εἰς ἅπαντα γὰρ ταῦτα τοῖς δεομένοις ἀφορμῆς οὐδένα τῶν εὐπόρων τὰ ἑαυτοῦ χρήματα προήσεσθαι· ἐκ δὲ τούτων φθονήσεσθαι μὲν εὐπορίαν, καταλυθήσεσθαι δὲ φιλεργίαν, κρείττω δὲ μοῖραν ἕξειν τοὺς ἀκολάστους τῶν σωφρόνων, τοὺς δʼ ἀδίκους τῶν δικαίων καὶ τοὺς σφετεριζομένους τἀλλότρια τῶν φυλαττόντων τὰ ἴδια. ταῦτα δʼ εἶναι τὰ ποιοῦντα διχοστασίας ἐν ταῖς πόλεσι καὶ ἀλληλοφθορίας ἀπαύστους καὶ πᾶσαν ἄλλην κακῶν ἰδέαν, ὑφʼ ὧν αἱ μὲν εὐτυχέστατα πράξασαι τὴν ἐλευθερίαν ἀφῃρέθησαν, αἱ δὲ τῆς χείρονος μοίρας τυχοῦσαι πανώλεθροι διεφθάρησαν.παντὸς δὲ μάλιστα σκοπεῖν αὐτοὺς ἠξίου καινὴν καθισταμένους πολιτείαν, ὅπως μηθὲν εἰς αὐτὴν παρελεύσεται πονηρὸν ἔθος, πολλὴν ἀνάγκην εἶναι λέγων ὁποἶ ἄττʼ ἂν ᾖ τὰ κοινὰ τῶν πόλεων ἐπιτηδεύματα, τοιούτους γίνεσθαι τοὺς τῶν ἰδιωτῶν βίους. ἔθος δʼ εἶναι οὐδὲν κάκιον οὔτε πόλεσιν οὔτε οἴκοις τοῦ καθʼ ἡδονὰς ἀεὶ ζῆν ἕκαστον καὶ τοῦ πάντα συγχωρεῖσθαι τοῖς ἥττοσιν ὑπὸ τῶν κρειττόνων, εἴτε πρὸς χάριν εἴτε πρὸς ἀνάγκην· οὐ γὰρ ἀποπληροῦσθαι τὰς ἐπιθυμίας τῶν ἀφρόνων τυγχανούσας ὧν ἂν δεηθῶσιν, ἀλλʼ ἑτέρων εὐθὺς ὀρέγεσθαι μειζόνων καὶ εἰς ἄπειρον προβαίνειν· μάλιστα δὲ τοῦτο πάσχειν τοὺς ὄχλους· ἃ γὰρ καθʼ ἑαυτὸν ἕκαστος αἰσχύνεται πράττειν ἢ δέδιεν ὑπὸ τοῦ κρείττονος κατειργόμενος, ταῦτʼ ἐν κοινῷ γενομένους ἑτοιμότερον παρανομεῖν προσειληφότας ἰσχὺν ταῖς ἑαυτῶν γνώμαις ἐκ τῶν τὰ ὅμοια βουλομένων.ἀπληρώτους δὲ καὶ ἀορίστους ὑπαρχούσας τὰς τῶν ἀνοήτων ὄχλων ἐπιθυμίας ἀρχομένας ἔφη δεῖν κωλύειν, ἕως εἰσὶν ἀσθενεῖς, οὐχ, ὅταν ἰσχυραὶ καὶ μεγάλαι δύνωνται, καθαιρεῖν. χαλεπωτέραν γὰρ ὀργὴν ἅπαντας ἔχειν τῶν συγχωρηθέντων στερομένους ἢ τῶν ἐλπιζομένων μὴ τυγχάνοντας.παραδείγμασί τε πολλοῖς εἰς τοῦτʼ ἐχρήσατο πόλεων Ἑλληνίδων ἔργα διεξιών, ὅσαι μαλακισθεῖσαι διʼ ἀκαιρούς τινας ἀφορμὰς καὶ πονηρῶν ἐπιτηδευμάτων ἀρχὰς ἐφεῖσαι παρελθεῖν οὐκέτι παῦσαι καὶ ἀνελεῖν αὐτὰ δύναμιν ἔσχον· ἐξ ὧν εἰς αἰσχρὰς καὶ ἀνηκέστους ἠναγκάσθησαν προελθεῖν συμφοράς. ἐοικέναι τε τῷ καθʼ ἕνα τὸ κοινὸν ἔφη, ψυχῇ μὲν ἀνδρὸς ἀνάλογον ἐχούσης τι τῆς βουλῆς,σώματι δὲ τοῦ δήμου. ἐὰν μὲν οὖν τῆς βουλῆς τὸν ἄφρονα δῆμον ἄρχειν ἐῶσιν, ὅμοια πείσεσθαι αὐτοὺς ἔφη τοῖς ὑποτάττουσι τὴν ψυχὴν τῷ σώματι καὶ μὴ κατὰ τὸν λογισμόν, ἀλλὰ κατὰ τὰ πάθη ζῶσιν. ἐὰν δʼ ἄρχεσθαί τε καὶ ἄγεσθαι τὸν δῆμον συνεθίζωσιν ὑπὸ τῆς βουλῆς, ταὐτὸ ποιήσουσι τοῖς ὑποτάττουσι τῇ ψυχῇ τὸ σῶμα καὶ πρὸς τὸ βέλτιστον, ἀλλὰ μὴπρὸς τὸ ἥδιστον τοὺς βίους ἄγουσι. βλάβην δὲ μεγάλην οὐδεμίαν ἀπέφαινε συμβήσεσθαι τῇ πόλει, ἐὰν οἱ πένητες ἀγανακτοῦντες ἐπὶ τῷ μὴ συγχωρηθῆναι σφίσι τὴν χρεοκοπίαν μὴ θελήσωσιν ὑπὲρ αὐτῆς τὰ ὅπλα ἀναλαβεῖν, ὀλίγους τινὰς εἶναι λέγων παντάπασι τοὺς μηδὲν ὑπολειπομένους ἑαυτοῖς ἔξω τοῦ σώματος, οὓς οὔτʼ ὠφέλειάν τινα παρέξεσθαι τῷ κοινῷ θαυμαστὴν ὅσην παρόντας ταῖς στρατείαις, οὔτε βλάβην ἀπόντας· ὑπομιμνήσκων αὐτούς, ὅτι τὴν ἐσχάτην ἀπελάμβανον ἐν τοῖς πολέμοις χώραν οἱ τοὐλάχιστον ἔχοντες τοῦ βίου τίμημα, καὶ ὅτι προσθήκης μοῖραν ἐπεῖχον οὗτοι τοῖς ἐν φάλαγγι τεταγμένοις, καταπλήξεως ἕνεκα τῶν πολεμίων συνόντες, οἷα δὴ μηδὲν φέροντες ὅπλον ὅτι μὴ σφενδόνας, ὧν ἐλάχιστον ἐν ταῖς μάχαις εἶναι ὄφελος.τούς τʼ οἰκτείρειν τὴν πενίαν τῶν πολιτῶν ἀξιοῦντας καὶ βοηθεῖν τοῖς μὴ δυναμένοις διαλῦσαι τὰ χρέα παραινοῦντας ἔφη δεῖν ἐξετάζειν, τί ποτε τὸ πεποιηκὸς ἦν αὐτοὺς ἀπόρους κλήρους τε παραλαβόντας, οὓς οἱ πατέρες αὐτῶν κατέλιπον, καὶ ἀπὸ τῶν στρατειῶν πολλὰ ὠφεληθέντας, καὶ τὰ τελευταῖα ἐκ τῆς δημευθείσης τῶν τυράννων οὐσίας τὴν ἐπιβαλοῦσαν μοῖραν λαβόντας· ἔπειθʼ οὓς μὲν ἂν ὁρῶσι τῇ γαστρὶ καὶ ταῖς αἰσχίσταις ἐζηκότας ἡδοναῖς καὶ διὰ ταῦτʼ ἐκπεπτωκότας ἐκ τῶν βίων, αἰσχύνας τῆς πόλεως νομίζειν καὶ βλάβας, καὶ μέγα τῷ κοινῷ κέρδος ὑπολαμβάνειν, ἐὰν ἑκόντες ἀπὸ τῆς πόλεως ἀποφθαρῶσιν· οὓς δʼ ἂν αἰσθάνωνται διὰ πονηρὰν τύχην ἀπολωλεκότας τοὺς βίους, ἐκ τῶν ἰδίων τούτουςεὖ ποιεῖν. ἄριστα δὲ τοῦτο καὶ γινώσκειν καὶ ποιήσειν ἔφησε τοὺς συμβεβληκότας αὐτοῖς καὶ βοηθήσειν αὐτῶν ταῖς τύχαις αὐτοὺς ἐκείνους οὐκ ἀναγκασθέντας ὑφʼ ἑτέρων, ἀλλʼ ἑκόντας, ἵνʼ αὐτοῖς ἡ χάρις ἀντὶ τῶν χρημάτων καλὸν ὀφείλημα περιῇ. κοινὴν δὲ ποιεῖν τὴν βοήθειαν ἅπασιν, ἧς ἐξ ἴσου μεθέξουσιν οἱ πονηροὶ τοῖς χρηστοῖς, καὶ μὴ ἐκ τῶν ἰδίων, ἀλλʼ ἐκ τῶν ἀλλοτρίων τινὰς εὖ ποιεῖν, καὶ ὧν τὰ χρήματα ἀφαιροῦνται, τούτοις μηδὲ τὰς ὑπὲρ τῶν εὐεργεσιῶν καταλιπεῖν χάριτας, ἥκιστα τῇ Ῥωμαίων ἀρετῇ προσήκειν.ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τἆλλα, δεινόν τι καὶ οὐκ ἀνεκτὸν εἶναι Ῥωμαίοις τῆς ἡγεμονίας ἀντιποιουμένοις, ἣν διὰ πολλῶν πόνων οἱ πατέρες αὐτῶν κτησάμενοι τοῖς ἐκγόνοις κατέλιπον, μὴ κατὰ προαίρεσιν μηδὲ πεισθέντας μηδʼ ἐν ᾧ προσῆκε καιρῷ τὰ βέλτιστα καὶ τῷ κοινῷ συμφέροντα πράττειν, ἀλλʼ ὥσπερ ἑαλωκυίας τῆς πόλεως ἢ προσδοκώσης τοῦτο πείσεσθαι παρὰ τὸ δοκοῦν ἑαυτοῖς πράττειν, ἐξ ὧν ὠφέλειαν μὲν οὐδεμίαν ἢ μικράν τινα κομιδῇ λήψονται, κακῶν δὲ κινδυνεύσουσι τὰ ἔσχατα παθεῖν.