʼ αὐτοὺς αἱ πόλεις οὔτʼ εἰς ὁριστὸν χρόνον οὔτε συνεχῶς, ἀλλὰ πρὸς τοὺς καιρούς, ὁπότε δόξειε συμφέρειν, καὶ εἰς ὁποσονοῦν χρόνον· ὥσπερ καὶ Μιτυληναῖοί ποθʼ εἵλοντο Πιττακὸν πρὸς τοὺς φυγάδας τοὺς περὶ Ἀλκαῖον τὸν ποιητήν.ἦλθον δʼ ἐπὶ τοῦτο οἱ πρῶτοι διδαχθέντες τῇ πείρᾳ τὸ χρήσιμον. κατʼ ἀρχὰς μὲν γὰρ ἅπασα πόλις Ἑλλὰς ἐβασιλεύετο, πλὴν οὐχ ὥσπερ τὰ βάρβαρα ἔθνη δεσποτικῶς, ἀλλὰ κατὰ νόμους τινὰς καὶ ἐθισμοὺς πατρίους· καὶ κράτιστος ἦν βασιλεὺς ὁ δικαιότατός τε καὶ νομιμώτατος καὶ μηθὲν ἐκδιαιτώμενος τῶν πατρίων.δηλοῖ δὲ καὶ Ὅμηρος δικασπόλους τε καλῶν τοὺς βασιλεῖς καὶ θεμιστοπόλους. καὶ μέχρι πολλοῦ διέμενον ἐπὶ ῥητοῖς τισιν αἱ βασιλεῖαι διοικούμεναι, καθάπερ ἡ Λακεδαιμονίων· ἀρξαμένων δέ τινων ἐν ταῖς ἐξουσίαις πλημμελεῖν καὶ νόμοις μὲν ὀλίγα χρωμένων, ταῖς δʼ ἑαυτῶν γνώμαις τὰ πολλὰ διοικούντων, δυσχεράναντες ὅλον τὸ πρᾶγμα οἱ πολλοὶ κατέλυσαν μὲν τὰ βασιλικὰ πολιτεύματα, νόμους δὲ καταστησάμενοι καὶ ἀρχὰς ἀποδείξαντες, ταύταις ἐχρῶντο τῶν πόλεων φυλακαῖς.ἐπεὶ δʼ οὐκ αὐτάρκεις ἦσαν οὔτε οἱ τεθέντες ὑπʼ αὐτῶν νόμοι βεβαιοῦν τὸ δίκαιον οὔτε οἱ τὰς ἀρχὰς καὶ τὰς ἐπιμελείας αὐτῶν λαμβάνοντες βοηθεῖν τοῖς νόμοις, οἵ τε καιροὶ πολλὰ νεοχμοῦντες οὐ τὰ κράτιστα τῶν πολιτευμάτων, ἀλλὰ τὰ πρεπωδέστατα ταῖς καταλαμβανούσαις αὐτοὺς συντυχίαις ἠνάγκαζον αἱρεῖσθαι, οὐ μόνον ἐν ταῖς ἀβουλήτοις συμφοραῖς, ἀλλὰ κἀν ταῖς ὑπερβαλλούσαις τὸ μέτριον εὐτυχίαις, διαφθειρομένων διʼ αὐτὰς τῶν πολιτικῶν κόσμων, οἷς ἐπανορθώσεως ταχείας καὶ αὐτογνώμονος ἔδει, ἠναγκάζοντο παράγειν πάλιν τὰς βασιλικὰς καὶ τυραννικὰς ἐξουσίας εἰς μέσον, ὀνόμασι περικαλύπτοντες αὐτὰς εὐπρεπεστέροις, Θετταλοὶ μὲν ἀρχούς, Λακεδαιμόνιοι δʼ ἁρμοστὰς καλοῦντες, φοβούμενοι τυράννους ἢ βασιλεῖς αὐτοὺς καλεῖν, ὡς οὐδʼ ὅσιον σφίσιν ὑπάρχον, ἃς κατέλυσαν ἐξουσίας ὅρκοις καὶ ἀραῖς ἐπιθεσπισάντωνθεῶν, ταύτας πάλιν ἐμπεδοῦν. ἐμοὶ μὲν δὴ παρὰ τῶν Ἑλλήνων δοκοῦσι Ῥωμαῖοι τὸ παράδειγμα λαβεῖν, ὥσπερ ἔφην, Λικίννιος δὲ παρʼ Ἀλβανῶν οἴεται τὸν δικτάτορα Ῥωμαίους εἰληφέναι, τούτους λέγων πρώτους μετὰ τὸν Ἀμολίου καὶ Νεμέτορος θάνατον ἐκλιπούσης τῆς βασιλικῆς συγγενείας ἐνιαυσίους ἄρχοντας ἀποδεῖξαι τὴν αὐτὴν ἔχοντας ἐξουσίαν τοῖς βασιλεῦσι, καλεῖν δʼ αὐτοὺς δικτάτορας· ἐγὼ δʼ οὐ τοὔνομα ζητεῖν ἠξίουν, πόθεν ἡ Ῥωμαίων πόλις ἔλαβεν, ἀλλὰ τὸ τῆς ἐξουσίας τῆς περιλαμβανομένης τῷ ὀνόματι παράδειγμα. ἀλλʼ ὑπὲρ μὲν τούτων οὐθὲν ἂν εἴη τάχα προὔργου τὰ πλείω γράφειν.ὃν δὲ τρόπον ὁ Λάρκιος ἐχρήσατο τοῖς πράγμασι δικτάτωρ πρῶτος ἀποδειχθεὶς καὶ κόσμον, οἷον περιέθηκε τῇ ἀρχῇ, συντόμως πειράσομαι διεξελθεῖν, ταῦτα ἡγούμενος εἶναι χρησιμώτατα τοῖς ἀναγνωσομένοις, ἃ πολλὴν εὐπορίαν παρέξει καλῶν καὶ συμφερόντων παραδειγμάτων νομοθέταις τε καὶ δημαγωγοῖς καὶ τοῖς ἄλλοις ἅπασι τοῖς πολιτεύεσθαί τε καὶ τὰ κοινὰ πράττειν βουλομένοις. οὐ γὰρ ἀζήλου καὶ ταπεινῆς πόλεως πολιτεύματα καὶ βίους οὐδὲ ἀνωνύμων καὶ ἀπερριμμένων ἀνθρώπων βουλεύματα καὶ πράξεις μέλλω διηγεῖσθαι, ὥστε ὄχλον ἄν τινι καὶ φλυαρίαν φανῆναι τὴν περὶ τὰ μικρὰ καὶ φαῦλα ἡμῶν σπουδήν· ἀλλʼ ὑπὲρ τῆς ἅπασι τὰ καλὰ καὶ δίκαια ὁριζούσης πόλεως καὶ περὶ τῶν εἰς τοῦτο καταστησαμένων αὐτὴν τὸ ἀξίωμα ἡγεμόνων, ἅ τις ἂν σπουδάσειε μὴ ἀγνοεῖνφιλόσοφος καὶ πολιτικὸς ἀνήρ, συγγράφω. εὐθὺς μὲν οὖν ἅμα τῷ παραλαβεῖν τὴν ἐξουσίαν, ἱππάρχην ἀποδείκνυσι Σπόριον Κάσσιον, τὸν ὑπατεύσαντα κατὰ τὴν ἑβδομηκοστὴν ὀλυμπιάδα. τοῦτο τὸ ἔθος ἕως τῆς κατʼ ἐμὲ γενεᾶς ἐφυλάττετο ὑπὸ Ῥωμαίων, καὶ οὐθεὶς εἰς τόδε χρόνου δικτάτωρ αἱρεθεὶς χωρὶς ἱππάρχου τὴν ἀρχὴν διετέλεσεν. ἔπειτα τῆς ἐξουσίας τὸ κράτος ἐπιδεῖξαι βουληθεὶς ὅσον ἐστί, καταπλήξεως μᾶλλον ἢ χρήσεως ἕνεκα τοῖς ῥαβδούχοις ἐκέλευσεν ἅμα ταῖς δεσμαῖς τῶν ῥάβδων τοὺς πελέκεις διὰ τῆς πόλεως φέρειν· ἔθος ἐπιχώριον μὲν τοῖς βασιλεῦσιν, ἐκλειφθὲν δʼ ὑπὸ τῶν ὑπάτων, ἐξ οὗ Οὐαλέριος Ποπλικόλας ὁ πρῶτος ὑπατεύσας ἐμείωσε τὸν φθόνον τῆς ἀρχῆς, αὐτὸς ἀνανεωσάμενος.καταπληξάμενος δὲ τούτῳ τε καὶ τοῖς ἄλλοις συμβόλοις τῆς βασιλικῆς ἡγεμονίας τοὺς ταρακτικοὺς καὶ νεωτεριστάς, τὸ κράτιστον τῶν ὑπὸ Σερουΐου Τυλλίου τοῦ δημοτικωτάτου βασιλέως κατασταθέντων νομίμων, πρῶτον ἐπέταξε ποιῆσαι Ῥωμαίοις ἅπασι, τιμήσεις κατὰ φυλὰς τῶν βίων ἐνεγκεῖν, προσγράφοντας γυναικῶν τε καὶ παίδων ὀνόματα καὶ ἡλικίας ἑαυτῶν τε καὶ τέκνων.ἐν ὀλίγῳ δὲ χρόνῳ πάντων τιμησαμένων διὰ τὸ μέγεθος τῆς τιμωρίας· τήν τε γὰρ οὐσίαν ἀπολέσαι τοὺς ἀπειθήσαντας ἔδει καὶ τὴν πολιτείαν· ἑπτακοσίοις πλείους εὑρέθησαν οἱ ἐν ἥβῃ Ῥωμαῖοι πεντεκαίδεκα μυριάδων. μετὰ τοῦτο διακρίνας τοὺς ἔχοντας τὴν στρατεύσιμον ἡλικίαν ἀπὸ τῶν πρεσβυτέρων καὶ καταχωρίσας εἰς λόχους, διένειμε πεζούς τε καὶ ἱππεῖς εἰς τέτταρας μοίρας· ὧν μίαν μὲν τὴν κρατίστην περὶ αὑτὸν εἶχεν, ἐκ δὲ τῶν ὑπολειπομένων Κλοίλιον ἐκέλευσε τὸν συνύπατον ἣν αὐτὸς ἐβούλετο λαβεῖν, τὴν δὲ τρίτην Σπόριον Κάσσιον τὸν ἱππάρχην, τὴν δὲ καταλειπομένην τὸν ἀδελφὸν Σπόριον Λάρκιον· αὕτη φρουρεῖν τὴν πόλιν ἐτάχθη σὺν τοῖς πρεσβυτέροις ἐντὸς τείχους μένουσα.