καὶ συνελθόντες ὁμόσε τίθενται τοὺς χάρακας ἀμφότεροι μικρὸν ἀπέχοντας ἀλλήλων Ἠρήτου πόλεως, ἣ τοῦ Σαβίνων ἐστὶν ἔθνους, οὐ πρόσω.ὡς δὲ συνεῖδον ἀμφότεροι τὰ τῶν πολεμίων πράγματα, τῷ τε μεγέθει τῶν στρατοπέδων εἰκάσαντες καὶ παρʼ αἰχμαλώτων ἀκούσαντες, τοῖς μὲν Σαβίνοις θάρσος παρέστη καὶ καταφρόνησις τῆς τῶν πολεμίων ὀλιγότητος, τοῖς δὲ Ῥωμαίοις δέος πρὸς τὸ τῶν ἀντιπολεμούντων πλῆθος· ἐθάρρησαν δὲ καὶ οὐ μικρὰς ἐλπίδας ὑπὲρ τῆς νίκης ἔλαβον ἄλλων τε σημείων γενομένων σφίσι θεοπέμπτων καὶ δὴ καὶ τελευταίου φάσματος, ὅτε παρατάττεσθαι ἔμελλον, τοιοῦδε.ἐκ τῶν καταπεπηγμένων παρὰ ταῖς σκηναῖς ὑσσῶν· ἔστι δὲ ταῦτα βέλη Ῥωμαίων, ἃ συνιόντες εἰς χεῖρας ἐξακοντίζουσι, ξύλα προμήκη τε καὶ χειροπλήθη τριῶν οὐχ ἧττον ποδῶν σιδηροῦς ὀβελίσκους ἔχοντα προὔχοντας κατʼ εὐθεῖαν ἐκ θατέρου τῶν ἄκρων, μετρίοις ἀκοντίοις ἴσα σὺν τῷ σιδήρῳ· ἐκ τούτων δὴ τῶν ὑσσῶν περὶ τοῖς ἄκροις τῶν ὀβελίσκων φλόγες ἀνήπτοντο, καὶ διʼ ὅλου τοῦ στρατοπέδου τὸ σέλας ἦν, ὥσπερ ἀπὸλαμπάδων, καὶ κατέσχε τῆς νυκτὸς ἐπὶ πολύ. ἐκ τούτου κατέλαβον τοῦ φάσματος, ὥσπερ οἱ τερατοσκόποι ἀπέφαινον καὶ πᾶσιν ἀνθρώποις συμβαλεῖν οὐ χαλεπὸν ἦν, ὅτι νίκην αὐτοῖς ταχεῖαν καὶ λαμπρὰν σημαίνει τὸ δαιμόνιον, ἐπειδήπερ ἅπαν εἴκει τῷ πυρὶ καὶ οὐδὲν ὅ τι οὐχ ὑπὸ τοῦ πυρὸς διαφθείρεται. τοῦτο δʼ ὅτι ἐκ τῶν ἀμυντηρίων αὐτοῖς ὅπλων ἀνήφθη, μετὰ πολλοῦ θάρσους προῄεσαν ἐκ τοῦ χάρακος καὶ συρράξαντες τοῖς Σαβίνοις ἐμάχοντο πολλαπλασίοις ἐλάττους ἐν τῷ θαρρεῖν τὸ πιστὸν ἔχοντες· καὶ ἡ ἐμπειρία δὲ σὺν τῷ φιλοπόνῳ πολλὴ αὐτοῖς παροῦσα παντὸς ἐπήγετο δεινοῦ καταφρονεῖν.πρῶτος μὲν οὖν ὁ Ποστόμιος τὸ εὐώνυμον ἔχων κέρας ἀναλύσασθαι τὴν προτέραν ἧτταν προθυμούμενος τὸ δεξιὸν τῶν πολεμίων ἐξωθεῖ κέρας πρόνοιαν οὐδεμίαν τῆς, ἑαυτοῦ ψυχῆς παρὰ τὸ νικᾶν ποιούμενος, ἀλλʼ ὥσπερ οἱ μεμηνότες καὶ θανατῶντες εἰς μέσους τοὺς πολεμίους ῥιπτῶν ἑαυτόν· ἔπειτα καὶ οἱ σὺν τῷ Μενηνίῳ θάτερον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ ἐξωθούμενοι τῆς στάσεως, ὡς ἔμαθον, ὅτι νικῶσι τοὺς κατὰ σφᾶς οἱ τοῦ Ποστομίου, θαρρήσαντες εἰς ἀντίπαλα χωροῦσι· καὶ γίνεται τῶν κεράτων ἀμφοτέρων τοῖς Σαβίνοις ἐκκλινάντων τροπὴ παντελής.οὐδὲ γὰρ οἱ ἐν μέσῃ τῇ φάλαγγι ταχθέντες ἐψιλωμένων τῶν ἄκρων ἔτι παρέμειναν, ἀλλʼ ὑπὸ τῆς ἵππου τῆς Ῥωμαϊκῆς ἐξελαυνούσης κατὰ τέλη βιασθέντες ἀνεστάλησαν. φυγῆς δὲ πάντων γενομένης ἐπὶ τοὺς χάρακας ἀκολουθήσαντες οἱ Ῥωμαῖοι καὶ συνεισπεσόντες ἀμφότερα λαμβάνουσιν αὐτῶν τὰ ἐρύματα. τοῦ δὲ μὴ πανσυδὶ τὸν τῶν πολεμίων διαφθαρῆναι στρατὸν ἥ τε νὺξ αἰτία ἐγένετο καὶ τὸ ἐν οἰκείᾳ γῇ τὸ πάθος αὐτοῖς συμβῆναι· ῥᾷον γὰρ οἱ φεύγοντες ἐπὶ τὰ σφέτερα ἐσώζοντο διʼ ἐμπειρίαν τῶν τόπων.τῇ δʼ ἑξῆς ἡμέρᾳ καύσαντες τοὺς ἑαυτῶν νεκροὺς οἱ ὕπατοι καὶ τὰ σκῦλα συλλέξαντες· ἑάλω δέ τινα καὶ ἀπὸ τῶν ζώντων ῥιπτούντων ἐν τῇ φυγῇ τὰ ὅπλα· ἄνδρας τʼ αἰχμαλώτους ἄγοντες, οὓς ἔλαβον οὐκ ὀλίγους καὶ χρήματα, χωρὶς ὧν οἱ στρατιῶται διήρπασαν· τούτων δὲ διαπραθέντων δημοσίᾳ τὰς κατʼ ἄνδρα γενομένας εἰσφοράς, αἷς ἔστειλαν τοὺς στρατιώτας, ἅπαντες ἐκομίσαντο· καὶ ἀπῄεσαν ἐπʼοἴκου λαμπροτάτην ἀνῃρημένοι νίκην. καὶ θριάμβοις ὑπὸ τῆς βουλῆς ἐκοσμοῦντο ἀμφότεροι, Μενήνιος μὲν τῷ μείζονι καὶ τιμιωτέρῳ, παρεμβεβηκὼς ἐφʼ ἁρματίου δίφρου βασιλικοῦ, Ποστόμιος δὲ τῷ ἐλάσσονι καὶ ὑποδεεστέρῳ, ὃν καλοῦσιν οὐαστήν, παρεγκλίναντες τοὔνομα Ἑλληνικὸν ὑπάρχον εἰς τἀσαφές. τὸ γὰρ πρῶτον εὐαστὴς οὔτως ἀπὸ τοῦ συμβεβηκότος ἐλέγετο, ὡς αὐτός τʼ εἰκάζω καὶ ἐν πολλαῖς εὑρίσκω γραφαῖς ἐπιχωρίοις φερόμενον.τότε δὲ πρῶτον, ὡς Λικίννιος ἱστορεῖ, τοῦτον ἐξευρούσης τὸν θρίαμβον τῆς βουλῆς. διαφέρει δὲ θατέρου πρῶτον μέν, ὅτι πεζὸς εἰσέρχεται μετὰ τῆς στρατιᾶς προηγούμενος ὁ τὸν οὐαστὴν κατάγων θρίαμβον, ἀλλʼ οὐκ ἐφʼ ἅρματος ὥσπερ ἐκεῖνος· ἔπειθʼ ὅτι οὐ τὴν ποικίλην καὶ χρυσόσημον ἀμφιέννυται στολήν, ᾗ κοσμεῖται ὁ ἕτερος, οὐδὲ τὸν χρυσοῦν ἔχει στέφανον, ἀλλὰ περιπόρφυρον λευκὴν περιβέβληται τήβενναν, τὸ ἐπιχώριον τῶν ὑπάτων τε καὶ στρατηγῶν φόρημα, στέφανον δʼ ἐπίκειται δάφνης, μεμείωται δὲ καὶ τοῦ σκήπτρου τῇ φορήσει παρὰ τὸν ἕτερον,τὰ δʼ ἄλλα πάντα ταὐτὰ ἔχει. αἴτιον δὲ τῷ ἀνδρὶ Ποστομίῳ τῆς ἐλάττονος τιμῆς ἐγένετο, καίτοι λαμπροτάτῳ πάντων γενομένῳ κατὰ τὴν μάχην, τὸ πρότερον πταῖσμα ἐν τῇ ἐπιδρομῇ μέγα καὶ σὺν αἰσχύνῃ γενόμενον, ἐξ οὗ τῆς τε δυνάμεως πολλοὺς ἀπώλεσε καὶ αὐτὸς ὀλίγου ἐδέησε σὺν τοῖς περιλειφθεῖσιν ἐκ τῆς τροπῆς αἰχμάλωτος γενέσθαι.ἐπὶ δὲ τῆς τούτων ἀρχῆς Πόπλιος Οὐαλέριος Ποπλικόλας ἐπικαλούμενος νοσήσας ἐτελεύτα, κράτιστος τῶν τότε Ῥωμαίων κατὰ πᾶσαν ἀρετὴν νομισθείς. τὰ μὲν οὖν ἄλλα τοῦ ἀνδρὸς ἔργα, διʼ ἃ θαυμάζεσθαί τε καὶ μνήμης τυγχάνειν ἄξιός ἐστιν, οὐδὲν δέομαι λέγειν· ἐν ἀρχῇ γὰρ τοῦ λόγου τοῦδε τὰ πολλὰ εἴρηται· ὃ δʼ ἁπάντων ἐστὶ τῶν τοῦ ἀνδρὸς ἐγκωμίων θαυμασιώτατον καὶ οὔπω τέτευχε λόγου, τοῦτʼ οἴομαι δεῖν μὴ παρελθεῖν, παντὸς μάλιστα νομίζων τοῦτο προσήκειν τοῖς γράφουσιν ἱστορίας, μὴ μόνον τὰς πολεμικὰς πράξεις τῶν ἐπισήμων ἡγεμόνων διεξιέναι, μηδʼ εἴ τι πολίτευμα καλὸν καὶ σωτήριον ταῖς πόλεσιν ἀπεδείξαντο ἐξευρόντες, ἀλλὰ καὶ τοὺς βίους αὐτῶν, εἰ μέτριοι καὶ σώφρονες καὶ μένοντες ἐπὶ τοῖς πατρίοις ἐπιτηδεύμασι διετέλεσαν, ἐπιδείκνυσθαι.