ἡ δὲ Φιδήνη πολιορκηθεῖσα οὐ πολλαῖς ἡμέραις, καθʼ ὃ μάλιστα δυσάλωτος εἶναι μέρος ἐδόκει καὶ ὑπʼ ὀλίγων ἐφυλάσσετο, κατὰ τοῦτʼ ἐλήφθη. οὐ μὴν ἀνδραποδισμοῦ γʼ ἢ κατασκαφῆς ἐπειράθη φόνος τʼ ἀνθρώπων οὐ πολὺς ἐγένετο μετὰ τὴν ἅλωσιν· ἀποχρῶσα γὰρ ἐφάνη ζημία τοῖς ὑπάτοις πόλεως ὁμοεθνοῦς ἁμαρτούσης ἁρπαγὴ χρημάτων τε καὶ ἀνδραπόδων καὶ ὁ τῶν κατὰ τὴν μάχην ἀπολομένων ὄλεθρος· τοῦ δὲ μὴ προχείρως ἔτι τοὺς ἑαλωκότας ἐπὶ τὰ ὅπλα χωρῆσαι φυλακὴ γενήσεσθαι μετρία καὶ συνήθης Ῥωμαίοις,ἡ τῶν αἰτίων τῆς ἀποστάσεως κόλασις. συγκαλέσαντες δὴ Φιδηναίων τοὺς ἁλόντας εἰς τὴν ἀγορὰν καὶ πολλὰ τῆς ἀνοίας αὐτῶν κατηγορήσαντες ἀξίους τʼ εἶναι φήσαντες ἅπαντας ἡβηδὸν ἀπολωλέναι μήτε ταῖς εὐεργεσίαις χάριν εἰδότας μήτε τοῖς κακοῖς σωφρονιζομένους, ῥάβδοις αἰκισάμενοι τοὺς ἐπιφανεστάτους ἁπάντων ὁρώντων ἀπέκτειναν· τοὺς δὲ λοιποὺς εἴασαν οἰκεῖν ὡς πρότερον ᾤκουν φρουροὺς συγκατοικίσαντες αὐτοῖς, ὅσους ἔκρινεν ἡ βουλή, καὶ τῆς χώρας ἀφελόμενοί τινα μοῖραν τοῖς φρουροῖς ἔδωκαν. ταῦτα διαπραξάμενοι τὴν δύναμιν ἀπῆγον ἐκ τῆς τῶν πολεμίων καὶ τὸν ὑπὸ τῆς βουλῆς ψηφισθέντα θρίαμβον κατήγαγον. ταῦτα μὲν ἐπὶ τῆς τούτων ὑπατείας ἐπράχθη.Ποπλίου δὲ Ποστομίου τοῦ καλουμένου Τουβέρτου τὸ δεύτερον ἄρχειν αἱρεθέντος καὶ Ἀγρίππα Μενηνίου τοῦ λεγομένου Λανάτου τρίτη γίνεται Σαβίνων εἰσβολὴ μείζονι στρατιᾷ, πρὶν αἰσθέσθαι Ῥωμαίους αὐτῶν τὴν ἔξοδον, καὶ μέχρι τοῦ τείχους τῆς Ῥώμης ἔλασις· ἐν ᾗ πολὺς ἐγένετο Ῥωμαίων φόνος οὐ μόνον τῶν γεωργῶν, οἷς οὐδὲν προσδεχομένοις αἰφνιδίως ἐπέστη τὸ δεινόν, πρὶν εἰς τὰ φρούρια τὰ πλησίον ἑκάστους καταφυγεῖν, ἀλλὰ καὶτῶν κατὰ πόλιν τηνικαῦτα διατριβόντων. ὁ γὰρ ἕτερος τῶν ὑπάτων Ποστόμιος οὐκ ἀνεκτὴν εἶναι τὴν ὕβριν τῶν πολεμίων ἡγησάμενος ἐξεβοήθει κατὰ σπουδὴν τοὺς ἐπιτυγχάνοντας ἄγων προχειρότερον μᾶλλον ἢ φρονιμώτερον. οὓς ἰδόντες οἱ Σαβῖνοι σὺν πολλῇ καταφρονήσει χωροῦντας ἐπὶ σφᾶς ἀσυντάκτους τε καὶ διεσπασμένους ἀπʼ ἀλλήλων, ἔτι μᾶλλον αὐξῆσαι τὸ καταφρονοῦν αὐτῶν βουλόμενοι θᾶττον ἢ βάδην ἀνεχώρουν ὡς δὴ φεύγοντες ὀπίσω, τέως εἰς δρυμοὺς ἀφίκοντο βαθεῖς, ἔνθα ὁ λοιπὸς αὐτῶν στρατὸς ὑπεκάθητο· ἔπειθʼ ὑποστρέψαντες ἐχώρουν τοῖς διώκουσιν ὁμόσε, καὶ οἱ ἐκ τοῦ δρυμοῦ μέγα ἀλαλάξαντες ἵενται ἐπʼ αὐτούς.ἀσυντάκτοις δʼ ἀνθρώποις καὶ τεταραγμένοις καὶ ὑπὸ τοῦ δρόμου συγκεκομμένοις τὰ πνεύματα πολλοὶ καὶ σὺν κόσμῳ ἐπελθόντες, καταβάλλουσί τε τοὺς ὁμόσε χωροῦντας καὶ τοὺς λοιποὺς εἰς φυγὴν ὁρμήσαντας ὑποτεμόμενοι τὰς εἰς τὴν πόλιν φερούσας ὁδοὺς εἰς ὀρεινήν τινα κατακλείουσι ῥάχιν ἔρημον. θέμενοι δὲ πλησίον αὐτῶν τὰ ὅπλα· νὺξ γὰρ ἤδη κατελάμβανε· φυλακὰς ἐποιοῦντο διʼ ὅλης νυκτός, ἵνα μὴ λάθοιεν σφᾶς ἀποδράντες.ὡς δʼ εἰς τὴν Ῥώμην τὸ πάθος ἀπηγγέλθη ταραχή τʼ ἦν πολλὴ καὶ δρόμος ἐπὶ τὰ τείχη καὶ δέος ἁπάντων, μὴ διὰ νυκτὸς εἰς τὴν πόλιν ἔλθοιεν οἱ πολέμιοι τῷ κατορθώματι ἐπαρθέντες, τῶν τʼ ἀπολωλότων οἶκτος καὶ τῶν περιλειπομένων ἔλεος, ὡς ἀναρπασθησομένων αὐτίκα μάλα διʼ ἀπορίαν τῶν ἀναγκαίων, εἰ μή τις αὐτοῖς ἐπικουρία ἔλθοι ταχεῖα.ἐκείνην μὲν οὖν τὴν νύκτα πονηρὰς ἔχοντας τὰς ψυχὰς ἄγρυπνοι διῆγον· τῇ δʼ ἑξῆς ἡμέρᾳ πάντας τοὺς ἐν ἀκμῇ καθοπλίσας ὁ ἕτερος τῶν ὑπάτων Μενήνιος ἦγεν ἐπικούρους τοῖς ἐν τῷ ὄρει κόσμον καὶ τάξιν φυλάττοντας. ἰδόντες δʼ αὐτοὺς οἱ Σαβῖνοι προσιόντας οὐκέτι παρέμειναν, ἀλλʼ ἀναστήσαντες τὸν αὑτῶν στρατὸν ἦγον ἀπὸ τοῦ ὄρους ἀποχρῆν οἰόμενοι σφίσι τὴν παροῦσαν εὐτυχίαν· καὶ οὐ πολὺν ἔτι διατρίψαντες χρόνον ἀπῄεσαν ἐπὶ τὰ σφέτερα σὺν αὐχήματι μεγάλῳ βοσκημάτων τε καὶ ἀνδραπόδων καὶ χρημάτων ἀφθόνους ἄγοντες ὠφελείας.Ῥωμαῖοι δʼ ἀγανακτοῦντες ἐπὶ τῇ συμφορᾷ καὶ τὸν ἕτερον τῶν ὑπάτων Ποστόμιον ἐν αἰτίαις ἔχοντες ἔγνωσαν ἁπάσαις δυνάμεσι στρατεύειν κατὰ τάχος ἐπὶ τὴν Σαβίνων γῆν, τήν τε ἧτταν αἰσχρὰν καὶ ἀνέλπιστον γενομένην ἐπανορθῶσαι προθυμούμενοι, καὶ ἐπὶ τῇ νεωστὶ ἀφικομένῃ παρὰ τῶν πολεμίων πρεσβείᾳ πολλὴν ὕβρις ἐχούσῃ καὶ αὐθάδειαν ἀχθόμενοι.ὡς γὰρ δὴ κρατοῦντες ἤδη καὶ δίχα πόνου τὴν Ῥώμην αἱρήσοντες αὐτῶν μὴ βουλομένων τὰ κελευόμενα ποιεῖν, Ταρκυνίοις τε διδόναι τὴν κάθοδον ἐκέλευον καὶ τῆς ἡγεμονίας σφίσι παραχωρεῖν πολιτείαν τε καταστήσασθαι καὶ νόμους, οὓς ἂν οἱ κεκρατηκότες τάξωσιν. ἀποκρινάμενοι δὲ τοῖς πρεσβευταῖς ἀπαγγέλλειν πρὸς τὸ κοινόν, ὅτι Ῥωμαῖοι κελεύουσι Σαβίνους ὅπλα τʼ ἀποθέσθαι καὶ παραδοῦναι σφίσι τὰς πόλεις ὑπηκόους τʼ εἶναι πάλιν, ὥσπερ πρότερον ἦσαν, ταῦτα δὲ ποιήσαντας αὐτοὺς ἥκειν τότε περὶ ὧν ἠδίκησαν ἢ κατέβλαψαν αὐτοὺς ἐν ταῖς πρότερον εἰσβολαῖς δεησομένους, εἰ βούλονται τυχεῖν εἰρήνης καὶ φιλίας· ἐὰν δὲ μὴ ποιῶσι τὰ κελευόμενα προσδέχεσθαι τὸν πόλεμον ἥξοντα ἐπὶ τὰς πόλεις αὐτῶν οὐκ εἰς μακράν.τοιαῦτα ἐπιταχθέντες τε καὶ ἐπιτάξαντες ἀλλήλοις, ἐπειδὴ πᾶσιν ἐξηρτύσαντο τοῖς εἰς τὸν ἀγῶνα ἐπιτηδείοις, ἐξῆγον τὰς δυνάμεις, Σαβῖνοί τε τὴν κρατίστην ἐξ ἁπάσης πόλεως νεότητα ὅπλοις ἐκπρεπέσι κεκοσμημένην ἐπαγόμενοι, Ῥωμαῖοί τε πᾶσαν τὴν δύναμιν τήν τε κατὰ πόλιν καὶ τὴν ἐν τοῖς φρουρίοις ἀναλαβόντες, ἱκανοὺς οἰόμενοι τοὺς ὑπὲρ τὴν στρατεύσιμον ἡλικίαν γεγονότας καὶ τὸν οἰκετικὸν ὄχλον τήν τε πόλιν καὶ τὰ ἐπὶ τῆς χώρας ἐρύματα φυλάττειν.