μακρῷ γὰρ αὐτοῖς εἶναι κρεῖττον ἃ κελεύουσι Λατῖνοι πράττειν ὡς μετριώτερα ὄντα καὶ μηδʼ εἰς πεῖραν ἐλθεῖν πολέμου, ἢ τοῖς μηδαμῇ μηδὲν χρησίμοις συγχωρήσαντας ἃ παρακαλοῦσιν ἀνελεῖν τὴν πίστιν ἐκ τῆς πόλεως, ἣν ἱεροῦ κατασκευῇ καὶ θυσίαις διετησίοις οἱ πατέρες αὐτῶν ἔταξαν γεραίρεσθαι, μέλλοντας σφενδονητῶν συμμαχίαν ἐπὶ τὸν πόλεμον προσλαμβάνειν.κεφάλαιον δὲ τῆς γνώμης ἦν αὐτῷ τόδε· τοὺς μὲν θέλοντας τῶν πολιτῶν κοινωνεῖν τῆς ἐκ τοῦ πολέμου τύχης ἐπὶ τοῖς αὐτοῖς δικαίοις, οἷς καὶ τῶν ἄλλων ἕκαστος, παραλαμβάνειν ἐπὶ τὰ πράγματα· τοὺς δὲ κατὰ συνθήκας ὁποίας δήποτε ἀξιοῦντας ἀναλαμβάνειν τὰ ὅπλα περὶ τῆς πατρίδος, ὡς οὐδὲν εἰ λάβοιεν ὠφελήσοντας, χαίρειν ἐᾶν. εἰ γὰρ τοῦτο μάθοιεν, εἴξειν αὐτοὺς ἔφη, καὶ παρέξειν σφᾶς αὐτοὺς τοῖς τὰ κράτιστα περὶ τοῦ κοινοῦ βουλεύουσιν εὐπειθεῖς. εἰωθέναι γὰρ ἀεί πως τὸ ἀνόητον ἅπαν, ὅταν μέν τις αὐτὸ κολακεύῃ μεγάλα φρονεῖν, ὅταν δὲ δεδίττηται σωφρονεῖν.αὗται μὲν αἱ πλεῖστον ἀλλήλων διαφέρουσαι γνῶμαι ἐλέχθησαν, ἕτεραι δέ τινες αἱ τὴν μεταξὺ τούτων ἔχουσαι χώραν συχναί. οἱ μὲν γὰρ αὐτοὺς μόνον ἀφεῖσθαι τῶν χρεῶν τοὺς μηδὲν κεκτημένους ἠξίουν, τὰ χρήματα ποιοῦντες ἀγώγιμα τοῖς δανεισταῖς, οὐ τὰ σώματα· οἱ δὲ τὸ δημόσιον ὑπὲρ τῶν ἀδυνάτων διαλῦσαι τὰ συμβόλαια συνεβούλευον, ἵνα ἥ τε πίστις τῶν πενήτων ὑπὸ τῆς δημοσίας φυλαχθῇ χάριτος καὶ οἱ συμβεβληκότες αὐτοῖς μηθὲν ἀδικηθῶσιν. ἐδόκει δέ τισι καὶ τῶν ἤδη κατεχομένων πρὸς τὰ χρέα καὶ τῶν μελλόντων ἀφαιρεθήσεσθαι τὴν ἐλευθερίαν ῥύσασθαι τὰ σώματα, ἐκ τῶν αἰχμαλώτων ἕτερα τοῖς δανεισταῖς διαμειψαμένους ὑπὲρ αὐτῶν σώματα.τοιούτων δέ τινων λεχθέντων ἡ νικῶσα ἦν γνώμη, μηθὲν ἐν τῷ παρόντι γενέσθαι περὶ αὐτῶν προβούλευμα· ὅταν δὲ τὸ κράτιστον τέλος οἱ πόλεμοι λάβωσι, τότε προθεῖναι τοὺς ὑπάτους λόγον καὶ ψῆφον ἀναδοῦναι τοῖς συνέδροις· τέως δὲ μηδεμίαν εἴσπραξιν εἶναι μήτε συμβολαίου μηθενὸς μήτε καταδίκης μηδεμιᾶς, ἀφεῖσθαι δὲ καὶ τὰς ἄλλας ἀμφισβητήσεις πάσας, καὶ μήτε τὰ δικαστήρια καθίζειν μήτε τὰς ἀρχὰς διαγινώσκειν περὶ μηθενὸς ἔξω τῶν εἰς τὸν πόλεμον ἀνηκόντων.τοῦτο τὸ προβούλευμα εἰς τὸν δῆμον ἐξενεχθὲν ἐμείωσε μέν τι τῆς πολιτικῆς ταραχῆς, οὐ μὴν ἅπαν γε τὸ στασιάζον ἐξεῖλεν ἐκ τῆς πόλεως. ἦσαν γάρ τινες ἐκ τοῦ θητικοῦ πλήθους, οἷς οὐκ ἐφαίνετο ἀποχρῶσα εἶναι βοήθεια ἡ παρὰ τῆς βουλῆς ἐλπὶς φανερὸν οὐδὲ βέβαιον ἔχουσα οὐδέν· ἀλλὰ δυεῖν θάτερον αὐτὴν ἠξίουν ποιεῖν, ἢ διδόναι σφίσιν ἤδη τὴν ἄφεσιν τῶν χρεῶν, εἰ βούλεται κοινωνοὺς τῶν κινδύνων ἔχειν, ἢ μὴ φενακίζειν εἰς ἑτέρους ἀναβαλλομένην χρόνους· οὐ γὰρ ὁμοίας εἶναι τὰς διανοίας τῶν ἀνθρώπων δεομένων τε καὶ ἀποπληρωθέντων, ὅτου ἂν δεηθῶσιν.ἐν τοιαύτῃ δὴ καταστάσει τῶν κοινῶν ὑπαρχόντων σκοποῦσα ἡ βουλή, διʼ οὗ μάλιστα διαπράξεται τρόπου μηθὲν ἔτι νεωτερίσαι τοὺς δημοτικούς, ἔκρινε τὴν μὲν ὑπατικὴν ἐξουσίαν ἀνελεῖν κατὰ τὸ παρόν, ἑτέραν δέ τινα ἀρχὴν ἀποδεῖξαι πολέμου τε καὶ εἰρήνης καὶ παντὸς ἄλλου πράγματος κυρίαν, αὐτοκράτορα καὶ ἀνυπεύθυνον, ὧν ἂν βουλεύσηται καὶ πράξῃ.χρόνου δʼ εἶναι μέτρον τῇ νέᾳ ἀρχῇ μῆνας ἕξ, μετὰ δὲ τὴν ἑξάμηνον αὖθις ἄρχειν τοὺς ὑπάτους. τὰ δʼ ἀναγκάσαντα αὐτὴν ἐπὶ τῷ καταλῦσαι τὸ τυραννικὸν πόλεμον αὐθαίρετον ὑπομεῖναι τυραννίδα πολλὰ μὲν καὶ ἄλλα ἦν, ὑπὲρ ἅπαντα δʼ ὁ κυρωθεὶς ὑφʼ ἑνὸς τῶν ὑπάτων Ποπλίου Οὐαλερίου τοῦ κληθέντος Ποπλικόλα νόμος, ὑπὲρ οὗ κατʼ ἀρχὰς ἔφην, ὅτι τὰς τῶν ὑπάτων γνώμας ἀκύρους ἐποίησε, μὴ τιμωρεῖσθαι Ῥωμαίων τινὰ πρὸ δίκης, ἐπιτρέψας τοῖς ἀγομένοις ἐπὶ τὰς κολάσεις ὑπʼ αὐτῶν προκαλεῖσθαι τὴν διάγνωσιν ἐπὶ τὸν δῆμον, καὶ τέως ἂν ἡ πληθὺς ἐνέγκῃ ψῆφον ὑπὲρ αὐτῶν σώμασί τε καὶ βίοις τὸ ἀσφαλὲς ἔχειν· τὸν δὲ παρὰ ταῦτά τι ποιεῖν ἐπιχειροῦντα νηποινὶ τεθνάναι κελεύων.ἐλογίζετο δὴ μένοντος μὲν κυρίου τοῦ νόμου τοῦδε μηθὲν ὑπηρετήσειν ἀναγκαζομένους ταῖς ἀρχαῖς τοὺς πένητας καταφρονοῦντας ὡς εἰκὸς τῶν τιμωριῶν, ἃς οὐ παραχρῆμα ὑφέξειν ἔμελλον, ἀλλʼ ὅταν ὁ δῆμος αὐτῶν καταψηφίσηται, ἀναιρεθέντος δʼ αὐτοῦ κατὰ πολλὴν ἀνάγκην τὰ κελευόμενα ποιήσειν ἅπαντας. ἵνα δὲ μηθὲν ἐναντιωθεῖεν οἱ πένητες, εἴ τις αὐτὸν καταλύοι τὸν νόμον ἐκ τοῦ φανεροῦ, τὴν ἰσοτύραννον ἀρχὴν ἔκρινεν ἐπὶ τὰ πράγματα παραγαγεῖν, ἣ πάντας ἔμελλεν ἕξειν ὑφʼ ἑαυτῇ τοὺς νόμους.καὶ γράφει προβούλευμα, διʼ οὗ παρακρουσαμένη τοὺς πένητας καὶ τὸν βεβαιοῦντα τὴν ἐλευθερίαν αὐτοῖς νόμον ἀνελοῦσα ἔλαθεν. ἦν δὲ τὸ προβούλευμα τοιόνδε· Λάρκιον μὲν καὶ Κλοίλιον τοὺς τότε ὑπατεύοντας ἀποθέσθαι τὴν ἐξουσίαν, καὶ εἴ τις ἄλλος ἀρχήν τινα εἶχεν ἢ πραγμάτων τινῶν κοινῶν ἐπιμέλειαν· ἕνα δʼ ἄνδρα, ὃν ἂν ἥ τε βουλὴ προέληται καὶ ὁ δῆμος ἐπιψηφίσῃ, τὴν ἁπάντων ἐξουσίαν παραλαβόντα ἄρχειν μὴ πλείονα χρόνον ἑξαμήνου, κρείττονα ἐξουσίαν ἔχοντα τῶν ὑπάτων.τοῦτʼ ἀγνοήσαντες, ἣν ἔχει δύναμιν, οἱ δημοτικοὶ ψηφίζονται κύρια εἶναι τὰ δόξαντα τῇ βουλῇ· ἦν δʼ ἄρα ἡ κρείττων ἀρχὴ τῆς κατὰ τοὺς νόμους τυραννίς· τήν τε αἵρεσιν τοῦ μέλλοντος ἄρχειν τοῖς ἐκ τοῦ συνεδρίου συνεχώρησαν αὐτοῖς ἐφʼ ἑαυτῶν βουλευομένοις ποιήσασθαι.