καὶ κατὰ τὸν αὐτὸν χρόνον ὁ ἕτερος τῶν ὑπάτων Μάνιος ἀπὸ τῆς Φιδήνης ἀναστὰς παρῆν εἰς τὸ πεδίον ἄγων τὴν δύναμιν. ὡς δʼ ἡμέρα τάχιστα διέλαμψεν, ὁπλίτας περὶ ἑαυτοὺς ἔχοντες οἱ ὕπατοι προῆλθον ἐπὶ τὸ βῆμα· καὶ διὰ πάντων τῶν στενωπῶν τοῖς κήρυξι περιαγγεῖλαι κελεύσαντες ἥκειν τὸν δῆμον εἰς ἐκκλησίαν, παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου συνδραμόντος, δηλοῦσί τε αὐτοῖς τὴν γενομένην ἐπὶ τῇ καθόδῳ τοῦ τυράννου συνωμοσίαν καὶ τοὺς μηνυτὰς ἀναβιβάζονται.καὶ μετὰ τοῦτʼ ἀπολογεῖσθαι συγχωρήσαντες, ἐάν τινες ἀμφισβητῶσι πρὸς τὴν μήνυσιν, ἐπειδὴ πρὸς ἄρνησιν οὐδεὶς ἐπεχείρησε τραπέσθαι, μεταστάντες ἐκ τῆς ἀγορᾶς εἰς τὸ βουλευτήριον γνώμας ὑπὲρ αὐτῶν διηρώτησαν τοὺς συνέδρους, καὶ γραψάμενοι τὰ δόξαντα αὐτοῖς ἧκον αὖθις ἐπὶ τὴν ἐκκλησίαν καὶ τὸ προβούλευμα ἀνέγνωσαν. ἦν δὲ τοιόνδε· Ταρκυνίοις μὲν τοῖς μηνύσασι τὴν ἐπίθεσιν πολιτείαν δεδόσθαι καὶ ἀργυρίου μυρίας ἑκατέρῳ δραχμὰς καὶ πλέθρα γῆς δημοσίας εἴκοσι· τοὺς δὲ μετασχόντας τῆς συνωμοσίας συλληφθέντας ἀποθανεῖν, ἐὰν καὶ τῷ δήμῳ ταὐτὰ δοκῇ.τοῦ δὲ συνεληλυθότος ὄχλου κύρια ποιήσαντος τὰ δόξαντα τῇ βουλῇ, μεταστῆναι κελεύσαντες ἐκ τῆς ἀγορᾶς τοὺς ἐπὶ τὴν ἐκκλησίαν συνεληλυθότας, ἔπειτʼ ἐκάλεσαν τοὺς ὑπηρέτας ἔχοντας ξίφη, οἳ πάντας τοὺς ἐνόχους ταῖς αἰτίαις ἐν ᾧ συνεκλείσθησαν χωρίῳ περιστάντες κατεφόνευσαν. διαχρησάμενοι δὲ τούτους οὐκέτι παρεδέξαντο μήνυσιν οὐδεμίαν κατʼ οὐθενὸς τῶν ταὐτὰ βουλευσαμένων, ἀλλὰ πάντας ἀφῆκαν τῶν ἐγκλημάτων τοὺς διαφυγόντας τὴν ἐκ χειρὸς κόλασιν, ἵνα πᾶν ἐξαιρεθῇ τὸ ταραχῶδες ἐκ τῆς πόλεως.οἱ μὲν δὴ συστήσαντες τὴν συνωμοσίαν τοιούτῳ τρόπῳ διεφθάρησαν· ἡ δὲ βουλὴ καθαρθῆναι ψηφισαμένη τοὺς πολίτας ἅπαντας, ὅτι περὶ πολιτικοῦ φόνου γνώμας ἠναγκάσθησαν ἀποδείξασθαι, ὡς οὐ θεμιτὸν αὐτοῖς ἐφʼ ἱερὰ παρεῖναι καὶ θυσιῶν κατάρχεσθαι, πρὶν ἀφοσιώσασθαι τὸ μίασμα καὶ τὴν συμφορὰν λῦσαι τοῖς εἰωθόσι καθαρμοῖς· ἐπειδὴ πᾶν ὅσον ἦν ὅσιον ὑπὸ τῶν ἐξηγουμένων τὰ θεῖα κατὰ τὸν ἐπιχώριον νόμον ἐπράχθη, θυσίας μετὰ τοῦτο χαριστηρίους καὶ ἀγῶνας ἔκρινεν ἐπιτελεσθῆναι, καὶ τρεῖς ἡμέρας ἔθηκεν εἰς ταῦτα ἱεράς. Μανίου δὲ Τυλλίου θατέρου τῶν ὑπάτων ἐν τοῖς ἱεροῖς καὶ ἐπωνύμοις τῆς πόλεως ἀγῶσι κατὰ τὴν πομπὴν ἐκ τοῦ ἱεροῦ πεσόντος ἅρματος κατʼ αὐτὸν τὸν ἱππόδρομον, καὶ τρίτῃ μετὰ τὴν πομπὴν ταύτην ἡμέρᾳ τελευτήσαντος, τὸν λειπόμενον χρόνον βραχὺν ὄντα τὴν ἀρχὴν μόνος ὁ Σολπίκιος κατέσχεν.ὕπατοι δʼ εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀπεδείχθησαν Πόπλιος Οὐετούριος Γεμῖνος καὶ Πόπλιος Αἰβούτιος Ἔλβας. τούτων ὁ μὲν Αἰβούτιος ἐπὶ τῶν πολιτικῶν ἐτάχθη πραγμάτων φυλακῆς οὐ μικρᾶς δεῖσθαι δοκούντων, μή τις ἑτέρα νεωτερισθῇ πρᾶξις ἐκ τῶν πενήτων· Οὐετούριος δὲ τὴν ἡμίσειαν τῆς στρατιᾶς ἐπαγόμενος τὴν Φιδηναίων γῆν ἐδῄου κωλύοντος οὐδενὸς καὶ προσκαθεζόμενος τῇ πόλει προσβολὰς ἐποιεῖτο συνεχεῖς. οὐ δυνάμενος δὲ πολιορκίᾳ τὸ τεῖχος ἑλεῖν ἀπεχαράκου τὰ πέριξ καὶ ἀπετάφρευεν ὡς λιμῷτοὺς ἀνθρώπους παραστησόμενος. ἤδη δὲ κάμνουσι τοῖς Φιδηναίοις ἧκεν ἐπικουρία Λατίνων, ἣν ἀπέστειλε Σέξτος Ταρκύνιος, καὶ σῖτος καὶ ὅπλα καὶ τἆλλα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια. οἷς πιστεύσαντες ἐθάρρησαν προελθεῖν ἐκ τῆς πόλεως, δύναμις οὐ μικρά, καὶ ποιοῦνται στρατόπεδον ἐν ὑπαίθρῳ. ὁ μὲν δὴ περιτειχισμὸς οὐκέτι τοῖς Ῥωμαίοις χρήσιμος ἦν, ἐδόκει δʼ ἀγῶνος δεῖν· καὶ γίνεται πλησίον τῆς πόλεως μάχη μέχρι τινὸς ἀγχώμαλος· ἔπειτα ὑπὸ τοῦ ταλαιπώρου τῶν Ῥωμαίων, ὃ διὰ τὴν πολλὴν ἄσκησιν αὐτοῖς περιῆν, ἐκβιασθέντες οἱ Φιδηναῖοι πλείους ὄντες ὑπʼ ἐλαττόνων εἰς φυγὴν κατέστησαν.φόνος δʼ οὐ πολὺς αὐτῶν ἐγένετο, τῆς ὑποχωρήσεως εἰς τὴν πόλιν οὐ διὰ μακροῦ γενομένης καὶ τῶν ἐπὶ τοῖς τείχεσι τοὺς διώξαντας ἀποκρουσαμένων. μετὰ τοῦτο τὸ ἔργον οἱ μὲν ἐπίκουροι διασκεδασθέντες ἀπῄεσαν οὐδὲν τοὺς ἔνδον ὠφελήσαντες· ἡ δὲ πόλις ἐν ταῖς αὐταῖς πάλιν ἐγεγόνει συμφοραῖς καὶ τῇ σπάνει τῶν ἀναγκαίων ἐπονεῖτο,κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Σέξτος Ταρκύνιος ἄγων στρατιὰν Λατίνων ἐπὶ Σιγνίαν κατεχομένην ὑπὸ Ῥωμαίων ἐστράτευσεν, ὡς ἐξ ἐφόδου τὸ φρούριον παραληψόμενος. γενναίως δὲ τῶν ἔνδον ἀπομαχεσαμένων, παρεσκεύαστο μὲν ὡς λιμῷ τοὺς ἀνθρώπους τὸ χωρίον ἐκλιπεῖν ἀναγκάσων καὶ πολὺν αὐτόθι χρόνον οὐδὲν ἀξιόλογον πράττων διετέλει· ἀποτυχὼν δὲ καὶ ταύτης τῆς ἐλπίδος ἀφικομένης τοῖς φρουροῖς ἀγορᾶς τε καὶ βοηθείας ἀπὸ τῶν ὑπάτων, λύσας τὴν πολιορκίαν ἀπῆγε τὰς δυνάμεις.τῷ δʼ ἑξῆς ἐνιαυτῷ Ῥωμαῖοι καθιστᾶσιν ὑπάτους Τῖτον Λάρκιον Φλάβον καὶ Κόιντον Κλοίλιον Σικελόν. τούτων ὁ μὲν Κλοίλιος τὰ πολιτικὰ πράττειν ἐτάχθη ὑπὸ τῆς βουλῆς τὴν ἡμίσειαν τῆς στρατιᾶς ἔχων φυλακῆς ἕνεκα τῶν νεωτεριζόντων, ἐπιεικὴς τὴν φύσιν εἶναι δοκῶν καὶ δημοτικός. ὁ δὲ Λάρκιος ἐπὶ τὸν κατὰ Φιδηναίων πόλεμον ἐξηρτυμένην στρατιὰν ἄγων καὶ τὰ εἰς πολιορκίαν ἐπιτήδεια παρασκευασάμενος ᾤχετο.